- 底本
- Asclepius, In Aristotelis Metaphysicorum Libros A-Z Commentaria. Commentaria in Aristotelem Graeca VI.2, ed. M. Hayduck, Berlin: Reimer 1888, pp. 1-452. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:44.6-45.14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注释亚里士多德在讨论自然哲学家和毕达哥拉斯派之后转向柏拉图学说之处(987a29)。阿斯克勒庇俄斯辩护柏拉图完全继承了毕达哥拉斯派,梳理了柏拉图从克拉底鲁到苏格拉底寻求普遍者与定义的发展脉络、相论的形成,以及柏拉图自身关于运动与静止的见解。
" Μετὰ δὲ τὰς εἰρημένας φιλοσοφίας ἡ Πλάτωνος ἐπεγένετο πραγματεία." Ἐκθέμενος τὰς τῶν Πυθαγορείων δόξας καὶ τῶν ἄλλων τῶν φυσικῶν περὶ τοῦ γνῶναι,1 ποίαις ἀρχαῖς τῶν ὄντων ἐκέχρηντο, ἐντεῦθεν ἐκτίθεται καὶ τὴν Πλάτωνος δόξαν, βουλόμενος δεῖξαι ποίαις ἀρχαῖς τῶν ὄντων καὶ αὐτὸς ἐκέχρητο, καί φησιν ὅτι τὰ πολλὰ τοῖς Πυθαγορείοις ἠκολούθησεν. ἡμεῖς δέ φαμεν ὅτι οὐ τὰ πολλά, ἀλλὰ τὰ πάντα· Πυθαγόρειος γὰρ ἦν ὁ φιλόσοφος, εἰ καὶ μὴ πᾶσι κέχρηται τοῖς παραπετάσμασιν αὐτῶν. οἱ γὰρ Πυθαγόρειοι μύθοις μὲν οὐκ ἐκέχρηντο, ἀλλὰ συμβόλοις, ἵνα κἂν μείνωσιν οἱ ἀκούοντες μέχρι τοῦ φαινομένου, μὴ ἀδικηθῶσιν † ὥσπερ ἐπὶ τῶν Πυθαγορείων. πρὸς τούτοις δὲ σαφῶς οὐκ ἐβούλοντο ἐκθέσθαι διὰ τὸ μὴ καταφανῆ γενέσθαι τὴν ἑαυτῶν σοφίαν καὶ σκυτεῦσι. φησὶν οὖν ὅτι ὁ μὲν Πλάτων ἰδέας εἶναι ὑπετίθετο καὶ ἐξ αὐτῶν γίνεσθαι τὰ τῇδε κατὰ μέθεξιν, οἷον ἐκ τοῦ ὄντως καλοῦ τὸ ἐνταῦθα καλὸν κατὰ μέθεξιν· οὕτω δὲ καὶ ἐπὶ τῶν ἄλλων ἁπάντων. οἱ μέντοι γε Πυθαγόρειοι ἀριθμοὺς ὑπετίθεντο καὶ κατὰ μίμησιν ἐκείνων τὰ τῇδε γίνεσθαι ἐκ τῶν ἀριθμῶν· μιμούμενα γάρ, φησί, τὰ τῇδε ἐκεῖνα ἐγίνετο. εἶτα ἱστορεῖ ὅτι πρότερον συνεγένετο ὁ Πλάτων Κρατύλῳ τῷ Ἡρακλειτείῳ τῷ λέγοντι πάντα ἐν κινήσει εἶναι, καὶ ἠκολούθησε τῇ δόξῃ αὐτοῦ. εἶτα μετὰ ταῦτα συνεγένετο τῷ Σωκράτει, ὃς κατεγίνετο μᾶλλον περὶ τὴν ἠθικὴν φιλοσοφίαν, περὶ μέντοι γε τῆς καθόλου φύσεως οὐδὲν ἐπραγματεύσατο. οὗτος οὖν ὁ Σωκράτης ἐν τοῖς ἠθικοῖς πρῶτος ἐζήτησε τὸ καθόλου καὶ περὶ ὁρισμοῦ πρῶτος ἐπέστησεν, ὅτι τῶν καθόλου ὑπάρχουσιν οἱ ὁρισμοί·2 τῶν γὰρ μερικῶν οὐκ εἰσίν, ὡς φθαρτῶν ὑπαρχόντων. οἱ γὰρ ὁρισμοὶ τῶν ἀεὶ ὡσαύτως ἐχόντων θέλουσιν εἶναι· διὸ τῶν καθόλου ὑπάρχουσιν οἱ ὁρισμοί, ὡς εἴρηται ἐν τῇ Ἀποδεικτικῇ πραγματείᾳ. ἀνήγαγεν οὖν ἑαυτὸν ἐπὶ τὰ καθόλου, λέγων τὸ ἁπλῶς δίκαιον, τὸ ἁπλῶς καλόν. τὰ δὲ τοιαῦτα πάντα ὁ Πλάτων ἰδέας προσηγόρευσε λέγων λόγους εἶναι δημιουργικούς, καὶ ἐξ αὐτῶν τὰ τῇδε γίνεσθαι κατὰ μέθεξιν, ἐκ τοῦ ἁπλῶς καλοῦ τὸ ἐνταῦθα καλόν, καὶ ἐκ τοῦ ἀγαθοῦ τὸ ἀγαθόν, καὶ ἐκ τοῦ ἀνθρώπου τὸν ἄνθρωπον. τοῦτο δὲ καὶ αὐτὸς φῄς, ὦ Ἀριστότελες, λέγων ὅτι ἡ τάξις ἡ ἐν τῷ στρατοπέδῳ οὐκ ἀπὸ ταὐτομάτου ἐφήκει, ἀλλ’ ἀπὸ τοῦ στρατηγοῦ. εἰδέναι μέντοι γε χρή, ὡς εἴρηται ἐν τῷ Φαίδωνι τῷ Σωκράτει, ὅτι γέγονέ μοι ἐπιθυμία γνῶναι τὰς αἰτίας τῶν φυσικῶν πραγμάτων, ἀναγκαιότερον δὲ ὑπέλαβον τὰ ἠθικὰ ζητῆσαι καὶ ἀναγαγεῖν ἑαυτὸν ἐπὶ τὰ καθόλου. ὅτι δὲ οὐκ οἴεται Πλάτων ἐν κινήσει εἶναι πάντα, σαφῶς μὲν ἐδήλωσε καὶ ἐν τῷ Κρατύλῳ τῷ διαλόγῳ, καὶ ἐν τῷ Θεαιτήτῳ δέ. ἔλεγε γὰρ ἐν τῷ Θεαιτήτῳ, ὅτι τὰ κινούμενα ἢ κατ’ ἀλλοίωσιν κινοῦνται ἢ κατὰ τόπον, ἢ κατ’ ἀμφότερα ἢ κατὰ θάτερον. ἀλλ’ εἰ μὲν κατὰ θάτερον, φανερὸν ὅτι ἔσται στάσις τοῦ ἑνός· εἰ δὲ κατ’ ἀμφότερα ἔσται κίνησις, οὔτε δὲ οὐδέν ἐστιν εἰπεῖν, οὔτε λευκὸν οὔτε μέλαν οὔτε φαιόν, διότι πάντα ἐν ῥύσει ὑπάρχουσι καὶ οὐδέν ἐστιν ἐν στάσει. πῶς δὲ οἷόν τε εἶναι κίνησιν στάσεως μὴ οὔσης; καὶ ἡ ἀκινησία γὰρ στάσις τίς ἐστι. καὶ ἐκ τῶν καθόλου δὲ ἐπέστησεν, ὅτι στάσις ἐστίν· τὰ γὰρ καθόλου ἀκίνητα καὶ ἀίδια· [καὶ] ἐν ταυτότητι γὰρ ἀεὶ ὑπάρχουσιν. ἄλλως τε δὴ καὶ σύ, ὦ Ἀριστότελες, λέγεις τὴν ὕλην ἀεὶ ἐν κινήσει εἶναι· ἐν ἀπορροῇ γὰρ φῂς αὐτὴν εἶναι καὶ ἐν ἐπιρροῇ ἐν τοῖς Περὶ γενέσεως καὶ φθορᾶς.
“在上述诸哲学体系之后,柏拉图的探讨继起。” 在阐述了毕达哥拉斯派和其他自然哲学家的见解,以便认知他们使用了何种存在者的原理之后,他接着也阐明柏拉图的见解,意欲指出柏拉图自身也使用了何种存在者的原理;并且他说柏拉图“在大多数方面追随了毕达哥拉斯派”。但我们主张,他并非在大多数方面,而是在所有方面追随了他们;因为这位哲学家原本就是毕达哥拉斯派,即便他没有使用他们所有的遮蔽物。因为毕达哥拉斯派并不使用神话,而是使用象征,以便听众即便止步于表象,也不致†像在毕达哥拉斯派那里那样受到伤害。除这些之外,他们不愿清晰地阐发,以免自己的智慧连补鞋匠都能一目了然。因此他[亚里士多德]说,柏拉图假定了相的存在,并且此地的诸事物通过分有而产生自这些相,例如通过分有从真正美者产生此地的美者;在其他一切事物上也是如此。然而毕达哥拉斯派则假定数,主张此地的诸事物通过对那些数的摹仿而产生自数;因为他说,此地的事物是由于摹仿那些数而生成的。随后他记叙道,柏拉图早先曾师从于赫拉克利特派的克拉底鲁(主张万物皆在运动中者),并追随了他的见解。其后,他又师从于苏格拉底,而苏格拉底主要致力于伦理哲学,对普遍的自然则全然未予探讨。于是这位苏格拉底最先在伦理事务中寻求普遍者,并最先对定义予以关注,即定义属于普遍者;因为个别者是没有定义的,因其是可毁灭的。定义应当属于始终处于同一状态的事物;因此,正如在《示范篇》中所说,定义属于普遍者。于是他将自己提升至普遍者,谈论绝对正义者、绝对美者。而对于所有这类事物,柏拉图称之为“相”,说它们是创造性的理则,并且此地的诸事物通过分有而从它们产生:从绝对美者产生此地的美者,从善者产生善者,从人产生人。亚里士多德啊,你自己也说了这一点,你说军队中的秩序并非出于自发,而是出自将领。然而应当明了的是,正如苏格拉底在《斐多篇》中所言:“我曾产生认知自然事物原因的渴望,但我认为探讨伦理事务并将自己提升至普遍者乃是更为必要的。”至于柏拉图并不认为万物都在运动之中,他在对话录《克拉底鲁篇》和《泰阿泰德篇》中都已明确表明。因为他在《泰阿泰德篇》中说,受动之物要么按照质变而运动,要么按照空间位置而运动,要么兼依二者,要么依其一。但如果是依其一,显然另一方将有静止;而如果按照两者皆有运动,那就什么都无法说出,既不能说是白,也不能说是黑或灰,因为万物皆在流变之中,无物处于静止。然而在没有静止的情况下,运动又如何可能存在呢?因为不动也是某种静止。而且他也从普遍者出发注意到存在着静止;因为普遍者是不动的且永恒的,因为它们始终处于同一性中。更何况,亚里士多德啊,你自己也说质料始终处于运动之中;因为你在《论生成与消灭》中说质料处于流出与流入之中。
- 1.51περὶ τοῦ γνῶναι
介词 περί 与中性单数属格冠词加不定词(τοῦ γνῶναι)结合,构成表示目的的结构(“为了认知……”)。它修饰前面的分词 Ἐκθέμενος,表明亚里士多德阐明前人见解的目的与意图。
- 1.51καὶ περὶ ὁρισμοῦ πρῶτος ἐπέστησεν, ὅτι τῶν καθόλου ὑπάρχουσιν οἱ ὁρισμοί
动词 ἐπέστησεν 此处作不及物用法(或省略 τὸν νοῦν),意为“予以注意”或“引起关注”。介词短语 περὶ ὁρισμοῦ(“关于定义”)指明所关注的领域,而随后的 ὅτι 从句则引出所领悟的具体内容(“即定义属于普遍者”)。
