- 底本
- Asclepius, In Aristotelis Metaphysicorum Libros A-Z Commentaria. Commentaria in Aristotelem Graeca VI.2, ed. M. Hayduck, Berlin: Reimer 1888, pp. 1-452. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:441.32-443.17
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿斯克勒庇俄斯对亚里士多德《形而上学》卷Z第15章(1039b16)进行逐字逐句的解释,基于复合实体与形式的区分,展开说明为何无论对于可感觉个别事物还是对于被视作分离且不可分实体的相,都无法成立定义与证明的难题。
" Ἔτι δὲ ἐπὶ τῶν αἰσθητῶν ταῦτά τε συμβαίνει καὶ τούτων ἀτοπώτερα." Φησὶν ὅτι τοῖς ὑποτιθεμένοις ἰδέας ταῦτα ἕπεται τὰ εἰρημένα καὶ τούτων ἀτοπώτερα, τὸ γίνεσθαι ἀπείρους ἰδέας. εἰ οὖν ἀδύνατον τοῦτο οὕτως ἔχειν, δῆλον ὅτι οὐκ ἔστιν ἰδέα αὐτῶν οὕτως ὡς τινές φασιν, τουτέστιν ἄτομοι οὐσίαι αὐταὶ καθ’ αὑτὰς ὑπάρχουσαι καὶ κεχωρισμέναι. εἶτά φησιν ὅτι ἐπεὶ διαφέρει ἡ σύνθετος οὐσία τῆς κατὰ τὸ εἶδος οὐσίας (ἡ γὰρ σύνθετος οὐσία σὺν τῇ ὕλῃ, ἡ δὲ κατὰ τὸ εἶδος αὐτὴ καθ’ αὑτὴν ὑπάρχει), φησὶν οὖν ὅτι τῆς συνθέτου οὐσίας ἐστὶ φθορὰ καὶ γένεσις· αὕτη γάρ ἐστιν ἡ γινομένη καὶ φθειρομένη· τὸ γὰρ εἶδος [τοῦ οἴκου] αὐτὸ καθ’ αὑτὸ οὔτε γίνεται οὔτε φθείρεται, ὥσπερ τὸ τῆς οἰκίας εἶδος, ἀλλ’ ἄνευ γενέσεως καὶ φθορᾶς εἰσι καὶ οὔκ εἰσι· δέδεικται γὰρ ὅτι οὐδεὶς ταῦτα γεννᾷ οὐδὲ ποιεῖ, τὸν τελευταῖον λόγον τῆς φύσεως, καὶ ἀνωτέρω δὲ * * * διὰ ταύτην γὰρ τὴν αἰτίαν τῶν οὐσιῶν τῶν αἰσθητῶν τῶν καθ’ ἕκαστα οὔτε ὁρισμὸς οὔτε ἀπόδειξις ὑπάρχει, ἐπειδὴ ἔνυλα ὑπάρχουσι, καὶ ἡ φύσις αὕτη οἵα τέ ἐστι δέχεσθαι καὶ τὸ εἶναι καὶ τὸ μὴ εἶναι· διὸ φθαρτὰ ὑπάρχουσι πάντα τὰ καθ’ ἕκαστα. εἰ τοίνυν ἡ ἀπόδειξις τῶν ἀν * * * ὑπάρχει, καὶ ὁ ὁρισμὸς δὲ τοιοῦτός ἐστιν, ὥσπερ οὐ δυνατὸν τὴν ἐπιστήμην 〈ποτὲ μὲν εἶναι〉 ποτὲ δὲ μὴ εἶναι, καθάπερ εἴρηται ἐν τῇ θεωρίᾳ, δόξα δὲ τὸ τοιοῦτόν ἐστι καὶ οὐκ ἐπιστήμη, οὕτως οὐδὲ ἀπόδειξιν οὔτε δὲ ὁρισμὸν δυνατόν ἐστι ποτὲ μὲν εἶναι ποτὲ δὲ μὴ εἶναι· δόξα γάρ ἐστι τοῦ ἐνδεχομένου καὶ ἄλλως ἔχειν. ὥστε τῶν τοιούτων οὐ δυνατὸν εἶναι ὁρισμὸν οὔτε δὲ ἀπόδειξιν. τοῖς γὰρ ἐπιστήμοσιν ἄδηλα ὑπάρχουσι τὰ φθειρόμενα, ἡνίκα ἐκ τῆς αἰσθήσεως ἀπέλθωσι φθαρέντα, καὶ σῳζομένων τῶν λόγων αὐτῶν ἐν τῇ ψυχῇ,1 οἷον τοῦ Σωκράτους μετὰ θάνατον αὐτοῦ, οὐκ ἔστιν ὁρισμός. πῶς γὰρ τὸ μὴ ὂν δυνατόν ἐστιν ὁρίσασθαι; ὡς διὰ πλειόνων ἐδείξαμεν. οὔτε δὲ ἰδέαν οὐδεμίαν δυνατόν ἐστιν ὁρίσασθαι· ἀτόμους γὰρ ὑποτίθενται τὰς ἰδέας καὶ χωριστάς. τὸν δὲ ὁρισμὸν πᾶσά ἐστιν ἀνάγκη ἐξ ὀνομάτων εἶναι, ὡς εἴρηται ἐν τῷ Περὶ ἑρμηνείας, τί ἐστι λόγος. λόγον δὲ οὐκ ἀποδώσει ὁ ὁριζόμενος πρᾶγμα ἄγνωστον· τὰ δὲ γνώριμα κοινά εἰσιν, ὡς εἴρηται ἐν τῇ θεωρίᾳ, ὡς [κοινὰ] καὶ ἄλλοις ὑπάρχοντα ταῦτα, οἷον, ὥς φησιν αὐτός, εἴ τις ὁρίσαιτο ζῷον ἰσχνὸν λευκόν, ταῦτα δὲ καὶ ἄλλοις ὑπάρξουσιν. εἰ δέ τις, φησίν, εἴποι μηδὲν κωλύειν χωρὶς μὲν πάντα πολλοῖς ὑπάρχειν, συμφυρούμενα δὲ ἑνὶ ὑπάρχειν, πρῶτον μὲν ἕψεται τῷ λόγῳ, ἐπειδὴ καὶ τοῖς μέρεσι τῆς οὐσίας τοῦ ὁριστοῦ ἁρμόττει ὁ ὁρισμός, τῷ ζῴῳ καὶ τῷ δίποδι, ὥστε τὸ ζῷον ἅμα καὶ δίπουν ἔσται καὶ τὸ 〈δίπουν ἅμα〉 καὶ ζῷον ἔσται, καὶ οὕτως ὑπάρχει τὸ ζῷον * * * πουν ζῷον, ὅπερ ἐστὶν ἄτοπον. καὶ τοῦτο ἐπὶ μὲν τῶν ἀιδίων ἀνάγκη εἶναι, πρότερά γε ὄντα τὰ ἀίδια καὶ μέρη τοῦ συνθέτου, τὸ ὑπάρχειν τὸν ὁρισμὸν τοῦ συνθέτου τοῖς ἁπλοῖς αὐτοῦ μέρεσιν. ἀλλὰ μὴν καὶ χωριστὰ ὑπάρχουσιν, εἴπερ † τὴν αὐτὴν ἀχώριστον εἶναι βούλονται, τουτέστιν οὔτε ζῷον οὔτε δίπουν, εἰ ἀμφότερα αὐτῷ ὑπάρχουσι τῷ ἀνθρώπῳ τὸ ζῷον δίπουν. εἰ μὲν οὖν μηδὲν * * * οὐκ ἔσται τὸ γένος ἕτερόν τι παρὰ τὰ εἴδη· εἰ δὲ καὶ ἔστιν, ὥσπερ καὶ ἔστι τὸ γένος ἕτερον παρὰ τὸ εἶδος, ἔσται καὶ ἡ διαφορά. εἶτα ὅτι καὶ πρότερα ταῦτα ὑπάρχουσι τῷ εἶναι· διὸ συναναιροῦσι καὶ οὐ συναναιροῦνται.2 συμβήσεται οὖν καὶ ἐξ ἰδεῶν ἰδέας γίνεσθαι (ἁπλούστερα γὰρ τὰ παραλαμβανόμενα εἰς ἄλλων σύνθεσιν), ὥστε ἐκ τῆς ἰδέας τοῦ αὐτοζῴου καὶ ἐκ τοῦ δίποδος γίνεται ὁ αὐτοάνθρωπος. ἀνάγκη οὖν κατηγορεῖσθαι τὸ ζῷον καὶ τὸ δίπουν τῶν ὑπ’ αὐτά,3 ἐξ ὧν ἔσται τις ἰδέα, ἣν ἀδύνατόν ἐστιν ἐπὶ πλειόνων κατηγορῆσαι ἢ ἑνός. ὅπερ οὐκ ἔστιν ἀληθές· πᾶσαν γὰρ ἰδέαν μεθεκτὴν εἶναι βούλονται, εἴ γε ἐξ αὐτῶν τὰ τῇδε· ὥστε κατηγοροῦνται τῶν ἐνταῦθα. εἰ οὖν τοῦτο, καὶ οἱ ὁρισμοὶ αὐτῶν· ὥστε πάλιν οὐκ ἔσονται ἀτόμων ὁρισμοί.
“此外,在可感觉事物上也发生这些事情,并且发生比这些更为荒谬的事情。” 他说,对于假定诸相的人们来说,这些被述及的后果必然随之而来,并且随之而来的还有比这些更为荒谬的后果,即生成出无穷无尽的相。因此,如果这种情况不可能如此,显然就不存在像某些人所说的那种方式的诸事物之相,即自身依据自身存在且分离的不可分实体。接着他说,既然复合实体与按形式的实体有所不同(因为复合实体带有质料,而按形式的实体则自身依据自身而存在),因此他说,毁灭与生成属于复合实体;因为生成和毁灭的正是这一实体;实则[房屋的]形式自身依据自身既不生成也不毁灭,正如房屋的形式那样,而是无需生成与毁灭地存在与不存在;因为已经表明,没有人生成或制作这些,即自然的终极公式,而在前面也[……]。正是由于这一原因,个别的可感觉实体既没有定义也没有证明,因为它们包含质料,并且这种自然既能够接受存在也能够接受不存在;因此所有个别事物都是可毁灭的。因此,如果证明属于[必然的/永恒的]事物,而定义也是如此性质的,正如在理论部分中所说的那样,科学知识不可能〈时而存在〉时而又不存在,而这样一种情况乃是意见而非科学知识,同样地,证明和定义也不可能时而存在时而又不存在;因为意见是关于可以处于不同状态之事的。因此,对这类事物不可能有定义也不可能有证明。因为对于具有科学知识的人而言,可毁灭之物一旦毁灭而脱离感知,就是不明晰的,而且即使它们的定义公式保存在灵魂中,例如苏格拉底在其死后的[公式]那样,也不存在定义。因为定义非存在之物怎么可能呢?正如我们通过诸多论证所表明的那样。而且要定义任何相也是不可能的;因为他们假定诸相是不可分且分离的。但是定义完全必然由名称构成,正如在《解释篇》中谈到什么是定义公式时所言。而定义未知事物的人将无法给出定义公式;然而正如在理论部分中所言,已知事物是共通的,作为也属于其他事物的这些东西,例如正如他本人所言,如果有人定义为“消瘦的白动物”,这些也将属于其他事物。他说,但是如果有人说,没有任何东西阻止这一切在分开时属于许多事物,而在混合在一起时属于单一事物,首先从论证中必然推出的是,既然定义也适用于被定义项之实体的各个部分,即动物和两足的,结果动物将同时是两足的,而〈两足的也将同时〉是动物,这样一来动物便作为[……]足动物而存在,这正是荒谬的。并且这在永恒事物上必然成立,既然永恒事物作为复合体的部分更为在先:复合体的定义属于其单纯的部分。不仅如此,如果他们确实希望[实体]本身是不可分离的,它们也就是分离存在的,也就是说,如果动物和两足的两方面都属于人本身,那么它既不是动物也不是两足的。如果一方面没有[……],属就不会是种之外的他物;但如果另一方面它存在,正如属确实是种之外的他物一样,种差也将是。接着,这些在存在上也更为在先;因此它们共倒[其他事物],却不[被其他事物]共倒。因此也将推出相由相生成(因为被用于合成其他事物的要素更为单纯),从而由自身动物之相和两足生成自身人。因此,动物和两足的必然被述说于它们之下的事物,由这些事物将构成某种相,而要将该相述说于多于一个的事物是不可能的。但这并不是真实的;因为如果这里的具体事物确实源于诸相,他们就希望每个相都是可分有的;因此它们被述说于这里的事物。如果真是这样,它们的定义也将被述说;从而又不会存在不可分个体的定义。
- 7.79καὶ σῳζομένων τῶν λόγων αὐτῶν ἐν τῇ ψυχῇ
由 καί 引出的具有让步意义的独立属格结构,意为“即使它们的定义公式保存在灵魂中”。它与主句的否定短语 οὐκ ἔστιν ὁρισμός 相对照,表明即使在心理上保留了定义概念,一旦可感觉对象毁灭,本体论意义上的定义成立基础也不复存在。
- 7.79συναναιροῦσι καὶ οὐ συναναιροῦνται
通过主动态(συναναιροῦσι)和被动态(συναναιροῦνται)的对照表达存在上的在先性(πρότερα τῷ εἶναι)的逻辑学术语表达。构成要素(属与种差)若被取消则合成的整体(种)亦随之取消(共倒它物),但整体被取消时要素却不随之取消(不被共倒),体现出单向的依存关系。
- 7.79ἀνάγκη οὖν κατηγορεῖσθαι τὸ ζῷον καὶ τὸ δίπουν τῶν ὑπ’ αὐτά
由非人称句 ἀνάγκη [ἐστί] 引导的“宾格加不定式”结构。宾格短语 τὸ ζῷον καὶ τὸ δίπουν 作不定式的主语,被动不定式 κατηγορεῖσθαι 支配属格短语 τῶν ὑπ’ αὐτά(“在它们之下的事物”),表示述说的承受对象。
