← 特拉勒斯的阿斯克勒庇乌斯

亚里士多德《形而上学》注释(卷A–Z)

§443.18-445.12

永恒事物的不可定义性与无质料形式

注疏亚里士多德1040a27,指出永恒事物与相不可被定义,并通过区分部分的现实性与潜在性解决了现实存在的实体如何生成实体这一疑难,阐明普遍者、“存在”和“一”并非实体,评述了相论的合理之处与缺陷,最终指明真正的实体乃是无质料的形式。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.80

" Ὥσπερ οὖν εἴρηται, λανθάνει ὅτι ἀδύνατον ὁρίσασθαι ἐν τοῖς ἀιδίοις.1" Δείξας ὅτι οὐ δυνατὸν εἶναι τῶν ἀτόμων ὁρισμόν, ἐντεῦθέν φησιν ὅτι ἐπὶ τῶν ἀιδίων λανθάνει τὸ τοιοῦτον καὶ γίνεται ὑπόνοια ὅτι ἐστὶ δυνατὸν ὁρισμὸν * * * ἀπάτη ἐκ τῆς ἀιδιότητος * * * ἀιδίων πραγμάτων ὑπάρχουσιν 〈οἱ〉 ὁρισμοί. καὶ ἀποδιδόασιν τὸν ὁρισμὸν τοῦ ἡλίου λέγοντες οὕτως 〈ὅτι〉 ἥλιός ἐστιν ἄστρον ὑπὸ γῆν ἰόν, ἤγουν ὅτι ἄστρον ἐστὶν νυκτικρυφές, μὴ φαινόμενον ἐν νυκτί. οἱ δὲ τοιοῦτοι ὁρισμοὶ οὐχ ὑπάρχουσιν οὐσιώδεις, ἀλλὰ κατὰ συμβεβηκός· διὸ ἀναιρουμένων αὐτῶν οὐκ ἀναιρεῖται ὁ ἥλιος. ἐὰν γὰρ καθ’ ὑπόθεσιν στήσω τὸν ἥλιον, οὔτε ὑπὸ γῆν ἀπέρχεται οὔτε νυκτικρυφὲς γίνεται, καὶ οὐδὲν ἧττον καὶ τότε ἐστὶν ἥλιος· οὐσίαν γάρ τινα δηλοῖ. πῶς δὲ δυνατόν ἐστι τοῦ κυρίως ὁρισμοῦ ἀναιρουμένου μένειν τὸ ὁριστόν, οἷον τοῦ ζῴου λογικοῦ θνητοῦ μένειν τὸν ἄνθρωπον; ἄλλως τε δὴ ὥσπερ ὁ ὁρισμὸς ὁ φερόμενος κατὰ τοῦ Σωκράτους ὅτι ζῷον λογικὸν θνητὸν οὐ κατὰ μόνου Σωκράτους φέρεται, ἀλλὰ καὶ κατὰ τῶν ἄλλων ἀνθρώπων, καὶ οὐκ ἔστι μόνου τοῦ ἀτόμου, οὕτω δὲ καὶ εἰ πολλοὶ ὑπάρχουσιν ἥλιοι, οὗτος ἂν ὁ ὁρισμὸς κατὰ πάντων τῶν ἡλίων ἐφέρετο. ὥστε τοῦ ἀτόμου οὐχ ὑπάρχει κυρίως ὁρισμός. ἀμέλει τοι διὰ ταύτην τὴν αἰτίαν, φησίν, οὐ πειρῶνται ἀποδιδόναι τῆς ἰδέας ὁρισμόν, ἐπειδὴ ἄτομός ἐστιν ἡ ἰδέα. εἰ οὖν ὑποθώμεθα ὁρισμὸν αὐτῆς εἶναι, δῆλον ὅτι οὗτος 〈ὁ〉 ὁρισμὸς ἐφαρμόσει καὶ τῷ αἰσθητῷ πράγματι, οὗ ἐστιν ἰδέα· ὥστε οὐκ ἔσται ἔτι ἀτόμων ὁρισμός. Ταῦτα εἰρηκὼς ζητεῖ ἐφεξῆς καὶ ἐπιλύεται τὴν ἀπορίαν, ἣν ἀνωτέρω ἠπόρησεν, ὅτι οὐ δυνατὸν ἐξ ἐνεργείᾳ οὐσιῶν οὐσίαν γίγνεσθαι. πῶς οὖν φαμεν ταύτας [δὲ] τὰς αἰσθητὰς οὐσίας γίνεσθαι; καί φησιν ὅτι τὰ μέρη, ταὐτὸν δὲ εἰπεῖν τὰ καθόλου, οἷον τὸ ἁπλῶς ζῷον, τὸ λογικόν, ἡ χεὶρ ἡ ἁπλῶς καὶ τὰ τοιαῦτα πάντα καὶ ὅλα τὰ μέρη, ὡς συντόμως φάναι, καὶ ἐνεργείᾳ ὑπάρχει καὶ δυνάμει. ἐνεργείᾳ γάρ φαμεν αὐτὰ εἶναι, καθὸ ἕκαστον αὐτῶν ἔχει οἰκείαν ἐνέργειαν, οἷον τὸ ζῷον τὴν αἴσθησιν, τὸ λογικὸν τὸ βουλεύεσθαι, ἡ χεὶρ τὸ ἀντιλαμβάνεσθαι, ἡ καρδία, εἰ τύχοι, τὸ σφύζειν. καὶ πάλιν δέ φαμεν εἶναι αὐτὰ δυνάμει, καθὸ οὐκ ἔχουσιν οἰκείαν περιγραφὴν καὶ μὴ δεομένην ἑτέρου πρὸς ὕπαρξιν.2 τὸ μέντοι γε μέρος οὐκ ἔστιν αὐτὸ καθ’ αὑτό· οὔτε γὰρ ἔχει οἰκείαν περιγραφήν, ἀλλ’ ὑπὸ τοῦ ὅλου συνέχεται καὶ κρατεῖται καὶ ζωοποιεῖται, ὥσπερ τὸ μέρος τῆς γραμμῆς οὐ λέγεται εἶναι ἐνεργείᾳ ἐν τῇ γραμμῇ ἀλλὰ δυνάμει, ἐπειδὴ μὴ ἔχει οἰκείαν περιγραφὴν αὐτὴ καθ’ αὑτήν, ἀλλὰ μετὰ τῆς ὅλης ἐστίν, ὡς εἴρηται. καὶ οὐδὲν ἄτοπον ἕψεται 〈τῷ〉 λέγειν ἐξ οὐσιῶν γίνεσθαι τὰς οὐσίας, οὐκέτι ἐνεργείᾳ κεχωρισμένων, ἀλλὰ δυνάμει.3 ταῦτα εἰρηκώς φησιν ἐφεξῆς ὅτι ἐδείχθη ὅτι τὰ καθόλου οὐκ εἰσιν οὐσίαι, ἐπειδὴ μηδ’ ἔχουσιν αὐτὰ καθ’ αὑτὰ οἰκείαν περιγραφήν· διὸ ἐὰν ἀποσπασθῇ τὸ μέρος, οὐ γίνεται ἓν ἀλλὰ πολλά, καὶ ἀπόλλυται († ἃ γὰρ τὴν ἑνοῦσαν αὐτὰ δύναμιν καὶ ζωοποιοῦσαν, φημὶ δὴ τὴν ψυχήν), καὶ οὕτως γίνεται ἐνεργείᾳ τὰ τέσσαρα στοιχεῖα. δῆλον ὅτι οὐδέποτε τὸ ὂν οὔτε δὲ τὸ ἓν οὐσίας δηλοῦσιν, ἐπειδὴ καθόλου ὑπάρχουσιν 〈ἅτε κατὰ〉 πολλῶν κατηγορούμενα· ὁμώνυμα γάρ ἐστιν, ὡς ἐν Κατηγορίαις ἐμάθομεν, ὥσπερ καὶ τὸ στοιχεῖον καὶ ἡ ἀρχή. κατὰ πολλῶν γὰρ φέρονται καὶ ἡ ἀρχὴ καὶ τὸ στοιχεῖον· λέγονται 〈γὰρ〉 στοιχεῖα καὶ αἱ συλλαβαὶ τῶν λόγων, καὶ ὁ θεμέλιος τῆς οἰκίας. καὶ πάλιν ἀρχὴ τὸ ὑλικόν, τὸ εἰδικόν, τὸ τελικόν, τὸ ὀργανικὸν καὶ ἄλλα πλεῖστα. εἶτά φησιν ὅτι μᾶλλόν ἐστιν οὐσία τὸ ὂν καὶ τὸ ἓν ἤπερ ἡ ἀρχὴ καὶ τὸ στοιχεῖον, ἐπειδὴ τὸ ὂν καὶ τὸ ἓν κατὰ ὄντων φέρονται, τὸ δὲ στοιχεῖον καὶ ἡ ἀρχὴ καὶ κατὰ μὴ ὄντων, ἡνίκα λέγομεν ὅτι μέλλει ἡ ἀρχὴ γίνεσθαι τοῦ ἐμβρύου τοῦ μήπω ὄντος ἢ τοῦ πλοίου. εἶτα ταῦτα εἰπὼν φησιν ὅτι οἱ τὰς ἰδέας εἰρηκότες κατὰ τὶ μὲν ὀρθῶς εἰρήκασι, κατὰ τὶ δὲ οὐκ ὀρθῶς. καθὸ μὲν γὰρ χωριστὰς αὐτὰς ὑποτίθενται, ὀρθῶς εἰρήκασιν, ἐπειδὴ ἴδιον τοῦτό ἐστιν οὐσίας τὸ αὐθυπόστατον καὶ κεχωρισμένον αὐτὸ καθ’ αὑτὸ ὑπάρχον· καθὸ δὲ ἑτέρας οὐσίας αἰσθητὰς ποιοῦσιν ἀφθάρτους καὶ ἀϊδίους, οὐκ ὀρθῶς· οἷον ἄνθρωπος ἀΐδιος, ἐξ οὗ οἱ κατὰ μέρος ἄνθρωποι, ὁμοίως δὲ καὶ ἐπὶ ἵππου καὶ τῶν ἄλλων ὁμοίως. δυνατὸν οὖν ἦν ἀϊδίους εἶναι τὰς ἰδέας, κἂν μὴ εἶεν αἰσθηταί, ὥσπερ καὶ τὰ ἄστρα τὰ μὴ φαινόμενα ἀΐδια ὑπάρχουσι, καὶ μὴ ὄντα ἡμῖν αἰσθητά. εἶτα λοιπὸν ταῦτα εἰρηκὼς ἐπαναλαμβάνει τὸν λόγον καὶ δείκνυσι ποίαν κυρίως βούλεται εἶναι οὐσίαν, ὅτι τὴν κατ’ εἶδος, τουτέστι τὸ ἄυλον εἶδος.

“因此正如所言,在永恒事物中不可能给出定义这一事实被忽视了。” 在表明个别事物不可能有定义之后,他由此指出,在永恒事物中这一情况同样被忽视了,并且产生了定义是可能的这种猜想[……]源于永恒性的欺瞒[……]永恒事物的定义存在。他们给出太阳的定义,如此说道:“太阳是走向地下的星体”,或者“它是在夜间隐藏的、在夜间不显现的星体”。但这类定义不是本质性的,而是偶适性的;因此当它们被取消时,太阳并没有被取消。因为假定我让太阳停止运行,它既不走到地下去,也不变成夜间隐藏的星体,但在那时它丝毫不减其为太阳;因为它指示某种实体。但是,在本义上的定义被取消时,被定义项怎么可能存留呢,正如当“有理性的会死的动物”被取消时人怎么能存留呢?更何况,正如述说于苏格拉底的定义“有理性的会死的动物”不仅述说于苏格拉底一人,而且也述说于其他人,并不是仅属于该个体的,同样地,即使存在许多太阳,这一定义也将述说于所有的太阳。因此个体并没有本义上的定义。他说,自然正是由于这一原因,他们并不试图给出相的定义,因为相是个别的。因此,如果我们假定它有定义,显然这一定义也将适用于它是其相的可感觉事物;从而就不再有个体的定义了。 说了这些之后,他接着探讨并解决了他在前面提出的疑难,即现实存在的诸实体不可能生成出实体。那么我们怎么能说这些可感觉实体生成呢?他说,各部分——说普遍者也是同一回事,例如单纯的动物、理性的东西、单纯的手以及所有这类事物,简言之所有部分——既在现实中存在,也在潜在中存在。因为就它们各自具有固有活动而言,我们说它们在现实中存在,例如动物具有感知,理性的东西具有深思,手具有抓握,如果碰巧的话,心脏具有跳动。而另一方面,就它们不具有固有的且在存在上不依赖他者的界划而言,我们说它们在潜在中存在。然而部分本身并不是依自身存在的;因为它没有固有的界划,而是被整体所维系、支配并赋予生命,正如线的部分被说成在现实中并不存在于线中,而是在潜在中存在,因为它自身依据自身并不具有固有的界划,而是如所说的那样与整体共存。主张实体由不再是在现实中分离而是在潜在中[分离]的实体生成,将不会伴随任何荒谬。说了这些之后,他接着说,已经表明普遍者并不是实体,因为它们自身依据自身甚至没有固有的界划;因此,如果部分被剥离,它就不会成为一,而是成为多,并且毁灭(因为联合它们并赋予它们生命的潜能,即灵魂[丧失了]),这样四元素就在现实中生成了。显然,“存在(是)”和“一”绝不表示实体,因为它们作为述说于许多事物的普遍者而存在;实则正如我们在《范畴篇》中所学到的那样,它们是同音异义的,正如元素与原理一样。因为原理和元素都被述说于许多事物;因为话语的音节被称为元素,房屋的地基也被称为元素。同样,质料的、形式的、目的的、工具的以及极多其他事物都被称为原理。接着他说,“存在”和“一”比原理和元素更是实体,因为“存在”和“一”被述说于存在者,而元素和原理也被述说于非存在者,正如当我们说尚未存在的胎儿或船只的起点(原理)将要生成时那样。接着,说了这些之后他说,主张诸相的人们在某一方面说得对,但在某一方面说得不对。就他们把诸相设定为分离的而言,他们说得对,因为实体的固有特征就在于自存且自身依据自身分离存在;但就他们制造出不灭且永恒的另一类可感觉实体而言——例如永恒的人,个别的人由此而来,对马和其他事物也是如此——他们说得不对。因此,即使诸相不是可感觉的,诸相也是可能永恒的,正如不显现的星体虽然对我们来说不可感觉,却永恒存在一样。接着最后,说了这些之后他重新提起论证,并表明他本义上认为哪种东西是实体,即按形式的实体,也就是无质料的形式。

语法注3 条
  1. 7.80λανθάνει ὅτι ἀδύνατον ὁρίσασθαι ἐν τοῖς ἀιδίοις

    动词 λανθάνει 通常带补足分词表示“未被察觉地做某事”,此处以非人称结构使用,将 ὅτι 从句作为实质主语(“在永恒事物中不可能给出定义这一事实被忽视了”)。

  2. 7.80καὶ μὴ δεομένην ἑτέρου πρὸς ὕπαρξιν

    阴性单数宾格的否定分词 μὴ δεομένην 与其前面的名词 περιγραφήν(界划/轮廓)在性数格上一致并作定语,表示“不依赖他者以获得存在的界划”,指明部分缺乏独立的自存性。

  3. 7.80οὐκέτι ἐνεργείᾳ κεχωρισμένων, ἀλλὰ δυνάμει

    复数属格分词 κεχωρισμένων 与前文 ἐξ οὐσιῶν 中的 οὐσιῶν(实体,即各个部分)在性数格上一致并加以限定。它构成了对前述疑难的解答限定:“由不再是在现实中分离、而是在潜在中[分离]的实体生成”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:443.18-445.12