← 特拉勒斯的阿斯克勒庇乌斯

亚里士多德《形而上学》注释(卷A–Z)

§45.15-46.8

结合流变说与普遍定义而确立相论

阿斯克勒庇俄斯针对亚里士多德《形而上学》987a29的论述,阐释了柏拉图如何将赫拉克利特派的流变说与苏格拉底对普遍定义的寻求相结合,进而确立了脱离可变感觉对象的相论的逻辑历程。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.52

" Μετὰ δὲ τὰς εἰρημένας φιλοσοφίας." Ἐφεξῆς τὴν Πλάτωνος ἐκτίθεται δόξαν καί φησιν αὐτὸν τὰ μὲν πολλὰ ἀκολουθῆσαι τοῖς Πυθαγορείοις, ἔχει δὲ καὶ ἴδιά τινα ἡ Πλάτωνος φιλοσοφία παρὰ τοὺς Ἰταλικούς· λέγει δὲ τὰς ἰδέας. ἰστέον δὲ ὅτι κἀκεῖνοι ἔλεγον τὰς ἰδέας, ἀλλὰ ἀριθμοὺς ταῦτα ὑπετίθεντο. νέος γὰρ ὑπάρχων συνεγένετο Κρατύλῳ τῷ Ἡρακλειτείῳ καὶ ὑπέλαβεν, ὅτι πάντα τὰ αἰσθητὰ ἐν ῥύσει ὑπάρχουσι καὶ οὐδέποτε ἵστανται, καὶ ταύτην ἐφύλαξε τὴν δόξαν ὡς ἀληθῆ. Σωκράτους δὲ περὶ μὲν τὰ ἠθικὰ πραγματευσαμένου καὶ ἐν τούτοις τὸ καθόλου ζητοῦντος (διαλαμβάνων γὰρ περὶ καλοῦ ἤ τινος ἄλλου ἐζήτει καθόλου τί τὸ καλόν ἐστιν, οὐ τόδε τὸ καλὸν λαμβάνων) καὶ ὁρίζεσθαι τὸ προκείμενον ἀεὶ πειρωμένου (περὶ δὲ τῶν φυσικῶν οὐδέν, φησίν, ἐπραγματεύσατο· πῶς δὲ λέγει περὶ Σωκράτους πρῶτον ἐπιστῆσαι περὶ ὁρισμῶν, εἴ γε καὶ οἱ Πυθαγόρειοι ἐπειρῶντο τοῦτο ποιεῖν, ὡς προείρηκεν, ὄντες αὐτοῦ πρεσβύτεροι; ἢ ὅτι ἐκεῖνοι, ὡς εἶπε, μαλακῶς καὶ ἀμεθόδως),1 ἀποδεξάμενος οὖν2 Σωκράτους τὴν περὶ τοὺς ὁρισμοὺς καὶ τὸ καθόλου πραγματείαν, ὑπέλαβε τούτους ἑτέρων τινῶν γίνεσθαί τε καὶ εἶναι φύσεων3 καὶ οὐ τῶν αἰσθητῶν τινος, οὐδὲ τοῦ ἐπὶ τούτοις καθόλου·4 ταῦτα γὰρ καὶ τὰ ἐν τούτοις πάντα, ἐν οἷς καὶ τὰ καθόλου, ἀεὶ ῥεῖν τε καὶ μεταβάλλειν καὶ μηδέποτε ἐπὶ τῆς αὐτῆς φύσεως μένειν· διὸ καὶ ἀδύνατον εἶναι τὸν κοινὸν καθόλου ὅρον (τοιοῦτοι γὰρ οἱ ὁρισμοί) τῶν αἰσθητῶν τινος εἶναι, διὰ τὸ ταῦτα μηδὲ ὁριστὰ εἶναι τῷ μὴ μένειν τὰ αὐτά. καὶ ταύτας δὲ τὰς φύσεις τὰς παρὰ τὰ αἰσθητά (φημὶ δὴ τὰ καθόλου) ὧν οἱ ὁρισμοὶ ὑπάρχουσιν, ἰδέας προσηγόρευσεν. ἀπεδέξατο οὖν ἐν τούτοις τὸν Σωκράτη. ὑπέλαβεν οὖν ὅτι ἑτέρων τινῶν οἱ ὁρισμοί εἰσι, τῶν καθόλου καὶ οὐ τῶν καθ’ ἕκαστα διὰ τὴν μεταβολὴν αὐτῶν. τὰ οὖν καθόλου, ὡς εἴρηται, ἰδέας προσηγόρευσεν, τὰ δὲ αἰσθητὰ παρὰ ταῦτα· ἐκ τούτων οὖν τῶν ἰδεῶν καὶ τὰ αἰσθητὰ ἔφασκεν εἶναί τε καὶ λέγεσθαι.

“在上述诸哲学体系之后。” 接着他阐述柏拉图的见解,并说柏拉图在大多数方面追随了毕达哥拉斯派,但柏拉图的哲学较之意大利学派[毕达哥拉斯派]也拥有某些特有的特征;他指的是相。然而应当明了的是,那些哲人也曾谈论相,但将它们假定为数。因为柏拉图年轻时曾师从赫拉克利特派的克拉底鲁,并认为一切感觉对象皆在流变之中且从不止息,并将这种见解作为真理保留下来。而在苏格拉底致力于伦理事务并在其中寻求普遍者(因为在探讨美或别的事物时,他寻求的是美普遍而言是什么,而不是选取这一个美的事物),并且始终尝试给所设定的论题下定义(他说苏格拉底对自然事物则全然未予探讨;然而,如果毕达哥拉斯派正如前文所说作为长于苏格拉底的人也曾尝试这样做,他又怎么会说苏格拉底是第一个关注定义的人呢?抑或是因为那些人正如他所说,做得松弛而缺乏方法?)的情况下,接纳了苏格拉底关于定义和普遍者的探讨的柏拉图,遂认为这些定义产生并属于某些其他的自然本性,而不属于任何感觉对象,也不属于在这些对象之上的普遍者。因为这些感觉对象及其中的一切事物——普遍者也在其中——始终在流变与变化,决不保留在同一自然本性中;因此,共同的普遍定义(因为定义正是如此)绝不可能属于任何感觉对象,因为这些对象由于不保持同一甚至根本不是可定义的。而这些脱离感觉对象的自然本性(我说的正是普遍者),亦即定义所隶属者,他称之为“相”。因此,他在这些方面接纳了苏格拉底。于是他认为,定义属于某些其他事物,即属于普遍者,而不属于个别者,这是由于后者的变异性。因此,正如所说的那样,他将普遍者称为相,而将感觉对象置于这些之外;由此,他主张感觉对象正是从这些相而来,才得以存在并被表述。

语法注4 条
  1. 1.52ἢ ὅτι ἐκεῖνοι, ὡς εἶπε, μαλακῶς καὶ ἀμεθόδως

    这是针对前句问句(πῶς δὲ λέγει...)的简略回答句式。在引出解释的 ἢ ὅτι(“抑或是因为……”)之后省略了述语动词(如 ἐπειρῶντο 或 ἐπέστησαν),副词短语 μαλακῶς καὶ ἀμεθόδως 直接与之配合。

  2. 1.52Σωκράτους δὲ περὶ μὲν τὰ ἠθικὰ πραγματευσαμένου ... ἀποδεξάμενος οὖν

    此句包含长篇插入成分的周期句结构。在属格独立结构(Σωκράτους δὲ ... πραγματευσαμένου ... ζητοῦντος ... πειρωμένου)之后,经过解释性的插话,句子通过主格阳性单数分词 ἀποδεξάμενος οὖν(其逻辑主语为柏拉图)配合复述连词 οὖν 得以恢复,并引向主要动词 ὑπέλαβε。

  3. 1.52τούτους ἑτέρων τινῶν γίνεσθαί τε καὶ εἶναι φύσεων

    阳性宾格代词 τούτους 指涉前文的 τοὺς ὁρισμούς,充当不定式 γίνεσθαί τε καὶ εἶναι 的主语性宾格;ἑτέρων τινῶν ... φύσεων 则作为从属或领属的表语性属格,意为“这些定义产生并属于某些其他的自然本性”。

  4. 1.52οὐδὲ τοῦ ἐπὶ τούτοις καθόλου

    介词 ἐπί 接与格 τούτοις(即感觉事物)构成的短语,指涉内在或附加于感觉具体物之上的普遍者。这不仅将感觉事物本身(τῶν αἰσθητῶν τινος),而且将内在其中的普遍者也排除在定义的真正对象之外,从而与超离的相(παρὰ τὰ αἰσθητά)作出区分。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:45.15-46.8