← 特拉勒斯的阿斯克勒庇乌斯

亚里士多德《形而上学》注释(卷A–Z)

§48.27-50.11

柏拉图与毕达哥拉斯学派的差异及形式分离

阿斯克勒庇俄斯注解亚里士多德《形而上学》第一卷第六章(987b25–29),阐明了柏拉图与毕达哥拉斯学派的差异(将无限设立为二、将数与形式从感觉对象中分离出来、以及数学对象的中间地位),并解释了柏拉图如何借由辩证法中的划分与定义方法建立起超越感觉的理智相观念。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.57

" Τὸ δὲ ἀντὶ τοῦ ἀπείρου ὡς ἑνὸς δυάδα ποιῆσαι." Φησὶν ὅτι οἱ Πυθαγόρειοι τὸ ἓν ἄπειρον ὑπετίθεντο ὡς ἀπειροδύναμον, ὁ δὲ Πλάτων δυάδα, εἴ γε τὸ ἄπειρον ἐκ μεγάλου καὶ μικροῦ, τὴν ὕλην αἰνιττόμενος διὰ τὸ ἀόριστον αὐτῆς καὶ διὰ τὸ ἐπ’ ἄπειρον εἶναι διαιρετήν. ἐκεῖνοι οὖν τὸ ἄπειρον μίαν τινὰ φύσιν ὑπετίθεντο, τουτέστι τὸ ὑποκείμενον καὶ τὸ ὑλικόν· Πλάτων δὲ δυάδα ἐποίει τὸ ὑποκείμενον καὶ τὸ ἄπειρον, λέγων ἄπειρον, καθὸ μὴ ἔστι καθ’ αὑτὸ εἰδοπεποιημένον· μέγα γὰρ καὶ μικρὸν καὶ ὑπεροχὴν καὶ ἔλλειψιν· ἐν τούτοις δὲ ἡ τοῦ ἀπείρου φύσις. οὐ ταὐτὰ δὲ τῷ εἴδει τὸ μέγα τῷ μικρῷ ὑπάρχει, οὐδὲ ὑπεροχὴ ἐλλείψει· ἐναντία γάρ, ὥστε οὐχ ἕν. τὸ δὲ ἄπειρον εἶπεν ἀντὶ τοῦ ‘τὸ γὰρ ἄπειρον’1 κατ’ αὐτὸν ἐκ μεγάλου καὶ μικροῦ. τοῦτο γὰρ τὸ ἐν τῇ λέξει κατάλληλον. τοῦτό τε οὖν ἴδιον Πλάτωνος παρὰ τοὺς Πυθαγορείους, καὶ ὅτι ὁ μὲν Πλάτων τοὺς ἀριθμοὺς ἔξω τῶν αἰσθητῶν κατέλιπεν, οὐχ ὡς ὕλην αὐτοὺς τοῖς οὖσιν ὑποβάλλων, οὐδὲ οὕτως αἰτίους τιθεὶς αὐτούς, οἱ δὲ Πυθαγόρειοι τὰ πράγματα καὶ τὰ ὄντα ἐκ τῶν ἀριθμῶν ἔλεγον συγκεῖσθαι, ἐξ ὧν εἵπετο αὐτοῖς τὸ πάντα τὰ ὄντα ἀριθμοὺς λέγειν. διαφέρουσι δὲ ἀλλήλων καὶ ὅτι ὁ μὲν Πλάτων τὰ μαθήματα μεταξὺ τῶν εἰδῶν καὶ τῶν αἰσθητῶν λέγει, οἱ δὲ Πυθαγόρειοι οὐδαμῶς.

“而将无限作为一替换为设立二。” 他说,毕达哥拉斯学派假定“一”由于具有无限力量而是无限的,但柏拉图设立了“二”,如果无限确实是由大与小组成的,他借此暗示质料,乃因其不定性以及其无限可分性。因此,那些人假定无限是某种单一的自然本性,即基底与质料性的东西;但柏拉图把基底与无限设立为二,称其为无限,乃就其就自身而言并未被赋予形式而言;因为有大与小、过度与不及,而在这些之中存在着无限的自然本性。但大在形式上并不等同于小,过度也不等同于不及;因为它们是相反者,所以并不是一。他说“然而无限”是用来代替根据他的说法“因为无限”由大与小组成;因为这在文句上是适切的。因此,这不仅是柏拉图相较于毕达哥拉斯学派所特有的,而且柏拉图将数保留在感觉对象之外,既不把它们作为质料置于存在者之下,也不以这种方式将它们设定为原因,而毕达哥拉斯学派则说诸事物和存在者是由数组成的,由此便引出了他们把一切存在者都称为数。他们彼此的不同还在于,柏拉图称数学对象处于形式与感觉对象之间,而毕达哥拉斯学派则绝非如此。

§1.58

"Τὸ μὲν οὖν τὸ ἓν καὶ τοὺς ἀριθμούς." Ἐντεῦθεν ἀποδέχεται Πλάτωνα μᾶλλον τῶν Πυθαγορείων, καί φησιν οὕτως· τὸ μὲν ὑποθέσθαι ἓν καὶ τοὺς ἀριθμοὺς ἔξω ποιεῖσθαι τῶν αἰσθητῶν πραγμάτων, ὥσπερ οἱ Πυθαγόρειοι ἐκ τῶν ἀριθμῶν ἔλεγον συγκεῖσθαι τὰ πράγματα, καὶ ἡ τῶν εἰδῶν εὕρεσις καὶ εἰσαγωγὴ διὰ τὴν ἐν τοῖς λόγοις ἀκρίβειαν προσεγένετο τῷ Πλάτωνι. ἄπειροι γὰρ ἦσαν οἱ πρῴην διαλεκτικῆς μεθόδου, φημὶ δὲ διαιρέσεως καὶ ὁρισμῶν. ἔγνω οὖν ἐντεῦθεν ὁ Πλάτων ὅτι οὐ δυνατὸν τὰ αἰσθητὰ συγκεῖσθαι ἐξ ἀριθμῶν ὡς ἐξ ὑλικῶν αἰτίων.

“因此,‘一’与诸数。” 从这里起,他比起毕达哥拉斯学派更赞同柏拉图,并且这样说道:假定“一”并将诸数置于感觉事物之外(而毕达哥拉斯学派则说事物是由数组成的),以及形式的发现与引入,是由于柏拉图在定义中的严密性而赋予他的。因为前人对辩证方法缺乏经验,我指的是划分与定义。因此柏拉图由此认识到,感觉对象不可能由作为质料因的数组成。

§1.59

"Τὸ μὲν οὖν τὸ ἓν καὶ τὸν ἀριθμὸν παρὰ τὰ πράγματα ποιῆσαι καὶ μὴ ὥσπερ οἱ Πυθαγόρειοι, καὶ ἡ τῶν εἰδῶν εἰσαγωγὴ διὰ τὴν ἐν τοῖς λόγοις σκέψιν ἐγένετο." Εἰπὼν ἐν οἷς διαφωνοῦσι, νῦν λέγει τὴν αἰτίαν δι’ ἣν οὐχ ὁμοίως ὁ Πλάτων τοὺς ἀριθμοὺς τῶν ὄντων ἀρχὰς ἔθετο τοῖς Πυθαγορείοις, ἀλλὰ τούτους τε ἐχώρισε τῶν αἰσθητῶν καὶ τὰς ἰδέας ἄλλας τινὰς οὐσίας τε καὶ φύσεις παρὰ τὰς αἰσθητὰς οὐσίας ἔθετο. διὰ γὰρ τὴν ἐν τοῖς λόγοις ἐξέτασιν καὶ διὰ τὴν διαλεκτικήν, ἧς οἱ πρότερον ἦσαν ἄγευστοι, τοῦ ἀκολούθου θεωρητικὸς ὁ Πλάτων γενόμενος καὶ διαιρέσεσι χρῆσθαι συνεθισθεὶς καὶ ὁρισμοῖς ἐκ διαλεκτικῆς (ἄμφω γὰρ ταῦτα τοῦ διαλεκτικοῦ), ἦλθε διὰ τούτων εἰς ἔννοιαν τοῦ χωρίζειν τινὰ τῶν αἰσθητῶν καὶ ὑπολαμβάνειν εἶναί τινας ἄλλας φύσεις παρὰ τὰ αἰσθητά. ἡ γὰρ διαίρεσις ἡ μὲν τῶν γενῶν τε καὶ εἰδῶν οὐκ αἰσθητῶν, ἡ δὲ τῶν αἰσθητῶν ἀνάλυσίς ἐστι τῶν αἰσθητῶν εἰς τὰ στοιχεῖα καὶ τὰς ἀρχάς, ἃ οὐκ αἰσθητά. οὐ γὰρ ταὐτὸν τῶν αἰσθητῶν ἕκαστον τῷ καθ’ ὃ τὸ εἶναι αὐτῷ· οὔτε γὰρ τὸ τεχνητὸν τῇ τέχνῃ, οὔτε τὸ φυσικὸν τῇ φύσει. ὥστε εἰ καὶ οἱ ἀριθμοὶ αἴτιοι τοῖς αἰσθητοῖς τοῦ τοιοῖσδε εἶναι ἢ τοιοῖσδε καὶ αἱ ἰδέαι, ἀλλὰ κεχώρισται αὐτῶν.2 καὶ οἱ ὁρισμοὶ οὐ τῶν αἰσθητῶν ὑπάρχουσιν ἀλλὰ τῶν καθόλου, ὥστε ὑπάρχουσι καὶ τὰ καθόλου. ἐκ τῆς τοιαύτης οὖν μεθόδου ἦλθεν ὁ Πλάτων εἰς ἔννοιαν τῶν νοητῶν.

“因此,将‘一’与数置于事物之外而不是像毕达哥拉斯学派那样,以及形式的引入,是借由定义中的探究而产生的。” 在说明了他们意见分歧之处后,他现在说明了柏拉图由于何种原因没有像毕达哥拉斯学派那样将数设定为存在者的原理,而是将它们与感觉对象分离,并将相设定为感觉实体之外的某种其他实体与自然本性。因为借由定义中的考察和前人未曾领略的辩证法,柏拉图成为了逻辑推论的观察者,并习惯于使用源于辩证法的划分与定义(因为这两者都属于辩证学者),他借由这些达到了将某些东西从感觉对象中分离出来并认为在感觉对象之外存在某些其他自然本性的观念。因为划分一方面是关于非感觉的属与种的划分,另一方面关于感觉对象的划分则是将感觉对象分析为其元素与原理,而这些并不是感觉的。因为感觉对象中的每一个并不等同于它赖以存在的那个东西;因为人工制品不等同于技术,自然物也不等同于自然。从而,即便数与相是感觉对象之所以是如此这般的原因,它们也是与它们分离的。而且定义不属于感觉对象而属于普遍者,因此普遍者也存在。于是,柏拉图借由这种方法达到了理智对象的观念。

语法注2 条
  1. 1.57τὸ δὲ ἄπειρον εἶπεν ἀντὶ τοῦ ‘τὸ γὰρ ἄπειρον’

    注疏者将亚里士多德原文(987b25–26:τὸ δ’ ἄπειρον ἐκ μεγάλου καὶ μικροῦ)中的连词 δέ 解释为替代表原因的 γάρ。由此理顺了句法上的承接关系,将其理解为给出理由:“因为根据他的说法,无限是由大与小组成的”。

  2. 1.59ὥστε εἰ καὶ οἱ ἀριθμοὶ αἴτιοι τοῖς αἰσθητοῖς τοῦ τοιοῖσδε εἶναι ἢ τοιοῖσδε καὶ αἱ ἰδέαι, ἀλλὰ κεχώρισται αὐτῶν.

    让步条件句结构,从句由 εἰ καὶ 引导,主句则由转折连词 ἀλλά(“然而、依然”)相呼应。从句的主语是复合主语 οἱ ἀριθμοὶ... καὶ αἱ ἰδέαι,而主句动词 κεχώρισται 为第三人称单数完成时,将上述复数主语(数与相)作为一个概念整体在语法上加以一致对待。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:48.27-50.11