- 底本
- Asclepius, In Aristotelis Metaphysicorum Libros A-Z Commentaria. Commentaria in Aristotelem Graeca VI.2, ed. M. Hayduck, Berlin: Reimer 1888, pp. 1-452. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:51.31-52.28
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿斯克勒庇俄斯注解了亚里士多德将柏拉图的原因论限定为形式因与质料因两项的做法(988a8–11),并阐明了作为底层的质料(不定二者)。随后,他提出了一个疑难:柏拉图在对话录中明明提到了动力因与目的因,为何亚里士多德对此略去不谈;并提出解答,指出柏拉图在专门论述原因之处未予提及,且未将其系统分节并应用于生灭事物。
" Φανερὸν δὲ ἐκ τῶν εἰρημένων ὅτι δυοῖν." Ἐκ τῶν ἱστορημένων, φησί, περὶ τοῦ Πλάτωνος φανερὸν ἡμῖν γέγονεν ὅτι δύο καὶ μόνας ἀρχὰς ὑποτίθεται, τὴν ὑλικὴν καὶ τὴν εἰδικήν. οὐδεὶς γὰρ τῶν ἄλλων τελικὴν αἰτίαν ὑπέθετο, ἀλλὰ ποιητικὴν μόνον. εἰρήκασι γὰρ ποιητικὸν αἴτιον, τελικὸν δὲ οὐκ εἰρήκασιν· οὔτε γὰρ εἶπον καθάπερ, φησίν, ἐγὼ εἶπον, ὅτι πάντα καὶ πτηνὰ καὶ ἔνυδρα καὶ χερσαῖα πρὸς τὸ πρῶτον ἐπεστραμμένα ὑπάρχουσι. λέγομεν οὖν ὅτι καὶ Πλάτων εἶπε τελικὸν αἴτιον· αὐτὸς γὰρ μαρτυρεῖ αὐτοῖς εἰρηκόσι τἀγαθὸν οὗ πάντα ἐφίεται. φανερὸν οὖν γέγονεν ἐκ τῶν εἰρημένων ὅτι δύο αἰτίαις καὶ μόναις ἐχρήσατο Πλάτων, τῇ εἰδικῇ καὶ ὑλικῇ. αἱ γὰρ ἰδέαι τῶν εἰδῶν ὑπάρχουσι παρακτικαί, τουτέστι τῶν οὐσιῶν, καὶ τῶν ἰδεῶν ἡ ἑνάς, φημὶ δὲ τὸ πρῶτον αἴτιον ὑφ’ οὗ τὰ πάντα παράγονται.
“从上述论述中显而易见,[他仅使用了]两个[原因]。” 他说,根据关于柏拉图的记载,对我们来说显而易见的是,他设定了且仅设定了两个本原,即质料的与形式的。因为其他人都没有设定目的原因,而仅设定了动力原因。他们确实谈到了动力原因,但没有谈及目的原因;因为他们并没有像他所说“我曾说过的那样”声称:一切有翼的、水生的和陆生的事物,都是朝向第一者而存在的。因此我们说,柏拉图也谈到了目的原因;因为他自己为他们作证说,他们谈及了万物所企求的善。于是,从上述论述中显而易见,柏拉图使用了且仅使用了两个原因,即形式原因与质料原因。因为相是各种形式(即实体)的产生者,而单子则是相的产生者——我指的是万物由之产生的第一原因。
"Καὶ τίς ἡ ὕλη ἡ ὑποκειμένη καθ’ ἧς τὰ εἴδη." Εἰπὼν δυσὶν αἰτίαις αὐτὸν κεχρῆσθαι καὶ μνημονεύσας τῆς κατὰ τὸ εἶδος αἰτίας καὶ δείξας πῶς ταύτην ἐτίθετο, προστίθησι τὴν δευτέραν καί φησι ταύτην εἶναι τὴν ὑλικήν. τίς γάρ ἐστιν ἡ ὕλη, δῆλον ὅτι ἡ ὑποκειμένη, καθ’ ἧς τὰ εἴδη ἔν τε τοῖς αἰσθητοῖς καὶ ἐν ταῖς ἰδέαις λέγεται ὑπ’ αὐτοῦ. εἰπὼν καὶ τὰ εἴδη γὰρ τοῦ τί ἐστιν αἴτια τοῖς ἄλλοις, τοῖς δὲ εἴδεσι τὸ ἕν, λέγων καὶ περὶ τῆς ὕλης τῆς εἰδοποιουμένης ὑπὸ τῶν εἰρημένων τῆς ἐν ἀμφοτέροις ἐμνημόνευσεν1 εἰπὼν καθ’ ἧς τὰ εἴδη λέγεται τά τε ἐπὶ τοῖς αἰσθητοῖς καὶ τὰ ἐν τοῖς εἴδεσι, φημὶ δὲ ταῖς ἰδέαις. λέγεται γὰρ καὶ ἐν ἐκείναις καὶ ἐν τοῖς αἰσθητοῖς εἶναι ὑποκειμένη τις ὕλη, καθ’ ἧς τὰ εἴδη, τουτέστιν ἡ εἰδοποιουμένη. ὅτι γὰρ δυάς ἐστιν αὕτη, ποταπὴ δὲ δυάς, διὰ τῆς προσθήκης ἐδήλωσεν· οὐ γὰρ ἡ ὡρισμένη, φησί, καὶ ἐν τοῖς ἀριθμοῖς, ἀλλ’ ἡ ἀόριστος· τοιαύτη γὰρ τὸ μέγα καὶ τὸ μικρόν. ἄξιον δὲ ζητῆσαι πῶς λέγοντος Πλάτωνος καὶ ποιητικὸν αἴτιον ἐν οἷς λέγει “τὸν μὲν οὖν ποιητὴν καὶ πατέρα τοῦ παντὸς εὑρεῖν τε ἔργον”, ἀλλὰ καὶ τὸ οὗ ἕνεκα καὶ τέλος δι’ ὧν πάλιν λέγει “περὶ τὸν πάντων βασιλέα πάντα ἐστὶ κἀκείνου ἕνεκα πάντα”, καὶ ὅμως οὐδ’ ἑτέρου τούτων τῶν αἰτίων ἐμνημόνευσεν ὁ Ἀριστοτέλης2 ἐν τῇ δόξῃ τῇ Πλάτωνος; ἢ ὅτι ἐν οἷς περὶ αἰτίων ἔλεγεν, οὐδενὸς τούτων ἐμέμνητο, ὡς ἐν τοῖς Περὶ τοῦ ἀγαθοῦ δέδειχεν· ἢ οὐ πάνυ διηρθρωμένως, ὅτι τῶν ἐν γενέσει καὶ φθορᾷ, φησίν, οὐ τίθεται ταῦτα αἴτια, ἀλλ’ οὐδ’ ἐξείργαστό τι περὶ αὐτῶν.
“以及作为底层、形式据之[而被表述]的质料是什么[也很清楚]。” 在指出他使用了两个原因,并提及了依形式的原因且展示了他如何设定此原因之后,他(亚里士多德)补充了第二个原因,并说这就是质料原因。因为质料是什么,显然就是那个底层,形式无论在可感物中还是在相中,都被他据之而被表述。因为在说过“形式是其他事物‘是什么’的原因,而一者则是形式的[原因]”之后,他在谈到由上述本原赋予形式的质料时,通过说“形式据之而被表述”——即属于可感物的形式以及存在于诸形式(即诸相)中的形式——便提及了存在于这两者之中的[质料]。因为据称无论在相中还是在可感物中,都存在某种作为底层的质料,形式据之[而被表述],也就是被赋予形式的质料。因为此质料是二者,且是何种二者,他通过附加说明予以阐明:他说,这不是限定的、存在于数中的二者,而是不定的二者;因为“大与小”正是这种性质。然而值得探讨的是,柏拉图既然在论及“要寻找万物的创造者和父亲实非易事”之处谈到了动力原因,又通过再度宣称“万物皆围绕万物之王,且万物皆为了他”而谈到了“为了什么”及目的,亚里士多德却为何在柏拉图的学说中对这两个原因都只字未提?是因为在他谈及原因的地方,他完全没有提及这些(正如在《论善》中所表明的那样)?还是因为表述得根本不够清晰,正如他所说,他并未将这些设定为处于生成和消灭中的事物的因,也未对它们作任何详尽的阐发?
- 1.62τῆς ἐν ἀμφοτέροις ἐμνημόνευσεν
动词 ἐμνημόνευσεν(“提及了”)支配属格宾语 τῆς ἐν ἀμφοτέροις[省略了 ὕλης]。紧接在分词短语 λέγων καὶ περὶ τῆς ὕλης τῆς εἰδοποιουμένης ὑπὸ τῶν εἰρημένων(“在谈到由上述本原赋予形式的质料时”)之后,该带冠词的介词短语作为属格补足语,指代同时存在于可感物与相这两者中的[质料]。
- 1.62ἄξιον δὲ ζητῆσαι πῶς λέγοντος Πλάτωνος ... καὶ ὅμως οὐδ’ ἑτέρου τούτων τῶν αἰτίων ἐμνημόνευσεν ὁ Ἀριστοτέλης
非人称结构 ἄξιον [ἐστί] ζητῆσαι 引导间接疑问从句 πῶς ... ἐμνημόνευσεν。在从句内部,λέγοντος Πλάτωνος 构成包含两处引文(《蒂迈欧篇》28c 与《第二书简》312e)的长大独立属格结构,而转折词组 καὶ ὅμως(“然而/尽管如此”)则与从句主述动词 ἐμνημόνευσεν ὁ Ἀριστοτέλης 形成呼应,表示让步对比关系(“尽管柏拉图谈到了……,亚里士多德怎么还是只字未提”)。
