← 特拉勒斯的阿斯克勒庇乌斯

亚里士多德《形而上学》注释(卷A–Z)

§47.14-48.26

作为中间物的数学对象与相的原理

注疏亚里士多德《形而上学》987b14–22,阐释了介于感觉对象与相之间的数学对象的性质(及其与灵魂的象征性对应)、由“大与小”(质料)与“一”(形式)构成的相之原理学说,以及毕达哥拉斯派与柏拉图共有的将“一”视作实体而非附属性偶性的观点。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.54

" Ἔτι δὲ παρὰ τὰ αἰσθητὰ καὶ τὰ εἴδη." Μεταξὺ λέγει ὁ Πλάτων τὰ μαθήματα τῶν ἰδεῶν καὶ τῶν αἰσθητῶν. οὔτε γὰρ πάντῃ αὐτὰ καθ’ αὑτὰ ἐν ὑποστάσει ὑπάρχουσιν χωριστὰ παντελῶς ὕλης ὥσπερ αἱ ἰδέαι (τὰ γὰρ μαθήματα καὶ ἐν τῇ ὕλῃ θεωροῦνται· ἔστι γὰρ χαλκοῦν τρίγωνον· καὶ κατὰ ἀφαίρεσιν δὲ θεωροῦνται τῇ ἐπινοίᾳ) οὔτε ὅμοια ὑπάρχουσι τοῖς αἰσθητοῖς· τὰ γὰρ αἰσθητὰ καὶ ἐν κινήσει ὑπάρχουσι καὶ φθαρτά εἰσι, τὰ δὲ μαθήματα ἀίδια καὶ ἀκίνητα. εἰδέναι δὲ χρὴ ὅτι συμβολικῶς ὁ Πλάτων διὰ τῶν μαθημάτων τὴν ψυχὴν δηλοῖ, ἥτις μέση ἐστὶ τῶν πάντῃ χωριστῶν τῆς ὕλης καὶ ἀιδίων καὶ τῶν πάντῃ ἀχωρίστων, τουτέστι τῶν ἐνύλων εἰδῶν, ἐπειδή, φησί, ποτὲ μὲν χωρίζεται σώματος, ποτὲ δ’ ἐλλάμπει ἐν αὐτῷ. τοῦτο οὖν φησιν ὅτι ἔτι δὲ παρὰ τὰ αἰσθητὰ καὶ τὰς ἰδέας τὰ μαθηματικὰ τῶν πραγμάτων μεταξύ φησιν εἶναι τούτων. διαφέρουσι γὰρ τῶν μὲν αἰσθητῶν τὰ μαθηματικὰ τῷ εἶναι ἀίδια καὶ ἀκίνητα (ἡ γὰρ ψυχὴ ἀκίνητός ἐστι καὶ ἀίδιος), τὰ δ’ αἰσθητὰ φθαρτὰ ὑπάρχουσι καὶ ἐν κινήσει· τῶν δὲ εἰδῶν διαφέρουσι τῷ τὰς μὲν ἰδέας ἕν τι τῷ ἀριθμῷ εἶναι (ἕν γὰρ εἶδος πάντων τῶν ἀνθρώπων καὶ τῶν ἄλλων ὁμοίως· καὶ ἔθος αὐτῷ τῷ Πλάτωνι ἕν τι καλεῖν τὰ παντελῶς χωριστὰ τῆς ὕλης, τὰ δέ ποτε ἐλλάμποντα αὐτῇ πολλὰ καλεῖ), τὰ δὲ μαθηματικὰ τὴν ἐν τοῖς πολλοῖς, τουτέστι τοῖς αἰσθητοῖς καὶ τοῖς καθ’ ἕκαστα, δηλοῦν ὁμοιότητα.1 οὐ γὰρ ἔστιν αὐτὰ καθ’ αὑτὰ ὑφεστῶτα ἀλλ’ ἐπινοίᾳ, χωρισθείσης τῶν ἐνύλων τῆς τε ὕλης καὶ τῆς κινήσεως, καθ’ ἃ καὶ μεθ’ ὧν ἔστιν.

“此外,在感觉对象与形式之外。” 柏拉图称数学对象处于相与感觉对象之间。因为它们既不是像相那样完全脱离质料而全凭自身并在实在中独立存立(因为数学对象也在质料中被观察到;事实上存在青铜的三角形;而且它们也借着抽象在思维中被观察到),也不是像感觉对象那样存立;因为感觉对象处于运动之中且是可毁灭的,而数学对象则是永恒且不动的。但应当知道的是,柏拉图借由数学对象象征性地指明了灵魂,灵魂处于完全脱离质料且永恒的事物与完全不可脱离质料的事物(即具质料的形式)之间,他说,因为灵魂有时脱离身体,有时又在身体中照耀映现。因此,他指的是:此外,在感觉对象与相之外,他说事物中的数学对象处于这些之间。因为数学对象不同于感觉对象在于它们是永恒且不动的(因为灵魂是不动且永恒的),而感觉对象是可毁灭的且处于运动之中;它们不同于形式则在于:一方面诸相在数目上是一(因为所有人以及其他事物都同样只有一个形式;而柏拉图本人的习惯是将完全脱离质料的事物称为“一”,而将在质料中不时照耀映现的事物称为“多”),另一方面数学对象则指明在多数事物(即感觉事物和个别事物)之中的相似性。因为它们不是凭自身存立的,而是在思维中存立的,当质料与运动——它们赖以存在且与之共存者——从具质料之物中被分离出来时。

§1.55

"Ἐπειδὴ αἴτια τὰ εἴδη τοῖς ἄλλοις." Ἐπειδή, φησίν, αἰτίας ὑπετίθεντο τῶν τῇδε πραγμάτων τὰς ἰδέας (κατὰ μέθεξιν γὰρ ἔλεγον γίνεσθαι τὰ τῇδε ἐκ τῶν ἰδεῶν), τὰ ἐκείνων στοιχεῖα καὶ ἀρχάς, τῶν ἰδεῶν, ἀρχὰς πάντων τῶν ὄντων ὑπέλαβον. τῷ ὄντι γὰρ ἐκ τῆς ἑνάδος αἱ ἰδέαι, τουτέστιν ἐκ τῆς μιᾶς τῶν πάντων ἀρχῆς οἱ δημιουργικοὶ λόγοι· ἐκ δὲ τῶν δημιουργικῶν λόγων τὰ τῇδε γίνεται πάντα. ὡς μὲν οὖν ὕλην τὸ μέγα καὶ μικρὸν ἀρχὰς ὑπετίθεντο τῶν ὄντων, τουτέστι τὴν δυάδα. ἡ γὰρ δυὰς ἄρχεται πρώτη διαιρέσεως· τοιαύτη δὲ ἡ ὕλη ἐπ’ ἄπειρον οὖσα διαιρετή. τὰς οὖν ἰδέας ἀρχὰς καὶ αἰτίας εἶναι τοῖς ἄλλοις ἅπασι τοῦ εἶναι (κατὰ μέθεξιν γὰρ ἐκείνων τὰ ἄλλα), τὰς δὲ τῶν ἰδεῶν ἀρχὰς πάντων ἀρχὰς ἔθετο· ἀρχὰς δὲ τῶν ἰδεῶν ὡς μὲν ὕλην καὶ ὑποκείμενον τὸ μέγα καὶ τὸ μικρόν, δυάδα τινὰ οὖσαν, ὥς φησιν, ἀόριστον, ὡς δὲ οὐσίαν καὶ εἶδος τὸ ἕν,2 τουτέστιν ἐξ ὕλης καὶ εἴδους. τοῦτο δὲ ὅπως ἔλεγεν, ἑξῆς λέγει ἐξ ἐκείνων γὰρ κατὰ μέθεξιν τοῦ ἑνὸς τὰ εἴδη εἶναι καὶ τοὺς ἀριθμούς. ἐξ ἐκείνων, τουτέστι τοῦ μεγάλου καὶ τοῦ μικροῦ, συνιόντων καὶ εἰδοποιουμένων ὑπὸ τοῦ ἑνὸς κατὰ μέθεξιν, τουτέστι τῷ μεταλαμβάνειν αὐτοῦ, τὰ εἴδη, φημὶ δὴ τὰς ἰδέας, αἵτινες καὶ αὐταί εἰσιν ἀριθμοί· εἰδητικοὺς γὰρ ἀριθμοὺς τὰς ἰδέας λέγουσιν.

“既然形式是其他事物的原因。” 他说,既然他们假定相是此地诸事物的原因(因为他们说此地的事物是借着分有而由相生成的),他们便认为那些相的元素与原理,也就是相的原理,是一切存在者的原理。因为真实地,诸相来自一元,即造物性的诸理型来自万物的唯一原理;而由造物性的诸理型生成了此地的一切事物。因此作为质料,他们假定“大与小”作为存在者的原理,也就是“二”。因为“二”是划分的最初开端;而质料也是这般的,是无限可分的。因此,诸形式是一切其他事物存在的原理与原因(因为其他事物是借着分有它们而存在的),而他将诸相的原理设定为一切事物的原理;作为诸相的原理,一方面作为质料与基底的是“大与小”,如他所说,即某种不定之二,另一方面作为实体与形式的是“一”,换言之即由质料与形式组成。至于他如何主张这一点,他接下来便说道:因为诸形式和数是由那些通过分有一而存在的。由那些,即由大与小结合并在分有下由一赋予形式(也就是借着分有一),生成了诸形式,我指的正是诸相,而它们自身也就是数;因为他们将诸相称为形式之数。

§1.56

"Τὸ μέντοι γε ἓν οὐσίαν εἶναι καὶ μὴ ἕτερόν τι τὸ ἓν λέγεσθαι." Τὸ γὰρ ἓν τοῦτο οὐ κατά τινος ἄλλου ὄντος κατηγόρουν, ἀλλ’ οὐσίαν τινὰ τὸ ἓν ὑπετίθεντο εἶναι ἐν τῷ ἓν εἶναι τὸ εἶναι ἔχουσαν. τοῦτο δὲ καὶ περὶ Πλάτωνος ἱστορεῖ ὅτι παραπλησίως ἐκείνοις τὸ ἓν οὐσίαν ἔλεγεν εἶναι, οὐκ ἄλλο τι ὂν κατὰ τὸ ὑποκείμενον. τοῦτό τε οὖν, φησί, παραπλησίως ἐκείνοις Πλάτων λέγει, καὶ τὸ ἀρχὰς καὶ αἰτίας τῶν ὄντων τοὺς ἀριθμοὺς τίθεσθαι.3

“然而‘一’是实体,且‘一’并不是就某个别的东西而被述说的。” 因为他们并没有把这个“一”陈述为某个其他存在者的谓词,而是假定“一”是某种在“是一”之中具有其存在的实体。关于柏拉图他也同样记述道,柏拉图与他们相仿,也主张“一”是实体,而不是在基底上作为某个别的东西。他说,因此柏拉图一方面与他们相仿地主张这一点,另一方面也同样主张将诸数设定为存在者的原理与原因。

语法注3 条
  1. 1.54τῷ τὰς μὲν ἰδέας ἕν τι τῷ ἀριθμῷ εἶναι ... τὰ δὲ μαθηματικὰ τὴν ἐν τοῖς πολλοῖς ... δηλοῦν ὁμοιότητα

    带定冠词与格 τῷ 统摄两个并列的不定式从句,表述数学对象区别于形式的原因或方面。其内部由 μέν ... δέ 构成并列结构:一方面是诸相在数目上是一(τὰς μὲν ἰδέας ... εἶναι),另一方面是数学对象表明在多数对象中的相似性(τὰ δὲ μαθηματικὰ ... δηλοῦν)。

  2. 1.55ἀρχὰς δὲ τῶν ἰδεῶν ὡς μὲν ὕλην καὶ ὑποκείμενον τὸ μέγα καὶ τὸ μικρόν ... ὡς δὲ οὐσίαν καὶ εἶδος τὸ ἕν

    主语承前文动词 ἔθετο 的主语柏拉图。名词短语 τὸ μέγα καὶ τὸ μικρόν 与 τὸ ἕν 作动词 ἔθετο 的直接宾语,分别带有由 ὡς 引出的宾语补足语(ὡς μὲν ὕλην καὶ ὑποκείμενον 以及 ὡς δὲ οὐσίαν καὶ εἶδος),构成双重宾格结构。

  3. 1.56τοῦτό τε οὖν, φησί, παραπλησίως ἐκείνοις Πλάτων λέγει, καὶ τὸ ἀρχὰς καὶ αἰτίας τῶν ὄντων τοὺς ἀριθμοὺς τίθεσθαι

    主句动词 λέγει 带有由 τε ... καί 连接的两个并列直接宾语:指示代词 τοῦτο 与由冠词名词化的宾格不定式短语 τὸ ... τίθεσθαι。整个句子的结构为:柏拉图一方面与他们相仿地谈及“这一点”(一为实体),另一方面也谈及“将数设定为存在者的原理与原因”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:47.14-48.26