← 特拉勒斯的阿斯克勒庇乌斯

亚里士多德《形而上学》注释(卷A–Z)

§46.9-47.13

形式的分有与感觉个物的同名性

针对亚里士多德《形而上学》987b9中关于“与形式同名的多数事物借分有而存在”的论述,阿斯克勒庇俄斯探讨了感觉个别事物与相之间的同名与同名异义关系,并分析了从毕达哥拉斯派的“模仿”到柏拉图的“分有”的术语转变。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.53

" Κατὰ μέθεξιν γὰρ εἶναι τὰ πολλὰ τῶν συνωνύμων τοῖς εἴδεσιν.1" Πολλὰ οὖν λέγει τὰ αἰσθητά, ὅτι ἐκ τοῦ καθόλου, φησί, κατὰ μέθεξιν ὑπάρχουσι τὰ πολλά· ἐκ γὰρ τοῦ ἁπλῶς καλοῦ καὶ δικαίου καὶ τῶν ἄλλων ἁπάντων τὸ τῇδε καλὸν καὶ τὸ τῇδε δίκαιον. πολλὰ οὖν λέγει τὰ αἰσθητά, ἢ ὅτι οὐ πάντων τῶν αἰσθητῶν ἔλεγον εἶναι ἰδέας· τῶν γὰρ κατὰ σχέσιν τε καὶ τῶν πρός τι οὐκ ἐτίθεντο ἰδέας, ἀλλ’ οὐδὲ τῶν παρὰ φύσιν τινός, οὔτε δὲ ὅλως τῶν κακῶν. κατὰ μέθεξιν οὖν τῶν εἰδῶν ὑπάρχουσι τὰ πολλά, συνώνυμα ὄντα ἀλλήλοις τὰ πολλά· οὔτε γὰρ τοῖς εἴδεσι συνώνυμα. τὰ γὰρ πολλὰ καὶ συνώνυμα ἀλλήλοις κατὰ μέθεξιν τὸ εἶναι ἔχει ἰδέας μιᾶς. οὐ γὰρ πάντα 〈μιᾶς〉 ἰδέας μετέχει, ἀλλ’ ὅσα ὁμοειδῆ τέ ἐστιν ἀλλήλοις καὶ συνώνυμα, ὡς ἄνθρωποι, ἵπποι, βόες, ἀλλήλοις· οὐ γὰρ ἂν ταῖς ἰδέαις λέγοι τὰ αἰσθητὰ συνώνυμα εἶναι ἱστορῶν τὴν Πλάτωνος δόξαν, ἐκείνου ὁμωνύμους λέγοντος τὰς ἰδέας ὡς τὰ ἀφ’ ἑνὸς καὶ πρὸς ἕν.2 ἢ οὐδὲ κατὰ Πλάτωνα ὁμώνυμοι αἱ ἰδέαι τοῖς πρὸς αὐτάς, ἀλλὰ συνώνυμοι· ἐν οἷς γὰρ χρῆται τῷ ὁμωνύμῳ ὀνόματι, κοινότερον ἀντὶ τοῦ συνωνύμου χρῷτο ἄν. εἰ γὰρ μὴ κατὰ τὸν λόγον καὶ τὸ εἶδος ὡμοίωται τῇ ἰδέᾳ τὰ πρὸς αὐτήν, κατὰ τί ἂν ἄλλο; οὐδὲν γὰρ ἐκείναις ὑπάρχει ἔτι ἄλλο, οὐδέ τι αὐταῖς συμβέβηκεν. τὰ δὲ κατὰ τὸ εἶδος ὅμοια συνώνυμα. εἰ γὰρ ὁ αὐτοάνθρωπος εἶδός τί ἐστιν ἁπλοῦν, φανερὸν ὅτι τὸ ὡμοιωμένον αὐτῷ κατὰ τὸ εἶδος ἂν ὡμοίωτο. ἀλλὰ μὴν οἱ ὁρισμοὶ κατὰ τὸ εἶδος καὶ τῶν ἐνύλων· ὥστε εἰ κατὰ τὸ εἶδος οἱ ἄνθρωποι τὸ εἶναι ἔχουσιν, ὅμοιοι ἂν εἶεν τῇ ἰδέᾳ, οὐδὲν ἄλλο οὔσῃ, καὶ ὁ ὁρισμὸς ἂν αὐτῶν ὁ αὐτὸς καὶ τῆς ἰδέας εἴη. ἔτι εἰ καὶ μὴ ὁριστὰ ταῦτα ἀλλὰ τὰ εἴδη, ἀλλ’ οἵ γε ὁρισμοὶ ἐκείνων καὶ ἐπὶ τούτων λέγονται· τὸ γὰρ ζῷον λογικὸν θνητὸν καὶ κατὰ τῶν αἰσθητῶν κατηγορεῖται ἀνθρώπων, εἰ καὶ μὴ κυρίως τούτων ἐστὶν ὁρισμός. τὴν δὲ μέθεξιν, φησίν, τοὔνομα μετέβαλε, τουτέστι μετέθηκε· τὴν γὰρ ὑπὸ τῶν Πυθαγορικῶν λεγομένην μίμησιν αὐτὸς μεταβαλὼν μέθεξιν εἶπε. ταύτην μέντοι τὴν μέθεξίν τε καὶ μίμησιν τίς τέ ἐστι καὶ πῶς γίνεται, οὔτε οἱ Πυθαγόρειοι εἶπον οὔτε ὁ Πλάτων, ἀλλ’ εἴασαν αὐτὴν ἐν κοινῷ ζητεῖσθαι. ἰστέον δὲ ὅτι εἶπεν ὁ Πλάτων ἐν τῷ Παρμενίδῃ περὶ αὐτῶν, ὅτι τὰ ἐφιέμενα τοῦ ἀγαθοῦ πάντα οὕτως γίνονται· πάντα γὰρ ἐφίενται τοῦ ἀγαθοῦ, καὶ πλωτὰ καὶ πεζὰ καὶ ἀέρια, ὥς φησι καὶ ὁ Ἀριστοτέλης. κατὰ μίμησιν οὖν λέγουσιν οἱ Πυθαγόρειοι γίνεσθαι τὰ ἄλλα τῶν πρώτων ἀριθμῶν, οὓς καὶ λέγει κυρίως εἶναι, καὶ ἐξ αὐτῶν τὰ ἄλλα γίνεσθαι, φημὶ δὲ ἐκ τῆς μονάδος καὶ τῆς δυάδος, ταὐτὸν δὲ εἰπεῖν ἐξ ὕλης καὶ εἴδους.

“因为与形式同名的多数事物是借着分有而存在的。” 因此,他称感觉对象为“多数事物”,他说,这是因为多数事物是从普遍者借着分有而存在的;因为从绝对的美、正义和所有其他事物中,才存在这里的美和这里的正义。抑或是他称感觉对象为“多数事物”,是因为他们并不是说一切感觉对象都有相;因为他们没有设定关系事物和相待者的相,也没有设定任何反乎自然之物的相,更完全没有设定恶之物的相。因此多数事物是借着分有形式而存在的,多数事物是彼此同名的;因为它们并不与形式同名。因为多数且彼此同名的对象,是通过分有一个相而具有其存在的。因为并非所有事物都分有一个相,而是凡彼此同种且同名者才如此,正如彼此之间的诸人、诸马、诸牛;因为在叙述柏拉图的见解时,他不会说感觉对象与相是同名的,因为那位哲人将相表述为同名异义的,如同从一者而来且朝向一者之物。抑或即使按照柏拉图,相就与它们相关联的事物而言也不是同名异义的,而是同名的;因为在他使用“同名异义”这一名称的地方,他大概是更宽泛地用来代替“同名”。因为与相相关联的事物如果不是按照定义和形式与相相似,还能按照别的什么相似呢?因为不再有任何别的东西属于那些〔相〕,也没有任何东西偶性地附着于它们。而按照形式相似的事物是同名的。因为如果“人本身”是某种单纯的形式,显然与它相似的事物乃是按照形式而与它相似的。然而,具质料之物的定义确实也是按照形式的;因此,如果诸人按照形式具有其存在,他们就会与不过就是形式的相相似,而他们的定义与相的定义也会是相同的。再者,即使这些事物不是可定义的,而形式才是可定义的,但形式的定义也是被用来陈述这些事物的;因为“必死的理性动物”也谓述感觉中的人,即使这严格而言并非它们的定义。他说,〔柏拉图〕将名称改换为“分有”,也就是说予以置换;因为他将毕达哥拉斯派所说的“模仿”加以改变,亲自称之为“分有”。然而,这分有和模仿究竟是什么以及如何发生,毕达哥拉斯派和柏拉图都没有说明,而是任由它作为一个共同问题被探求。但应当明了的是,柏拉图在《巴门尼德篇》中谈及它们时曾说,所有追求善的事物都是这样生成的;因为一切事物都追求善,不论是游水之物、陆行之物还是飞空之物,正如亚里士多德也说的。因此毕达哥拉斯派主张,其他事物是按照对原始诸数的模仿而生成的,他甚至说原始诸数才本原地存在,而其他事物由它们生成,我指的是由一和二生成,换言之即由质料和形式生成。

语法注2 条
  1. 1.53τῶν συνωνύμων τοῖς εἴδεσιν

    亚里士多德在引文(987b9)中的表述。阿斯克勒庇俄斯从句法上提供了两种解读:其一,认为感觉事物(τὰ πολλά)并非直接与形式同名,而是彼此之间同名,与形式的关系是通过分有形成的(κατὰ μέθεξιν τῶν εἰδῶν);其二,按字面将与格 τοῖς εἴδεσιν 视为 συνωνύμων 的补足语,主张具质料之物因按形式分有定义,故而确实与形式本身同名。

  2. 1.53ἐκείνου ὁμωνύμους λέγοντος τὰς ἰδέας ὡς τὰ ἀφ’ ἑνὸς καὶ πρὸς ἕν

    独立属格结构,主语 ἐκείνου 指柏拉图。由 ὡς 引导的短语 τὰ ἀφ’ ἑνὸς καὶ πρὸς ἕν(“如同从一者而来且朝向一者之物”)修饰谓词宾格 ὁμωνύμους,说明柏拉图所指的同名异义并非纯粹偶然的同音异义,而是基于与核心一者的关联(核心歧义/类比同名异义)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:46.9-47.13