← 特拉勒斯的阿斯克勒庇乌斯

亚里士多德《形而上学》注释(卷A–Z)

§449.16-450.28

复合体中“为什么”的探求与原因

阿斯克勒庇俄斯注解亚里士多德《形而上学》卷7第17章(1041a9),阐明“为什么”的探求仅适用于主词与述词的复合体,而不适用于自身同一的简单项。他还讨论了永恒事物中的作用因与目的因,并考察了叙利亚诺的解释。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.84

" Ἐπεὶ οὖν ἡ οὐσία καὶ ἀρχὴ καὶ αἰτία τίς ἐστιν." Εἴρηται ἀνωτέρω ὅτι ἡ οὐσία ἀρχή ἐστι τῶν ἄλλων πάντων, εἴ γε καὶ συναναιρεῖ οὐ συναναιρεῖται δέ,1 καὶ ἐν αὐτῇ τὸ εἶναι ἔχουσι τὰ ἄλλα πάντα † ἀλλὰ καὶ αἴτια. ἐξ αὐτῆς γὰρ τὰ ἄλλα πάντα γεννᾶται· καὶ γὰρ καὶ τὰ χρώματα τῇ τοιᾷδε κράσει συμπαρέπονται. εἶτά φησιν ὅτι τὸ διὰ τί ἐπὶ τῶν συνθέτων εἴωθε ζητεῖσθαι, καθάπερ εἴρηται ἡμῖν ἐν τῇ θεωρίᾳ. διό φησι διὰ τί ἄλλο ἄλλῳ τινὶ ὑπάρχει. τὸ γὰρ ζητεῖν ἐπὶ τῶν ἁπλῶν (ἵνα τὸν μουσικὸν ἄνθρωπον ἐνταῦθα ὡς ἁπλοῦν λάβωμεν) τουτέστι διὰ τί ὁ μουσικὸς ἄνθρωπος μουσικὸς ἄνθρωπός ἐστιν, ἤτοι τὸ εἰρημένον ἐστιν ἐξ ἀρχῆς ζητεῖν, διὰ τί ὁ ἄνθρωπος μουσικός ἐστι, ἢ ἄλλο. τὸ μὲν οὖν ἐπὶ τῶν ἁπλῶν ζητεῖν τὸ διότι αὐτό ἐστι, τουτέστι διότι ὁ ἄνθρωπός ἐστιν αὐτό, οὐδέν ἐστι ζητεῖν. οὔτε δὲ λέγομεν ὅτι διὰ τί ἡμέρα ἐστί; ταὐτὸν γὰρ ἡ ἐρώτησις τῇ ἀποκρίσει. ἐπὶ γὰρ τῶν ἐχόντων τὸ διὰ τί δεῖ προομολογήσασθαι τὸ ἔστι καὶ * * * καὶ τί ἐστι ψυχὴ * * * ἔστιν ἡ ψυχὴ ἀ * * * σύνθετα ὑπάρχει * * * μένον καὶ κατηγορούμενον * * * οἷον, ὥς φησιν αὐτός, δεῖ προγινώσκειν ὅτι γίνεται ἔκλειψις καὶ τότε ζητεῖν διὰ τί γίνεται ἔκλειψις. αὐτὸ δὲ ὅτι αὐτό, εἷς λόγος καὶ μία αἰτία ἐπὶ πάντων,2 οἷον διὰ τί ὁ ἄνθρωπος ἄνθρωπος ἢ ὁ μουσικὸς μουσικός; οὔτε γὰρ ταῦτα σύνθετα ὑπάρχουσιν· ὥστε οὐ δεῖ ζητεῖν ἐπὶ αὐτῶν τὸ διὰ τί, εἰ μήτις οὕτως βούλεται εἰπεῖν ὅτι διὰ τί ἐστιν ἄνθρωπος, ὅτι ἀδιαίρετον πρὸς αὑτὸ ἕκαστον· τοῦτο δὲ ὑπάρχει παντὶ πράγματι 〈τὸ〉 ἑνὶ εἶναι. ἀλλ’ οὗτος ὁ λόγος κοινός ἐστιν ἐπὶ πάντων τῶν ἐχόντων ἕν τι, ὥστε οὐκ ἔστι δύο. οὐ ζητοῦμεν δὲ ἡμεῖς τοῦτο, ἀλλ’ ἐφαρμόσαι χώραν τοῖς εἴδεσι τὴν διαφορὰν τοῦ λόγου. ἐὰν μέντοι γε ζητήσῃ τις διὰ τί ὁ ἄνθρωπος ζῷόν ἐστιν, οὐχ ἁπλοῦν ζητεῖ· σύνθετον γάρ ἐστι πρᾶγμα ἐξ ὑποκειμένου καὶ κατηγορουμένου. δεῖ δὲ πρότερον δῆλον εἶναι ὅτι ὑπάρχει τὸ πρᾶγμα. εἰ γὰρ μὴ πρότερον ἔγνωσται * * * ἐν τοῖς νέφεσιν· ἐπὶ γὰρ τούτου τοῦ ζητουμένου ἐστὶ καὶ ὑποκείμενον καὶ κατηγορούμενον. ὁ οὖν ταῦτα ζητῶν τὸ αἴτιον ζητεῖ, τοῦτο δέ ἐστι τὸ εἶδος· ὥστε κατὰ τὸ εἶδος τὰ πράγματα χαρακτηρίζονται. καὶ ἐπ’ ἐνίων μὲν ζητοῦμεν τὸ τελικὸν αἴτιον, οἷον διὰ τί γέγονεν οἰκία; διὰ τὸ * * * βάρου καὶ καυμάτων * * * ἐπ’ ἐνίων δὲ τὸ ποιητικὸν 〈αἴτιον ζητοῦμεν〉. εἶτά φησιν ὅτι ποιητικὸν αἴτιον ζητεῖται 〈ἐπὶ τῶν γινο〉μένων καὶ φθειρομένων· ἄνθρωπος γὰρ ἄνθρωπον γεννᾷ· 〈ἐπὶ μέν〉τοι γε τῶν ἀϊδίων φησὶ τὸ τελικόν. ὥστε οὐ πάνυ τι φαίνεται λέγων ὁ Ἀριστοτέλης ποιητικὸν αἴτιον ἐπὶ τῶν ἀϊδίων. ὁ δὲ Συριανός φησιν ὅτι διὰ τοῦτο ἐσιώπησε τὸ ποιητικόν, ἐπειδὴ ἐπὶ τῶν ἀϊδίων ὁμολογεῖται τὸ ποιητικὸν ὅτι θεός, ἐπὶ δὲ τῶν ἐν γενέσει καὶ μάλιστα τῶν τεχνητῶν οὐχ ὡρισμένον· δυνατὸν γὰρ τὸν οἶκον ὑπὸ διαφόρων ἀνθρώπων γενέσθαι. ἡμεῖς δὲ εἰρήκαμεν πρὸς αὐτοὺς ὅτι καὶ τὸ τελικὸν ὥρισται ἐπὶ τῶν ἀϊδίων, τἀγαθὸν οὗ πάντα ἐφίεται.3 καὶ εἶπεν ὅτι τὸ καθόλου ἀγαθόν, οὐ μέντοι γέ φησι τὸ μερικόν· οἷον διὰ τί κύκλῳ κινεῖται; ὅτι νοῦν μιμεῖται.

“既然实体是某种本原和原因。” 上面已经说过,实体是所有其他事物的本原,既然它确实能在自身被毁灭时取消他物,自身却不被他物取消,而且所有其他事物都在实体中拥有其存在[……]但也是原因。因为所有其他事物都是由实体生成的;实际上,颜色也伴随于这样的混合。接着他说,正如我们在总论中所说,“为什么”通常是在复合事物上被探求的。因此他说,为什么一物属于另一物。因为在简单事物上探求(以便我们在此把有教养的人当作简单事物来把握),即为什么有教养的人是有教养的人,要么就是探求最初所说的事情,即为什么人是有教养的,要么就是探求别的什么。因此,在简单事物上探求“因为它是自身”,即“因为人是他自身”,是什么也没有探求。我们也不会说“为什么是白天?”因为提问与回答是一回事。因为对于那些具有“为什么”的事物,必须预先就“存在”达成一致,并且[……]灵魂是什么[……]灵魂是[……]存在复合体[……]主体与述词[……]正如他自己所说,必须预先知道月食发生了,然后才探求为什么发生月食。但对于自身是自身,在所有事物上只有一个说明和一种原因,例如为什么人是人,或者有教养者是有教养者;因为这些并不作为复合体而存在。因此不应当在它们身上探求“为什么”,除非有人愿意这样说:为什么他是人,因为每一事物对于自身都是不可分的;而这种“作为一的存在”属于每一事物。但这一说明对于所有具有某个一的事物是共同的,以至于它们不是二。然而我们探求的不是这个,而是要把说明的差异应用于形相。然而,如果有人探求为什么人是动物,他所探求的就不是一件简单的事;因为这是由主体和述词构成的复合事物。但是事先必须清楚该事物是存在的。因为如果不事先知道[……]在云层中;因为对于这一探求对象而言,既有主体又有述词。因此,探求这些的人是在探求原因,而这就是形相;所以事物是按照形相来表征的。在某些事物上我们探求目的原因,例如为什么房屋建成了?为了[防备]暴雨和酷暑[……]而在某些事物上[我们探求]作用[原因]。接着他说,作用原因是在生成和消灭的事物上被探求的;因为人生人;但是他说,在永恒事物上则是目的因。因此,亚里士多德在永恒事物上似乎完全没有谈论作用原因。但叙利亚诺说,他是因为这个原因而对作用因保持沉默的:在永恒事物上,人们公认作用因是神,但在生成中的事物上,尤其是人工制品上,作用因是不确定的;因为房屋可以由不同的人造成。但我们对他们说,在永恒事物上目的因也是确定的,即万物所企求的善。而他说那是普遍的善,却没有说明个别的[目的因];例如,为什么它作圆周运动?因为它模仿理智。

语法注3 条
  1. 7.84εἴ γε καὶ συναναιρεῖ οὐ συναναιρεῖται δέ

    连词 εἴ γε 在此处并非表示纯粹假设,而是引出一个既定事实作为理由(“既然确实……”)。副词性的 καί 修饰 συναναιρεῖ,强调实体的本原地位:它能同时取消他物,自身却不随他物一同被取消。

  2. 7.84αὐτὸ δὲ ὅτι αὐτό, εἷς λόγος καὶ μία αἰτία ἐπὶ πάντων

    短语 αὐτὸ δὲ ὅτι αὐτό 在句法上充当悬格的主格主题短语(“至于自身是自身这一事实”)。主句省略了系动词 ἐστί,以 εἷς λόγος καὶ μία αἰτία 作为主语。

  3. 7.84τἀγαθὸν οὗ πάντα ἐφίεται

    关系代词 οὗ 采用属格,因为它受支配属格的动词 ἐφίεται(渴望、企求)所支配。先行词是缩合词 τἀγαθόν(即 τὸ ἀγαθόν)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:449.16-450.28