← 特拉勒斯的阿斯克勒庇乌斯

亚里士多德《形而上学》注释(卷A–Z)

§445.30-447.19

作为潜能的部分与非实体的统一和存在

阿斯克勒庇俄斯根据《形而上学》卷Z第16章开篇,解释了动物诸部分等普遍者并非现实态而是潜能上的实体,并论证了“一”与“是者”不能是实体,同时批判了柏拉图主义者仅通过在感觉事物上附加“自身”就将普遍者设定为分离实体的做法。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.82

" Φανερὸν δὲ ὅτι καὶ τῶν δοκουσῶν οὐσιῶν εἶναι." Ἐντεῦθεν ἐπιλύεται τὴν ἀπορίαν τὴν λέγουσαν ὅτι οὐ δυνατόν ἐστιν ἐξ ἐνεργείᾳ οὐσιῶν γίνεσθαι οὐσίας. φησὶν οὖν ὅτι φανερὸν ὅτι καὶ τῶν δοκουσῶν εἶναι οὐσιῶν. τουτέστι τῶν καθόλου ὡς μερῶν, αἱ πλεῖσται δυνάμεις εἰσί, τά τε μόρια τῶν ζῴων· οὐδὲν γὰρ αὐτῶν κεχωρισμένον ἐστὶν αὐτὸ * * * θεωρίᾳ, ἀλλ’ † ὑπὸ τοῦ * * * ρισθῇ, τότε λοιπὸν ὡς ὕλη εὑρίσκεται, ὄντα γῆ καὶ πῦρ καὶ ὕδωρ καὶ ἀήρ. οὐδὲν γὰρ 〈αὐτῶν〉ἓν ἀλλ’ οἷον σωρός, πρὶν ἢ πεφθῇ καὶ γένηταί τι ἐξ αὐτῶν τῶν μορίων. δῆλον 〈δ’ ὅτι〉 μάλιστα 〈τὰ〉 τῶν ἐμψύχων μόρια καὶ τὰ τῆς ψυχῆς ἔχουσι τὴν δυάδα ταύτην, φημὶ δὴ τὸ ἐνεργείᾳ καὶ δυνάμει· ἐνεργείᾳ μὲν τῷ ἔχειν ἰδίας κινήσεις, καθάπερ εἴρηται ἡμῖν ἐν τῇ θεωρίᾳ. διὸ ἔνια ζῷα ζῶσι καὶ μετὰ τὴν διαίρεσιν, ὥσπερ ὄφεις, ὡς ἐχόντων δηλονότι τῶν μορίων ἰδίαν ἐνέργειαν,1 οὐκ ἀρκοῦσαν δὲ ἐπὶ πολὺν χρόνον διὰ τὴν τοῦ ὀργάνου ἀνεπιτηδειότητα. ὅμως μέντοι γε δυνάμει ὑπάρχουσιν ἐν τῷ ὅλῳ, ἡνίκα ἐστὶν ἓν καὶ συνεχὲς φύσει, τουτέστιν ὑπὸ φύσεως, ἀλλὰ μὴ βίᾳ ἢ συμφύσει· τὸ γὰρ τοιοῦτον πήρωσις ὑπάρχει. οἷον συμφύσει ὡς ἐπὶ τῶν μὴ διεσχισμένων δακτύλων· τὸ γὰρ ἓν ἔχουσι συμφύσει, οὐ δι’ ἁμαρτίαν τῆς φύσεως, ἀλλὰ τῆς ὕλης· βίᾳ δὲ ὡς ἐπὶ τῶν κλωμένων καὶ ἐχόντων ἕνωσιν ὑπὸ τῆς βίας, τῆς τέχνης, εἰ τύχοι, τοῦ γινομένου πόρου ἕνωσιν δοκοῦντος ποιεῖν. εἰ οὖν, φησίν, ἐδείχθη τὰ καθόλου ὡς μέρη ὅτι οὐκ εἰσιν οὐσίαι, δῆλον ὅτι οὔτε τὸ ἓν οὔτε τὸ ὂν ἐνδέχεται εἶναι οὐσίαν, ὥσπερ οὐδὲ τὰ στοιχεῖα ἢ τὴν ἀρχήν, ἐπειδὴ κατὰ πολλῶν λέγεται· τοιαῦτα δὲ τὰ καθόλου. ζητοῦμεν οὖν τὴν ἀρχήν, οἷον, εἰ τύχοι, τὸν θεμέλιον, ἵνα εἰς γνώριμον ἐντεῦθεν ἔλθωμεν, τουτέστι τὸ εἶδος, ἐπειδὴ τὰ πράγματα κατὰ τὸ εἶδος χαρακτηρίζονται. * * * ἤπερ ἡ ἀρχὴ καὶ τὸ αἴτιον, καθάπερ ἐν τῇ θεωρίᾳ ἡμῖν εἴρηται· οὔτε γὰρ ταῦτα κυρίως ὑπάρχουσιν οὐσίαι, τὸ ὂν καὶ τὸ ἕν, εἴπερ μηδὲ [τῶν] ἄλλο κοινὸν μηδέν ἐστιν οὐσία, ὡς ἔδειξε. φησὶν οὐδενὶ γὰρ ἄλλῳ ὑπάρχει ἡ οὐσία, εἰ μὴ μόνῃ ἑαυτῇ καὶ τῷ ἔχοντι αὐτήν, ὥσπερ ἡ τοῦ Σωκράτους οὐσία οὐχ ὑπάρχει ἄλλῳ τινί, εἰ μὴ μόνῳ τῷ Σωκράτει. τὸ οὖν ἕν, φησί, τὸ δηλοῦν οὐσίαν καὶ ἓν τῷ ἀριθμῷ, οὐ λέγεται πολλαχῇ καὶ ἅμα * * * καὶ τὸ αὐτὸ οὐκ ἔστιν οὐσία· ὥστε οὐδὲν τῶν καθόλου ὑπάρχει παρὰ τὰ καθ’ ἕκαστα χωρίς, ἀλλ’ ἐν αὐτοῖς τὸ εἶναι ἔχει. ἀλλ’ οἱ τὰ εἴδη λέγοντες κατὰ τὶ μὲν ὀρθῶς λέγουσι χωρίζοντες αὐτά, εἴπερ οὐσίας βούλονται 〈εἶναι〉 τὰς ἰδέας (αἱ γὰρ οὐσίαι αὐταὶ καθ’ αὑτὰς βούλονται εἶναι κεχωρισμέναι), κατὰ τὶ δὲ οὐκ ὀρθῶς, ὅτι τὸ ἓν ἐπὶ πολλῶν εἶδος λέγουσιν. ἐπειδή, φησί, καὶ καθόλου ὑποτίθενται τὰς ἰδέας οὐσίας εἶναι. ἁμαρτάνουσι δὲ μὴ ἔχοντες ἀποδοῦναι τίνες εἰσὶν αἱ τοιαῦται οὐσίαι ἄφθαρτοι παρὰ τὰς καθ’ ἕκαστα καὶ αἰσθητάς. τὸ αὐτὸ οὖν εἶδος ὑποτίθενται † τὸν ἀΐδιον καὶ τὸν ἄφθαρτον ἄνθρωπον ἀΐδιον ὅμοιον τῷ φθαρτῷ,2 ὁμοίως δὲ καὶ ἵππον, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως (ἴσμεν γὰρ αὐτά) λέγοντες αὐτοἄνθρωπον καὶ αὐτοΐππον, τοῖς αἰσθητοῖς προστιθέντες τὸ ῥῆμα τὸ αὐτό. εἰ ὑπέθεντο δὲ τῶν ἄστρων ἔνια ἀφανῆ εἶναι, οὐδὲν ἧττον, φησίν, ἀΐδια ὑπάρχουσι, κἂν ἡμεῖς μὴ ὁρῶμεν αὐτά. ὥστε οὐδὲν ἄτοπον, εἰ καὶ νῦν μὴ ἔχομεν τίνες ἦσαν αἱ ἰδέαι, ἀλλ’ εἶναί γέ τινας ἴσως ἀ * * * θεμένους αἰσθη * * * διαμάχεται ὁ Ἀριστοτέλης * * * τοὺς δημιουργικούς· καὶ ἐνταῦθα * * * δηλώσει τὴν διάνοιαν αὐτοῦ. φησὶν οὖν ὅτι ἀπέδειξεν ὁ λόγος ὅτι τῶν καθόλου λεγομένων οὐδέν ἐστιν οὐσία * * * ἐξ οὐσιῶν οὕτως ὡς προϋπάρχειν αὐτὴν καθ’ αὑτὴν ἐνεργείᾳ,3 ἀλλ’ ὁ λόγος ὁ καθόλου προάγει τὰ μερικὰ ἐν ἅπασι θεωρούμενος. τί οὖν χρὴ καὶ πῶς δεῖ λέγειν περὶ τῆς οὐσίας, ἄλλην ἀρχὴν ποιησάμενοι λέγωμεν· ἴσως γὰρ ἐκ τούτων πᾶσιν ἔσται δῆλον καὶ περὶ ἐκείνης τῆς οὐσίας, ἥτις ἐστὶ κεχωρισμένη τῶν αἰσθητῶν οὐσιῶν· λέγει τὸ ἄυλον εἶδος.

“显而易见,在被视为实体的事物中[大多数也是潜能]。” 从这里起,他消解了那个主张“实体不可能由现实态的诸实体生成”的疑难。因此他说,显而易见,即使在被视为实体的事物中,也就是说在作为部分的普遍者中,大多数也是潜能,动物的各部分也是如此;因为它们之中没有一个是自身分离存在的[……]在研讨中[……]但如果被[……]分离,那么在其余情况下它就被发现作为质料,即土、火、水和气。因为在经过消化(调和)并由这些部分生成某种东西之前,它们之中没有一个是单一者,而毋宁像是一堆。显而易见,尤其是具灵之物的各部分以及灵魂的各部分具有这种双重性,我指的正是现实态与潜能:在现实态上,是由于具有它们特有的运动,正如我们在研讨中所说的那样。因此有些动物在切断之后仍活着,例如蛇,这显然是因为各部分具有特有的活动(现实态),然而由于器官的不适宜,这不足以维持很长时间。然而,当整体出于自然、即在自然的作用下是一个且连续的时,它们在潜能上存在于整体之中,而不是由于强力或粘连;因为这样一种情况是残缺(畸形)。所谓由于粘连,例如未分开的手指的情况;因为它们由于粘连而具有一,这不是由于自然的过错,而是由于质料的过错;至于由于强力,例如断裂之物由于强力——比方说技术的强力——而获得结合,所生成的骨痂似乎造成了结合。他说,如果已经证明作为部分的普遍者不是实体,那么显而易见,“一”和“是者”都不可能是实体,正如元素或本原不可能[是实体]一样,因为它是对许多事物述说的;而普遍者正是具有这种性质。因此我们探求本原,例如,比方说基础,以便由此走向可知之物,也就是形相,因为事物是依据形相被规定特征的。[……]较之本原和原因,正如我们在研讨中所说的那样;因为如果确实没有任何其他共同者是实体,正如他所表明的那样,那么这些东西,即“是者”和“一”,也不是本义上的实体。因为他说,实体不属于任何别的事物,除非单单属于其自身以及具有它的事物,正如苏格拉底的实体不属于任何其他人,除非单单属于苏格拉底。因此他说,指示实体且在数目上为一的“一”,并不以多种方式被言说,同时[……]而且同一物不是实体;因此普遍者没有一个脱离个别事物而单独存在,而是在它们之中具有存在。但是那些主张形相的人,在将它们分离开来这方面在某种意义上说得对,如果他们确实希望理念是实体的话(因为实体本身愿意是分离的);但在某种意义上说得不对,因为他们把临于多者之上的一称为形相。他说,因为他们还假定理念是普遍者且是实体。而且他们犯了错误,因为他们不能说明在个别事物和感觉事物之外,这类不灭的实体究竟是什么。因此他们假定同样的形相[……]把永恒且不灭的人假定为类似于可灭之人的永恒者,同样假定马,在其他事物上也同样如此(因为我们认识这些事物),他们说“人自身”和“马自身”,把“自身”这个词加在感觉事物上。他说,即使他们假定星体中有一些是不可见的,即便我们看不到它们,它们也同样永恒地存在。因此,即使现在我们不掌握理念究竟是什么,[……]感觉的[……]但也存在着某些[……]这绝非荒谬;亚里士多德极力反对[……]造物主的[形相];在这里[……]他将阐明他的思想。因此他说,论证已经证明,在被称为普遍者的事物中没有一个是实体[……]以其自身在现实态中预先存在的方式由诸实体[生成],相反,普遍的定义在所有事物中被观照时,引出各个别事物。那么关于实体应当说什么以及必须如何说明,让我们另作开端来讨论;因为或许从这些讨论中,甚至关于那脱离感觉实体而分离的实体,对所有人来说都将变得清楚明了;他指的是无质料的形相。

语法注3 条
  1. 7.82ὡς ἐχόντων δηλονότι τῶν μορίων ἰδίαν ἐνέργειαν

    由 ὡς 引导的属格绝对结构(ἐχόντων τῶν μορίων),表示某些动物在被切断后仍能存活的表观依据或主观理由(“显然是由于各部分具有特有的活动”)。

  2. 7.82τὸ αὐτὸ οὖν εἶδος ὑποτίθενται † τὸν ἀΐδιον καὶ τὸν ἄφθαρτον ἄνθρωπον ἀΐδιον ὅμοιον τῷ φθαρτῷ

    该句文本虽有残损,但 ὑποτίθενται 构成了双重宾格(或宾语补足语)结构,即“将永恒的人假定为类似于可灭之人的事物”,τὸ αὐτὸ εἶδος 在其中充当同位语或先行宾语。

  3. 7.82ὡς προϋπάρχειν αὐτὴν καθ’ αὑτὴν ἐνεργείᾳ

    紧接介词短语 ἐξ οὐσιῶν 之后的 ὡς 加不定词(προϋπάρχειν)构成的情态或结果结构,表示“以其自身在现实态中预先存在的方式[并非生成自诸实体]”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:445.30-447.19