← 特拉勒斯的阿斯克勒庇乌斯

亚里士多德《形而上学》注释(卷A–Z)

§50.12-51.30

关于质料作为二与数之生成的柏拉图辩护

阿斯克勒庇乌斯梳理了安莫尼乌斯与亚历山大关于柏拉图为何将质料设立为“二”的解释(即除素数外的数皆由二如印模般生成),引述了亚里士多德对质料与形式生成能力的批评,并指出亚里士多德立足于近邻质料而非第一质料进行反驳构成了谬误推理,以此为柏拉图辩护。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.60

" Τὸ δὲ δυάδα ποιῆσαι τὴν ἑτέραν φύσιν." Πρώτους ἀριθμοὺς λέγει τοὺς μονάδι μόνῃ μετρουμένους, οἷον τὸν τρισκαίδεκα, τὸν ἐννεακαίδεκα, τὸν ἑπτακαίδεκα καὶ πάντας τοὺς ὁμοίους. οἱ οὖν ἄλλοι πάντες ὑπὸ δυάδος μετροῦνται, οἷον τρὶς πέντε δεκαπέντε (ὁ γὰρ τρία καὶ πέντε δυάς),1 τρὶς ὀκτὼ εἰκοσιτέσσαρες, δὶς πέντε δέκα, δὶς τρεῖς ἕξ, τρὶς τρεῖς ἐννέα· ὑπὸ δυάδος γὰρ γίνεται ὁ διπλασιασμός. ἐπεὶ οὖν πάντα ἐκ τῆς ὕλης γίνονται (διὸ καὶ πανδεχῆ αὐτὴν λέγουσι καὶ τιθήνην ὡς δεχομένην πάντα τὰ εἴδη) διὰ τοῦτο οὖν, φησίν, ἐποίησεν ὁ Πλάτων δυάδα τὴν ἑτέραν φύσιν, τουτέστι τὴν ὑλικήν, διὰ τὸ τοὺς ἀριθμοὺς πάντας, ὡς ἐδείξαμεν, ἔξω τῶν πρώτων ἐξ αὐτῆς γεννᾶσθαι ὥσπερ ἔκ τινος ἐκμαγείου, τουτέστι φαντασίας. καὶ ὁ Πλάτων γὰρ ἐν τῷ Θεαιτήτῳ τὴν φαντασίαν ἐκμαγεῖον ἐκάλεσε. καὶ οὕτως μὲν ὁ ἡμέτερος φιλόσοφος, ὁ δὲ ἐκ τῆς Ἀφροδισιάδος οὕτως ἐξηγεῖται τὸ χωρίον. λέγει γάρ, φησί, νῦν καὶ διὰ τοῦτο αὐτὸν τὴν δυάδα ποιῆσαι τὴν ἑτέραν φύσιν τῶν ἀρχῶν, διὰ τὸ τοὺς ἀριθμοὺς ἔξω τῶν πρώτων εὐφυῶς ἐξ αὐτῆς γεννᾶσθαι ὥσπερ ἔκ τινος ἐκμαγείου· τοῦτο δέ, ὅτι δοκεῖ αὐτῷ ἡ δυὰς διαιρετικὴ παντὸς εἶναι ᾧ προσήγετο· διὸ καὶ δυοποιὸν αὐτὴν λέγει. δὶς γὰρ ἕκαστον τῶν οἷς προσάγεται ποιοῦσα διαιρεῖ πως αὐτό, οὐκ ἐῶσα μένειν ὃ ἦν· ἥτις διαίρεσις γένεσίς ἐστιν ἀριθμῶν. ὡς γὰρ τὰ ἐκμαγεῖα καὶ οἱ τύποι πάντα τὰ ἐναρμοσθέντα αὐτοῖς ὅμοια ποιοῦσιν, οὕτω καὶ ἡ δυὰς ὥσπερ τι ἐκμαγεῖον οὖσα τῶν μετ’ αὐτὴν γεννητικὴ ἀριθμῶν γίνεται, ᾧ ἂν προσαχθῇ, δύο τε καὶ διπλᾶ ποιοῦσα. τῷ μὲν γὰρ ἑνὶ προσαχθεῖσα τὰ δύο ἐποίησε (δὶς γὰρ ἓν δύο), τοῖς δυσὶ δὲ τὰ τέσσαρα (δὶς γὰρ δύο), τοῖς δὲ τρισὶ τὰ ἕξ (δὶς γὰρ τρία)· ὁμοίως καὶ ἐπὶ τῶν ἄλλων. οἱ οὖν πρῶτοι οὐ γίνονται οὕτως, οἷον ὁ γ̅ καὶ ὁ ε̅ καὶ ὁ ζ̅ καὶ ὁ ι̅θ̅. δὶς γὰρ τρία ἓξ γίνονται, δὶς τέσσαρα ὀκτώ, καὶ οὐ γίνονται ἑπτά· ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων ἁπάντων. κακῶς οὖν φησι τὴν ἑτέραν φύσιν δυάδα ποιῆσαι, τουτέστι τὴν ὑλικὴν ἀρχήν. τὸ ἐναντίον συμβαίνει· οὐ γὰρ εὔλογον οὕτω. νῦν μὲν γὰρ ἐκ τῆς ὕλης πολλὰ ποιοῦσι, τὸ δὲ εἶδος ἅπαξ γεννᾷ μόνον.2 οἱ μὲν γὰρ τὴν δυάδα τὴν ὡς ὕλην ἀρχὴν τιθέμενοι πολλῶν αὐτὴν ποιοῦσι γεννητικήν· αὕτη γὰρ αὐτοῖς ἡ αὐτὴ λαμβανομένη τοῦ πλήθους καὶ τῶν ἀρτίων ἀριθμῶν πάντων ἐστὶ γεννητική, τοὺς μὲν συντιθεῖσά τε καὶ οὕτως γεννῶσα, τοὺς δὲ διαιροῦσα δίχα. ἡ δὲ κατὰ τὸ εἶδος ἀρχὴ ἑνοποιός ἐστι τῷ ἕν τι εἶναι πᾶν τὸ εἰδοπεποιημένον τε καὶ ὡρισμένον κατὰ τὸ εἶναι.3 καὶ γὰρ τῶν ἀριθμῶν ἕκαστος ἕν τι· ἑνοποιὸν μὲν γὰρ τὸ ἓν αὐτό, διχοποιὸς δὲ ἡ ἀόριστος δυάς. οὐ μὴν ἐπὶ τῶν γινομένων ὁμοίως ἔχει, ἃ ἐκείνοις ὡμοίωται καὶ πρὸς ἐκεῖνα τὸ εἶναι ἔχει, ἀλλ’ ἔμπαλιν. ἡ μὲν γὰρ ὕλη ἡ μία κατ’ ἀριθμὸν ἑνός τινος εἴδους ἐστὶ δεκτικὴ καὶ γεννητική· οὐ γὰρ οἷόν τε ἐπὶ τῇ αὐτῇ ὕλῃ κατ’ ἀριθμὸν ἅμα εἶναι πλείω εἴδη, ὡς εἶναι τὸ αὐτὸ ξύλον καὶ κλίνην καὶ τράπεζαν καὶ ἀβάκιον, ἀλλ’ ἡ μία ὕλη ἕν τι εἶδος ἐνεργείᾳ μόνον ἔχει. τὸ μέντοι εἶδος ἓν ὂν τῷ ἀριθμῷ, πλείονα εἴδη ποιεῖ· ἡ γὰρ τέχνη εἶδός τι ἓν οὖσα καὶ ὁ τεχνίτης εἷς ὢν κατ’ ἀριθμὸν πλειόνων ἐστὶ καὶ διαφερόντων ποιητικός· ἡ γὰρ τεκτονικὴ καὶ ὁ ἔχων αὐτὴν καὶ κλίνην ποιεῖ καὶ ἀβάκιον καὶ τράπεζαν, ὁ αὐτὸς καὶ εἷς ὑπάρχων κατ’ ἀριθμόν. ὁμοίως δὲ ἔχει τοῦτο καὶ ἐπὶ τοῦ ἄρρενός τε καὶ θήλεος, ὧν τὸ μὲν θῆλυ ὕλην παρέχον τῷ γινομένῳ ὑπὸ μιᾶς πληροῦται ὀχείας, τὸ δὲ ἄρρεν πολλὰ θήλεα πληροῖ. καὶ ταῦτα μὲν ὁ Ἀριστοτέλης· ἡμεῖς δέ φαμεν ὅτι ὁ Ἀριστοτέλης τὴν προσεχῆ ὕλην λαμβάνει τὴν μίαν κατ’ ἀριθμόν. εἰδέναι γὰρ χρὴ ὅτι ἐκ τῆς πρώτης ὕλης πάντα γίνεται, καὶ ἄνθρωποι καὶ κλῖναι καὶ ἵπποι καὶ πάντα. Ἀριστοτέλης οὖν λαμβάνων τὴν προσεχῆ ὕλην παραλογίζεται, ὥς φησιν ὁ φιλόσοφος.4 Πλάτων μὲν οὖν, φησί, περὶ τῶν ζητουμένων νῦν ὑφ’ ἡμῶν οὕτως διώρισε. ζητοῦνται δὲ αἱ ἀρχαὶ καὶ τὰ αἴτια τῶν ὄντων· περὶ οὖν τῶν ἀρχῶν ταῦτα εἴρηται Πλάτωνι.

“而将另一自然本性设立为二。” 他把仅由单位度量的数称为素数,例如十三、十九、十七以及所有类似者。因此,所有其他的数都由二度量,例如三乘五为十五(因为三和五是二),三乘八为二十四,二乘五为十,二乘三为六,三乘三为九;因为加倍是通过二而产生的。既然一切事物都由质料生成(因此他们也称质料为全受者和滋养者,因为它接受所有的形式),他说,因此柏拉图将另一自然本性,即质料性的自然本性设立为二,是因为正如我们所表明的,除素数之外的所有数都从它生成,犹如从某种印模(即表象)生成一样。柏拉图在《泰阿泰德篇》中确实也把表象称为印模。我们的哲学家就是这样解释的,而来自阿佛洛狄西亚的注疏家则如下解释这段文字。因为他说,他[亚里士多德]现在是在说,由于除素数之外的数犹如从某种印模中一样自然地从二生成,他〔柏拉图〕也正是因此将二设立为诸原理的另一自然本性;而这是因为在他看来,二能够划分它所附加到的每一事物;因此他也称其为使之成二者。因为它通过使它所附加到的每一事物变为两倍而以某种方式划分它,不让它保持原先的状态;而这种划分就是数的生成。因为正如印模和模型使所有嵌入其中的东西都变得相似,二也是如此,它犹如某种印模,对它所附加到的对象,通过使之成为两个和两倍,成为产生其后诸数的原因。因为当它附加到一时,它产生了二(因为一的两倍是二),附加到二时产生了四(因为二的两倍),附加到三时产生了六(因为三的两倍);在其他数上也是如此。因此,素数并不是这样生成的,例如3、5、7和19。因为三的两倍成为六,四的两倍成为八,并不会成为七;在所有其他数上也是如此。因此他说,将另一自然本性(即质料性原理)设立为二是不当的;因为所发生的恰恰相反,因为这样并不合乎情理。因为就目前而言,他们从质料制造出许多东西,而形式只生成一次。因为那些将二作为质料性原理设定的人使它能够生成许多东西;因为在他们看来,这同一个二被采纳后,便能生成多数以及所有的偶数,它通过组合生成一些数,通过二分生成另一些数。而依据形式的原理是统一者,乃因每一个在存在上被赋予形式和规定之物都是某一个单一之物。事实上,诸数中的每一个也是某一个单一之物;因为“一”本身是统合者,而不定的二是分剖者。然而,在生成的事物中(这些事物摹仿那些事物并相对于那些事物具有存在),情况并不相似,反而恰恰相反。因为在数目上为一的质料只能接受并生成某一个形式;因为在数目上相同的质料上,不可能同时存在多个形式,以至于同一块木料既是床又是桌子又是算盘,而是在数目上为一的质料在现实中仅具有某一个形式。然而,在数目上为一的形式却能造出多个形式;因为技术作为某一个形式,且在数目上为一的工匠,能够制造多个且各异的东西;因为木工技艺及其掌握者作为在数目上同一且为一者,既造床又造算盘又造桌子。而在雌雄身上也是类似的情况,其中雌性为生成物提供质料,经一次交配即得以受孕充满,而雄性则使许多雌性充满。这些是亚里士多德所说的;但我们主张,亚里士多德所采纳的是在数目上为一的近邻质料。因为应当知道,一切事物都由第一质料生成,无论人、床、马还是所有事物。因此哲学家说,亚里士多德通过采纳近邻质料陷入了谬误推理。因此他说,柏拉图对于我们现在所探求的事情作了这样的规定。而所探求的是存在者的原理与原因;因此关于诸原理,柏拉图说了这些话。

语法注4 条
  1. 1.60ὁ γὰρ τρία καὶ πέντε δυάς

    这是一个名词性名词句,表示“因为[三与五的组合]是一对(二)”的断定关系。连系动词ἐστί在γάρ之后被省略;主语是带有冠词的名词化短语ὁ τρία καὶ πέντε,δυάς充当表语名词。

  2. 1.60τὸ δὲ εἶδος ἅπαξ γεννᾷ μόνον

    该从句表达了亚里士多德所归纳的柏拉图派前提。在μέν...δέ的对比结构中,它传达了亚里士多德对他们不合理前提的批判,即质料生成诸多事物,而“形式只生成一次”。

  3. 1.60τῷ ἕν τι εἶναι πᾶν τὸ εἰδοπεποιημένον τε καὶ ὡρισμένον κατὰ τὸ εἶναι

    带有定冠词的与格不定式结构(τῷ εἶναι),表示原因或理由。πᾶν τὸ εἰδοπεποιημένον...充当不定式的宾格主语,ἕν τι充当表语宾格,意为“由于每一个在存在上被赋予形式和规定之物都是某一个单一之物”。

  4. 1.60Ἀριστοτέλης οὖν λαμβάνων τὴν προσεχῆ ὕλην παραλογίζεται, ὥς φησιν ὁ φιλόσοφος

    主句的主干为“Ἀριστοτέλης... παραλογίζεται”(亚里士多德陷入了谬误推理)。分词λαμβάνων表示手段或条件(“通过采纳近邻质料”),插入句中的ὁ φιλόσοφος指作者的老师安莫尼乌斯。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:50.12-51.30