← 特拉勒斯的阿斯克勒庇乌斯

亚里士多德《形而上学》注释(卷A–Z)

§445.13-445.29

个体与相之不可定义性

针对亚里士多德《形而上学》1040a27,评注者揭示了在太阳和月亮等唯一的永恒个体上依据偶性给出错误定义的谬误,并论述了相和个体不可能具有本义上的定义。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.81

" Ὥσπερ οὖν εἴρηται, λανθάνει ὅτι ἀδύνατον ὁρίσασθαι." * * * ἀτόμων ὁρισμὸς * * * παραλογιζόμενοι ἑαυτούς, οἷον ἐπὶ ἡλίου καὶ σελήνης· οὐ μόνον γὰρ διαμαρτάνουσι τῷ ἐπάγειν τοιούτους ὁρισμούς, ὧν ἀφαιρουμένων ἔτι ἔσται ἥλιος,1 τὸ ὑπὸ γῆν ἰόν, ἤγουν ἄστρον νυκτικρυφές. ἐὰν οὖν καθ’ ὑπόθεσιν στῇ ὁ ἥλιος ἤγουν ἀεὶ φαίνῃ, οὐκέτι κατ’ αὐτοὺς ἔσται ἥλιος. ἀλλ’ ἄτοπον εἰ μή, τουτέστιν εἰ μὴ ὑποθώμεθα αὐτὸν εἶναι καὶ στάντα2 ἤγουν ἀεὶ φαίνοντα, ὥσπερ ἐπί τινος οἰκήσεως. ὁ γὰρ ἥλιος οὐσίαν τινὰ σημαίνει· τῶν οὖν συμβεβηκότων αὐτοῦ ἀναιρεθέντων οὐδὲν ἧττον μένει. ἄλλως τε δὴ εἰ ἕτεροι ἐγένοντο ἥλιοι, ὥσπερ πολλοὶ ἄνθρωποι, δῆλον ὅτι εἷς ἔσται αὐτῶν λόγος κοινός. ἀλλ’ ἦν τῶν καθ’ ἕκαστα ὁ ἥλιος, ὥσπερ Κλέων ἢ Σωκράτης. ὥσπερ οὖν οὐ δυνατὸν τούτους κυρίως ὁρίσασθαι, ἐπειδὴ οἱ ὁρισμοὶ τῶν καθόλου ὑπάρχουσιν, οὕτως οὐδὲ τὸν ἥλιον. ἐπεὶ διὰ τίνα αἰτίαν οὐδεὶς ἐπάγει ὁρισμὸν ἰδέας ἢ ἀτόμου οὐσίας, ὡς αὐτός φησιν; εἰ γὰρ ὁρίσαιτο τὴν ἰδέαν, ἐφαρμόσει † καὶ οὐκ ἔστιν ἰδέα, ὥστε οὐκέτι ἔσται ἄτομος ἰδέα. διὸ ἐπήγαγε λέγων ὅτι γένοιτο γὰρ ἂν δῆλον πειρωμένῳ ὅτι ἀληθὲς τὸ νῦν εἰρημένον ὅτι τῶν ἀτόμων οὐκ ἔστιν ὁρισμός.

“因此正如所言,不可能给出定义这一事实被忽视了。” [……]个体的定义[……]自相欺瞒,例如在太阳和月亮的事情上;因为他们不仅由于引入这类定义而完全犯了错误——当这些定义被取消时,太阳仍然存在——即“走向地下的东西”,或者“夜间隐藏的星体”。因此,如果假定太阳停止运行或者永远显现,按照他们的说法,太阳将不再是太阳。但是,如果不是这样就是荒谬的,也就是说,正如在某些居住地那样,如果我们不假定它即使停止运行或永远显现也依然存在,[那就是荒谬的]。因为太阳指示某种实体;因此当它的偶性被取消时,它丝毫不减地存留下来。此外,如果像有许多人一样生出了其他太阳,显然它们将有一个共同的定义。但太阳属于个别事物,正如克里昂或苏格拉底一样。因此,正如不可能在本义上定义这些人(因为定义属于普遍者),同样也不可能定义太阳。因为正如他自己所言,究竟出于什么原因,没有人为相或为个别实体引入定义呢?因为如果有人定义了相,[这一定义]将适用于……而[那]并不是相,从而相将不再是个别的。因此他接着说道:“因为对于尝试者来说,现在所说的话是真实的——即个体没有定义——将会变得清楚明了。”

语法注2 条
  1. 7.81ὧν ἀφαιρουμένων ἔτι ἔσται ἥλιος

    关系代词 ὧν 作为属格绝对结构的逻辑主语(ὧν ἀφαιρουμένων)。其先行词为前文的 τοιούτους ὁρισμούς,具体指代这些定义所表达的偶适属性。

  2. 7.81ἀλλ’ ἄτοπον εἰ μή, τουτέστιν εἰ μὴ ὑποθώμεθα αὐτὸν εἶναι καὶ στάντα

    对于习惯性省略表达 εἰ μή(“若非如此”),评注者紧接着用 τουτέστιν(“也就是”)补足了省略的条件从句(εἰ μὴ ὑποθώμεθα αὐτὸν εἶναι...)。整个从句在逻辑上构成“是荒谬的”(ἄτοπον [ἐστι])的假设前提。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:445.13-445.29