- 底本
- Asclepius, In Aristotelis Metaphysicorum Libros A-Z Commentaria. Commentaria in Aristotelem Graeca VI.2, ed. M. Hayduck, Berlin: Reimer 1888, pp. 1-452. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:4.22-5.32
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿斯克勒庇俄斯为大阿尔法篇的真实性辩护,指明其与小阿尔法篇的主题差异,并阐述了从感觉、记忆、经验、技艺逐步上升至第一哲学(诸科学之科学)的认知阶梯。
οὐκ ἔστι δὲ ἀληθές· σώζεται γὰρ ἡ τοῦ Ἀριστοτέλους δεινότης καὶ ἐκ τῆς λέξεως καὶ ἐκ τῆς θεωρίας· καὶ πολὺ πλέον, ὅτι μέμνηται αὐτοῦ ἐν τῷ ἐλάττονι ἄλφα.1 ἐν γοῦν τῷ μείζονι ἄλφα διαλέγεται περὶ τῆς ἐννοίας τῆς φιλοσοφίας καὶ δείκνυσιν ὅτι οὐκ ἔστι τὰ ὑλικὰ αἴτια κυρίως ἀρχαί, ὥσπερ καὶ Πλάτων φησί. διὸ καὶ ἀποδέχεται τὸν Ἀναξαγόραν· τῶν γὰρ ἄλλων, φησί, καθευδόντων ὥσπερ ἀπὸ κάρου ἀναστὰς Ἀναξαγόρας μόνος ἐπέστησε νοῦν βασιλεύειν τοῦ παντός. οὔτε δὲ τὰς ἰδέας φησὶν εἶναι τὰς πρώτας ἀρχάς, καθώς τινες ἐκλαμβάνουσιν, ἀλλὰ τοὺς λόγους. ἐν δὲ τῷ ἐλάττονι ἄλφα διαλέγεται περὶ τῶν φανοτάτων, τουτέστι τῶν πρώτων αἰτίων, ἅτινα φανότατα ὑπάρχει τῇ ἑαυτῶν φύσει, ἀλλ’ ἡμεῖς διὰ τὴν πολλὴν ἀσθένειαν οὐ δυνάμεθα προσβάλλειν αὐτοῖς, ὥσπερ καὶ τὸν ἥλιον φανότατον ὑπάρχοντα οὐ φέρουσιν αἱ νυκτερίδες διὰ τὸ ἀσθενὲς τῆς φύσεως. Ἐπειδὴ τοίνυν περὶ τῆς ἐννοίας τῆς φιλοσοφίας εἰρήκαμεν, ἄξιον μαθεῖν πόθεν ἦλθεν εἰς ἔννοιαν τῆς φιλοσοφίας ὁ Ἀριστοτέλης. ἵνα οὖν τοῦτο γνῶμεν, δεῖ ἡμᾶς εἰπεῖν οὕτως, ὅτι ἔχουσι τὰ ζῷα τὰς γνωστικὰς δυνάμεις· αἱ γὰρ αἰσθητικαὶ δυνάμεις γνωστικαὶ ὑπάρχουσι. καὶ τούτων τῶν ἐχόντων μνήμην καὶ αἴσθησιν τὰ μὲν ὑπάρχουσι μαθηματικά, τὰ δὲ φρόνιμα. καὶ μαθηματικὰ λέγει τὰ αἰσθανόμενα τῶν ψόφων καὶ γινώσκοντα ποῖαι μὲν φωναὶ ἀπειλητικαὶ ὑπάρχουσι, ποῖαι δ’ οὔ. τοιαῦτα δὲ ὑπάρχει κύων, ἵππος, οἱ ὄνοι τῶν Ἀλεξανδρέων, ὡς φησιν ὁ φιλόσοφος, καὶ τὰ ἄλλα τὰ τοιαῦτα· ψιττακὸς δὲ αἰσθάνεται καὶ μανθάνει. φρόνιμα δὲ ὑπάρχει οἷον τὰ περὶ τὰς πράξεις τὰς βιωτικὰς εὐπερίστροφα, χελιδών, μέλιττα, μύρμηξ. πάλιν τὰ ἔχοντα μνήμην ζῷα πάντως καὶ αἴσθησιν ἔχουσιν, οὐ πάντα δὲ τὰ ἔχοντα αἴσθησιν πάντως καὶ μνήμην ἔχουσι. καὶ ὅτι ἡ αἴσθησις δεῖται τῶν ἔξωθεν2 πρὸς τὸ ἐνεργεῖν, ἡ δὲ μνήμη οὐ δεῖται τῶν ἐκτὸς πρὸς τὸ ἐνεργεῖν. καὶ ὅτι ἡ πεῖρα μερικωτέρα ἐστὶ τῆς μνήμης· ἀπὸ γὰρ τῆς πείρας λαμβάνομεν καὶ ὕστερον μνημονεύομεν. καὶ ὅτι ἡ ἐμπειρία καθολικωτέρα ὑπάρχει τῆς μνήμης. διό φησιν ὁ Πλάτων “ἐμπειρία μὲν γὰρ ποιεῖ τὸν αἰῶνα ἡμῶν πορεύεσθαι κατὰ τέχνην, ἀπειρία δὲ κατὰ τύχην”. πολλαὶ γὰρ πεῖραι ὑπάρχει ἡ ἐμπειρία3 καὶ μνῆμαι, δύναται δὲ ὁ πειραθεὶς πολλάκις ἀναδραμεῖν ἐπὶ τὸ καθόλου. καὶ ἡ μὲν μνήμη θεωρεῖται καὶ ἐπὶ τῶν οὐσιῶν καὶ ἐπὶ τῶν πράξεων (λέγομεν γὰρ ὅτι ἔχω μνήμην τοῦ πατρὸς ἢ τοῦδε τοῦ φίλου καὶ ὅτι μέμνημαι πράξας τόδε),4 ἡ μέντοι γε πεῖρα ἐπὶ μόνης τῆς πράξεως λέγεται· οὔτε γὰρ ἐπὶ τῶν οὐσιῶν· οὐδεὶς γὰρ λέγει ὅτι πεῖραν ἔχω τοῦ πατρός, πεῖραν δὲ ἔχω τοῦ πράγματος· οὐ γὰρ τῆς οὐσίας ἀλλὰ τῆς πράξεως τῆς γενομένης ἐκ τῆς οὐσίας. ἡ δὲ τέχνη κρείττων ἐστὶ τῆς ἐμπειρίας· ἔχει γὰρ καὶ τὸ διότι. διὸ φησιν ὁ θεσπέσιος Πλάτων “τέχνην γὰρ οὐ καλῶ ὃ ἂν ᾖ ἄλογον πρᾶγμα”. ἐν δὲ ταῖς πράξεσι κρείττων ἡ πεῖρα τῆς τέχνης, ἐπεὶ ἡ μὲν τέχνη τὰ καθόλου οἶδεν, ἡ δὲ πεῖρα τὰ μερικά· αἱ δὲ πράξεις περὶ τὰ μερικὰ καταγίνονται. πάλιν ἡ ἀρχιτεκτονικὴ ἐπαναβέβηκε τὴν τέχνην· ἐπιτάττει γὰρ ὁ ἀρχιτέκτων τοῖς καθ’ ἕκαστα τεχνίταις ὥσπερ ὁ ἰατρὸς τοῖς καθ’ ἕκαστα. αἱ δὲ ἐπιστῆμαι περὶ τὰ ἄυλα. αὖθις δὲ τὰς κατὰ μέρος ἐπιστήμας ἐπαναβέβηκεν ἡ πρώτη φιλοσοφία, ἅτε δὴ τὰς ἀρχὰς αὐτῶν ἀποδεικνύουσα. ἐντεῦθεν κατὰ μέρος προερχόμενος ἦλθεν εἰς ἔννοιαν τῆς φιλοσοφίας, ἥτις ἐστὶν ἐπιστήμη ἐπιστημῶν ὡς ἀποδεικνύουσα αὐτάς.
但这并非实情;因为亚里士多德的气力无论从文句还是从思想来看都得以保全,而且尤为重要的是,他在小阿尔法篇中提到了它〔大阿尔法篇〕。无论如何,在大阿尔法篇中他讨论了哲学的概念,并指明质料因本真地讲并不是原理,正如柏拉图所说的那样。为此他也赞许阿那克萨戈拉;因为他说,在其他人沉睡之际,唯独阿那克萨戈拉仿佛从昏睡中醒来,确立了理智来统御宇宙万物。他也没有如某些人所领会的那样说相是第一原理,而是说是定义。另一方面,在小阿尔法篇中他讨论了最显明之物,即第一诸原因,它们凭自身的本性是最为显明的,但我们由于自身的极大软弱而不能对准它们,正如蝙蝠由于本性的软弱而不能忍受最为显明的太阳一样。 既然我们谈论了哲学的概念,那么值得了解的是亚里士多德从何处走向了哲学的概念。因此,为了让我们知晓这一点,我们必须这样说:动物具有认知官能;因为感觉官能是认知性的。在这些具有记忆与感觉的动物中,有些是能够受教的,有些则是明智的。他所说的“能够受教”,是指那些能感知声响并知晓何种发声具有威胁性而何种发声不然的动物。这类动物有狗、马、亚历山大里亚人的驴(如那位哲学家所说)以及其他此类动物;而鹦鹉则能感觉并学习。明智的动物则是指在生计行动方面机敏变通的动物,例如燕子、蜜蜂、蚂蚁。再次,具有记忆的动物必定也具有感觉,但并非所有具有感觉的动物都必定具有记忆。此外,感觉需要借助外物才能施行现实活动,而记忆不需要外物就能施行现实活动。此外,个别尝试比记忆更为个别;因为我们从个别尝试中领受,随后予以记忆。此外,经验比记忆更为普遍。为此柏拉图说:“经验使我们的一生依凭技艺而前行,无经验则使之依凭偶然。” 因为经验乃是多次的尝试与记忆,而经历了多次尝试的人能够回溯至普遍者。记忆既可见于实体亦可见于行动(因为我们说“我保有对我父亲或对这位朋友的记忆”,以及“我记得曾做过此事”),但尝试唯独就行动而言;因为并不就实体而言;因为没有人会说“我对我父亲有尝试”,而是说“我对该事物有尝试”;因为这不是就实体而言,而是就源于实体的行动而言。技艺优于经验;因为它还具有关于“为何”的说明。为此神圣的柏拉图说:“因为若是不合情理之事,我便不称之为技艺。”然而在行动中,尝试优于技艺,因为技艺知晓普遍者,而尝试知晓个别者;行动正是围绕着个别者展开的。再次,统领性技艺凌驾于各门技艺之上;因为建筑师吩咐各个具体的工匠,正如医生吩咐各个具体〔助手〕一样。诸科学则是关于非质料之物的。第一哲学进而凌驾于各门具体科学之上,因为它恰恰论证了它们的原理。他从这里循序渐进地向前迈进,走向了哲学的概念,而哲学作为论证各门科学的科学,乃是诸科学的科学。
- 1.2μέμνηται αὐτοῦ ἐν τῷ ἐλάττονι ἄλφα
动词 μέμνηται 的主语承前指 Ἀριστοτέλης,属格代词 αὐτοῦ 为中性单数,指代前文的 τὸ μεῖζον ἄλφα(大阿尔法篇)。此处表达的是文本间的内在互引关系,即“他[亚里士多德]在小阿尔法篇中提到了大阿尔法篇”,而非指提到某个人物。
- 1.2καὶ ὅτι ἡ αἴσθησις δεῖται τῶν ἔξωθεν
接续出现的多个 καὶ ὅτι 从句是由连词并列引出的名词性从句,受前文 δεῖ ἡμᾶς εἰπεῖν οὕτως, ὅτι... 的统辖,无需重复主句谓语即可顺次列举认知阶梯的各个命题。
- 1.2πολλαὶ γὰρ πεῖραι ὑπάρχει ἡ ἐμπειρία
句子的语法主语是带定冠词的单数名词 ἡ ἐμπειρία,系词 ὑπάρχει 在数上与其一致。不带冠词的复数 πολλαὶ πεῖραι 则是前置的表语(“经验乃是多次的尝试”)。
- 1.2μέμνημαι πράξας τόδε
与表示记忆的动词 μέμνημαι 连用的主格分词 πράξας 是补充性分词(supplementary participle),表示主语直接回忆起自身过去所做过的行动(“我记得曾做过此事”),并与前面的属格对象结构(μνήμην τοῦ πατρός)构成对照。
