← 特拉勒斯的阿斯克勒庇乌斯

亚里士多德《形而上学》注释(卷A–Z)

§447.20-449.15

作为原因的实体与形相的优先性

针对亚里士多德《形而上学》Z卷第17章(1041a9)从本原与原因重新探究实体的脉络,阿斯克勒庇欧解释了形相作为本义实体的依据,阐明四种探究课题(是否存在、是什么、是怎样的、为什么存在)在单纯物与复合物上的区分,并论证肌肉的形相不可还原为元素本身或元素组合。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.83

" Ἐπεὶ οὖν ἡ οὐσία ἀρχὴ καὶ αἰτία τίς ἐστιν, ἐντεῦθεν μετιτέον." Προέκειτο αὐτῷ ἐξ ἀρχῆς διαλεχθῆναι1 περὶ τῆς οὐσίας καὶ γνῶναι τίς ἐστιν ἡ κυρίως οὐσία· καὶ ἔλεγεν ὅτι τετραχῶς λέγεται ἡ οὐσία, ἡ ὕλη, τὸ εἶδος, τὸ συναμφότερον καὶ τὸ καθόλου τὸ ἐν πολλοῖς θεωρούμενον καὶ κατατεταγμένον ἐν πᾶσι τοῖς καθ’ ἕκαστα, οἷον τὸ ζῷον λογικὸν θνητὸν τὸ ἐξῃρημένον καὶ θεωρούμενον ἐν τοῖς ἀνθρώποις, ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων. τοῦτο οὖν τὸ εἶδος βουλόμενος εἶναι κυρίως τὴν οὐσίαν καὶ κατασκευάζων τὸν λόγον τοῦτον τὸν τρόπον φησὶν ὅτι2 ἡνίκα ζητοῦμεν τὴν ὕπαρξιν τοῦ πράγματος, τὸ εἶδος ἀποδίδομεν, οἷον ὡς ἐπὶ τῆς σεληνιακῆς ἐκλείψεως τὸ εἶδος ἀποδίδομεν λέγοντες ὅτι ἀντίφραξις ὑπὸ γῆς γινομένη· τὸ δὲ τοιοῦτον εἶδός ἐστι τῆς ἐκλείψεως. καὶ πάλιν τί ἐστι μουσικὸς ἄνθρωπος * * * ἐπιστήμη εἶδο * * * ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων 〈πάντων. ἔσ〉τι δὲ ὅτε καὶ τὸ τελικὸν ἀποδίδομεν διὰ * * * κινεῖται ὁ οὐρανός; ἐπειδὴ νοῦν μιμεῖται. διὰ τί βροντᾷ; διότι ψόφος γίνεται ἐν τοῖς νέφεσι. καὶ πάλιν τὸ ποιητικὸν αἴτιον· διὰ τί τοῦτο τὸ σπέρμα γέγονεν ἄνθρωπος; ἐπειδὴ ὑπὸ ἀνθρώπου κατεβλήθη. ἰστέον δέ, ὡς εἴρηται ἐν τῇ Φυσικῇ ἀκροάσει, ὅτι ἐπειδὴ ἔστιν ὅτε συντρέχουσι τὰ τρία ταῦτα ἀλλήλοις, φημὶ δὴ τὸ ποιητικὸν τὸ εἰδικὸν τὸ τελικόν, ὥσπερ ἐπὶ τῶν φύσει γινομένων (ποιητικὸν γὰρ αἴτιόν ἐστιν ἡ φύσις, ἀλλὰ καὶ τὸ τελικόν· τοῦτο γὰρ ἔχει τέλος ποιῆσαι οἷον αὐτό· καὶ εἰδικὸν δέ· τοιοῦτον γὰρ εἶδος ἐπιτίθησιν ἀνθρώπειον ἢ ἵππειον), ὥστε πάλιν ἑκάστου πράγματος ζητοῦντες τὴν ὕπαρξιν τὸ εἶδος ἀποδίδομεν· ὥστε κυρίως οὐσία τὸ εἶδος ὑπάρχει. χρὴ μέντοι γε εἰδέναι ὅτι ἐπειδὴ τέσσαρά εἰσι τὰ προβλήματα, ὡς εἴρηται ἐν τῇ Ἀποδεικτικῇ, τὸ εἰ ἔστι, τὸ τί ἐστιν, ὁποῖόν τί ἐστι καὶ διὰ τί ἐστι, ἐπὶ μὲν τῶν ἁπλῶν πραγμάτων τὸ εἰ ἔστι δεῖ ζητεῖν μόνον καὶ τὸ τί ἐστιν, ἐπὶ μέντοι γε τῶν συνθέτων τὸ ὁποῖόν τί ἐστι καὶ τὸ διὰ τί ἐστι. τὸ γὰρ ὁποῖόν τί ἐστι τὴν ὕπαρξιν τοῦ συνθέτου δηλοῖ, ὥσπερ τὸ εἰ ἔστι τὴν ὕπαρξιν τοῦ ἁπλοῦ. ὁ γὰρ ζητῶν ἐπὶ τῶν ἁπλῶν τὸ διὰ τί ἐστι καταγέλαστον πρᾶγμα ποιεῖ, οἷον ἐὰν εἴποι τις, διὰ τί ἐστιν ἄνθρωπος, ὅτι ἄνθρωπός ἐστι, διὰ τί ἐστι ψυχή, ὅτι ψυχή ἐστι. τὸ γὰρ πρᾶγμα ἔχει ὕπαρξιν καὶ ὑφέστηκεν· οὐδεὶς οὖν * * * ἐπειδὴ ὑφέστηκεν, οἷον 〈διὰ τί ἡμέρα, ὅτι〉 ἡμέρα ἐστίν, ἀλλ’ ὡς εἴρηται, ἐπὶ συνθέτων ζητεῖται διὰ τί ἐστι, τὸ διὰ τί ἄνθρωπος ζῷον, ἐπειδὴ αἰσθήσεως μετέχει, καὶ ὁποῖον ζῷόν ἐστιν ὁ ἄνθρωπος, ὅτι λογικόν. εἰδέναι μέντοι χρὴ ὅτι ἐπειδὴ καὶ τὰ ἁπλᾶ εἴδη ἔστιν ὅτε ἐν ὕλῃ θεωροῦνται, εἰ θεωρήσομεν αὐτὰ ὡς ἐν ὕλῃ, δυνατόν ἔστιν εἰπεῖν καὶ ἐπὶ αὐτῶν τὸ διὰ τί. οἷον διὰ τί ἐστιν ἄνθρωπος; ἐπειδὴ σύγκειται ἐκ νεύρων καὶ φλεβῶν καὶ ἀρτηριῶν καὶ ὀστέων. καὶ πάλιν διὰ τί ἐστιν ὁ οἶκος; ἐπειδὴ σύγκειται ἐκ λίθων καὶ ξύλων καὶ πλίνθων. ἐπὶ μέντοι γε τῶν ἁπλῶν, ὡς εἴρηται, τὸ 〈εἰ ἔστι καὶ τὸ〉 τί ἐστι λέγομεν, οἷον ζητοῦμεν εἰ ἔστι ψυχὴ καὶ τί ἐστι ψυχή, ὅτι οὐσία αὐτοκίνητος· οὐκέτι μέντοι γε φέρομεν ἐπ’ αὐτῆς τὸ διὰ τί ἐστι ψυχή. Ταῦτα εἰρηκὼς ζητεῖ ἐφεξῆς περὶ τοῦ εἴδους· οἷον, εἰ τύχοι, τὸ εἶδος τῆς σαρκὸς οὔτε στοιχεῖόν ἐστιν οὔτε ἐκ στοιχείων, ἀλλ’ εἶδος ἐπιγινόμενον τοῖς στοιχείοις. καὶ δείκνυσιν αὐτὸ τοῦτον τὸν τρόπον, καὶ πρῶτον μὲν ὅτι οὐ δυνατὸν αὐτὸ εἶναι στοιχεῖον. ἀνάγκη γὰρ αὐτὸ εἶναι ἢ στοιχεῖον ἢ ἐκ στοιχείων. λέγω 〈οὖν〉 ὅτι οὐ δυνατὸν αὐτὸ εἶναι στοιχεῖον· 〈εἰ γὰρ στοιχεῖον〉 τὸ εἶδος τῆς σαρκός, δῆλον ὅτι ἐκ τούτου καὶ τῶν ἄλλων στοιχείων γίνεται τὸ εἶδος τῆς σαρκός. τί οὖν ἐστιν τὸ ἑνῶσαν αὐτὸ τοῦτο καὶ 〈τὰ〉 ἄλλα στοιχεῖα, ὥστε ἀπογεννῆσαι3 τὸ εἶδος τῆς σαρκός; εἰ μὲν οὖν εἴπωσιν ὅτι τὸ εἶδος, ἔχω τὸ ζητούμενον, καὶ τοῦτό φημι εἶναι τὸ εἶδος * * * εἰ δὲ κἀκεῖ * * * πάλιν λέγομεν πρὸς αὐτοὺς ‘τί οὖν ἐστι τὸ 〈ἑνῶσαν〉 ἐκεῖνο τὸ στοιχεῖον μετὰ τῶν ἄλλων 〈καὶ ἀπο〉γεννῆσαν τὸ εἶδος;’ εἰ μὲν οὖν εἴπωσι τὸ εἶδος τῆς σαρκός, ἔχω τὸ ζητούμενον. εἰ δὲ εἴπωσιν ὅτι ἐκ στοιχείων γέγονε τὸ εἶδος τοῦτο, πάλιν ἐρώμεθα αὐτούς, τί οὖν ἐστι τὸ ποιῆσαν ἐν τῇ τοιᾷδε μίξει καὶ γεννῆσαν τὸ εἶδος, καὶ οὕτω πάλιν ἐπ’ ἄπειρον ὁ λόγος προέρχεται.

“既然实体是某种本原和原因,就必须由此出发。” 他从一开始的意图就是讨论实体,并认识什么是本义上的实体;而且他曾说过,实体以四种方式被言说:质料、形相、复合体,以及在多者中被观照并在所有个别事物中被配设的普遍者,例如在人中被抽离并观照的有死的理性动物,其他事物也同样如此。因此,他希望这形相是本义上的实体,并以这种方式构建论证,他说,每当我们探求事物的存在时,我们给出的都是形相,例如在月食的情况下,我们通过说明它是被地球遮挡而给出形相;而这样一种东西就是月食的形相。再如,有教养的人是什么[……]知识是形相[……]在[所有]其他事物上也同样如此。有时我们也会给出目的因:何以[……]天体运动?因为它模仿理智。为什么打雷?因为在云层中产生了响声。再有作用原因:为什么这颗种子变成了一个人?因为它是由人播下的。但必须知道,正如在《物理学》中所说,由于有时这三者彼此重合——我指的是作用因、形相因和目的因——正如在出于自然生成的事物中那样(因为自然是作用原因,但也是目的因;因为它的目的是制造出像它自身一样的东西;它也是形相因;因为正是自然赋予了人的或马的这样一种形相),以至于我们探求每一事物的存在时,又给出了形相;因此本义上的实体是形相。然而必须知道,正如在《后分析篇》中所说,由于问题有四个,即“是否存在”、“是什么”、“是怎样的”以及“为什么存在”,所以在简单事物上只应当探求“是否存在”和“是什么”,而在复合事物上则必须探求“是怎样的”和“为什么存在”。因为“是怎样的”揭示了复合体的存在,正如“是否存在”揭示了简单事物的存在一样。因为在简单事物上探求“为什么存在”的人是在做一件可笑的事,例如若有人问,为什么有人,因为是人;为什么有灵魂,因为是灵魂。因为事物具有存在并已然确立;因此没有人[……]既然它已确立,例如[为什么是白天,因为]是白天;而是如前所述,在复合事物上探求“为什么存在”:为什么人是动物,因为分有感觉,以及人是怎样的动物,〔回答说〕是理性的。然而应当知道,由于简单的形相有时也在质料中被观照,如果我们把它们作为在质料中的东西来观照,就有可能在它们身上也说出“为什么”。例如,为什么有人?因为由筋腱、静脉、动脉和骨骼组成。又如,为什么有房屋?因为由石头、木料和砖块组成。然而在简单事物上,正如所说,我们说明[“是否存在”与]“是什么”;例如我们探求是否存在灵魂以及灵魂是什么,[回答说]它是自我运动的实体;然而我们不再对它追问“为什么有灵魂”。说了这些之后,他接下来探求关于形相的问题:例如,比方说,肌肉的形相既不是元素也不是由元素构成的,而是附加于元素之上的形相。他以这种方式证明这一点,首先证明它不可能是元素。因为它必须要么是元素,要么是由元素构成的。[因此]我说,它不可能是元素;[因为如果]肌肉的形相[是元素],显而易见,肌肉的形相是由它和其他元素生成的。那么,将这同一元素与其余元素结合起来,从而产生肌肉形相的东西是什么呢?如果他们说那是形相,我就得到了所寻求的,而且我说这就是形相[……]但如果在那边也[……]我们再次对他们说:“那么,将那个元素与其他元素[结合并]产生形相的东西究竟是什么?”如果他们说是肌肉的形相,我就得到了所寻求的。但如果他们说这一形相是由元素生成的,我们再次问他们,那么在这样的混合中起作用并产生形相的东西是什么?论证就这样再次进行到无穷。

语法注3 条
  1. 7.83Προέκειτο αὐτῷ ἐξ ἀρχῆς διαλεχθῆναι

    动词 προέκειτο 搭配与格 αὐτῷ,并以后续的不定式 διαλεχθῆναι 和 γνῶναι 作为语法主语,表示“从一开始摆在他面前的任务/意图是讨论……”。

  2. 7.83τοῦτο οὖν τὸ εἶδος βουλόμενος εἶναι κυρίως τὴν οὐσίαν καὶ κατασκευάζων τὸν λόγον τοῦτον τὸν τρόπον φησὶν ὅτι

    句子的骨干结构是修饰主语(亚里士多德)的分词短语 βουλόμενος ... καὶ κατασκευάζων ... 连接主动词 φησίν,并引导后续的 ὅτι 从句。βουλόμενος 支配一个带不定式 εἶναι 的结构,其中 τοῦτο τὸ εἶδος 为宾格主语,κυρίως τὴν οὐσίαν 为宾格表语。

  3. 7.83τί οὖν ἐστιν τὸ ἑνῶσαν αὐτὸ τοῦτο καὶ 〈τὰ〉 ἄλλα στοιχεῖα, ὥστε ἀπογεννῆσαι

    带冠词分词 τὸ ἑνῶσαν 作为疑问句的表语(或主语),支配宾格 αὐτὸ τοῦτο 和 τὰ ἄλλα στοιχεῖα 作为宾语。其后连接表示结果的 ὥστε 从句(ὥστε ἀπογεννῆσαι),引出“从而产生……”的结果意义。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:447.20-449.15