- 底本
- Asclepius, In Aristotelis Metaphysicorum Libros A-Z Commentaria. Commentaria in Aristotelem Graeca VI.2, ed. M. Hayduck, Berlin: Reimer 1888, pp. 1-452. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:440.22-441.31
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿斯克勒庇俄斯阐释亚里士多德在 1039b16 的论证,指出形式自身不灭故而可毁灭的个别事物没有定义,进而说明被假定为个体的相同样不可能有定义,同时从自然与摄理的角度维护相的必要性并澄清亚里士多德的真正靶子。
" Ἔτι δὲ ἐπὶ τῶν αἰσθητῶν ταὐτά τε συμβαίνει καὶ τούτων ἀτοπώτερα." Ἔτι πρὸς τοὺς τὰς ἰδέας πρεσβεύοντας ἐνίσταται, καί φησιν ὅτι τὸ εἶδος αὐτὸ καθ’ αὑτὸ οὔτε γίνεται οὔτε φθείρεται. οὐ γὰρ γίνεται τὸ εἶδος τῆς οἰκίας αὐτὸ καθ’ αὑτὸ οὔτε φθείρεται, ἀλλὰ τὸ σύνθετόν ἐστι τὸ γινόμενον καὶ φθειρόμενον τὸ ἔνυλον εἶδος. διὰ γοῦν ταύτην τὴν αἰτίαν τῶν καθ’ ἕκαστα καὶ φθαρτῶν οὐχ ὑπάρχουσιν ὁρισμοί. ὥσπερ γὰρ οὐκ ἐνδέχεται τὴν ἐπιστήμην ποτὲ μὲν εἶναι ποτὲ δὲ μὴ εἶναι, οὕτως οὐδὲ ὁρισμὸν ἐνδέχεται ποτὲ μὲν εἶναι ποτὲ δὲ μὴ εἶναι. εἰ γὰρ ἀρχαὶ τῶν ἐπιστημῶν οἱ ὁρισμοὶ ὑπάρχουσιν, οὔτε δὲ δυνατὸν τὴν τοῦ τριγώνου ἐπιστήμην τὴν δεικνῦσαν τὰς 〈δύο〉 ὀρθὰς ποτὲ μὲν εἶναι ποτὲ δὲ μὴ εἶναι, εἰ οὖν τοῦτο, φησίν, ἐστὶν ἀληθές, ἀδύνατον τῶν φθαρτῶν εἶναι ὁρισμούς, ἐπεὶ οὕτως ἔσται ποτὲ μὲν ὁρισμός, ποτὲ δὲ οὐκ ἔσται· ὄντος μὲν γὰρ ὑπάρχει, μὴ ὄντος δὲ οὐκέτι ὑπάρξει, ὅπερ ἐστί, φησίν, ἀδύνατον. διὸ τῶν εἰδῶν ὑπάρχουσιν οἱ ὁρισμοί, τὰ δὲ καθ’ ἕκαστα ἐξ ὑπογραφῆς ὁρίζονται, ἢ ὡς ἄνθρωπον ὄντα ὁριζόμεθα τῷ κυρίως ὁρισμῷ.1 ταῦτα εἰρηκὼς φησιν ὅτι οὐκοῦν εἰ μὴ δυνατὸν τῶν καθ’ ἕκαστα εἶναι ὁρισμούς, οὐδὲ τῶν ἰδεῶν ἔσονται ὁρισμοί· ἀτόμους γὰρ αὐτὰς ὑποτίθενται, οἱ δὲ ὁρισμοὶ ἐκ γενῶν καὶ διαφορῶν ὑπάρχουσιν. οὗτος γὰρ ὁ λόγος ἐξ ὀνομάτων σύγκειται ὁ τοῦ ὁρισμοῦ * * * στα ὑπάρχουσιν ἢ ἐγν * * * ὑποθώμεθα αὐτὰ εἶναι ἄγνωστα, ἄτοπον * * * πῶς γὰρ δυνατὸν ἄλλο τι γινώσκεσθαι τῶν ὁρισμῶν ἀγνοουμένων, δι’ ὧν τὰ ἄλλα σαφηνίζονται; εἰ δὲ ὑποθώμεθα ταῦτα εἶναι γνώριμα, πᾶσα ἀνάγκη κοινὰ αὐτὰ εἶναι. τὸ γὰρ ζῷον ὄνομα καὶ τὸ λευκὸν γνώριμα ὑπάρχοντα κοινά εἰσι καὶ πλείοσιν ἐφαρμόττουσιν. ὥστε οὐ μόνῃ τῇ ἰδέᾳ ὑπάρξει ὁ ὁρισμός, ἀλλὰ πλείοσιν· ὥστε οὐδὲ κυρίως ἔσται οὗτος ὁρισμός. εἰ δέ τις εἴποι ὅτι δεδόσθω αὐτὰς κοινὰς εἶναι χωρὶς καὶ χωρίς, ἅμα μέντοι συνερχομένας μίαν δηλοῦν οὐσίαν τὴν τῆς ἰδέας,2 ὥσπερ τὸ ζῷον λογικὸν θνητόν, εἰ οὖν ταῦτά τις εἴποι, λέγομεν πρὸς αὐτὸν ὅτι ἡ ἰδέα αὕτη ἢ κατηγορεῖται ἐκείνου οὗ ἐστιν ἰδέα, ἢ οὐ κατηγορεῖται. εἰ μὲν οὖν μὴ κατηγορεῖται, οὐδὲ ἐξ αὐτῆς ἔχει τὴν ὕπαρξιν οὔτε ἰδέα αὐτοῦ ἐστιν. εἰ δὲ κατηγορεῖται αὐτοῦ, δῆλον ὅτι καὶ ὁ ὁρισμὸς αὐτῆς κατηγορηθήσεται αὐτοῦ, καὶ οὕτως πάλιν οὐκ ἔσται ἀτόμων ὁρισμός· δύο γὰρ πραγμάτων ἐστὶν ὁρισμός. εἰδέναι δὲ χρὴ ὅτι ἀνάγκη ἐστὶ λέγειν ἰδέας· οὔτε γὰρ ἐκ τῆς ὕλης θέμις λέγειν τὰ τῇδε γίνεσθαι, ἀλλ’ ἐκ προϋπαρχούσης αἰτίας, εἰ μήτι εἴποι ὁ Ἀριστοτέλης ὅτι ἡ φύσις αὐτὰ τῷ εἶναι ποιεῖ,3 ὥσπερ τὸ πῦρ αὐτῷ τῷ εἶναι θερμαίνει. ἀλλὰ δεῖ καὶ τὴν πρόνοιαν αἰτίαν ὑποτίθεσθαι· αὕτη δὲ οὐκ ἀλόγως ποιεῖ. * * * δημιουργικὸν ὁ Ἀριστοτέλης, μάχεται δὲ πρὸς τοὺς ὑποτιθεμένους ἀτόμους εἶναι οὐσίας ἀφθάρτους τῶν τῇδε, καὶ ἐξ αὐτῶν γίνεσθαι τὰ τῇδε, τοῦ δημιουργοῦ εἰς αὐτὰ ἀφορῶντος καὶ οὕτως ποιοῦντος, οἷον ἄνθρωπον καὶ ἵππον καὶ ὅσα ἄλλα τοιαῦτα εἴδη ὑπάρχουσιν.
“此外,在可感觉事物上也发生同样的事情,并且发生比这些更为荒谬的事情。” 他仍然针对推崇诸相的人们提出异议,并说形式自身依据自身既不生成也不毁灭。因为房屋的形式自身依据自身既不生成也不毁灭,而是复合体即内质料的形式在生成和毁灭。至少正是由于这个原因,个别事物和可毁灭事物没有定义。因为正如科学知识不可能时而存在时而又不存在,定义同样不可能时而存在时而又不存在。因为如果定义作为诸科学的原理而存在,而表明三角形具有[两]直角的科学知识不可能时而存在时而又不存在,那么他说,如果这是真实的,可毁灭事物就不可能有定义;因为这样一来,定义将时而存在,时而又不存在;实则在[事物]存在时[定义]存在,而在其不存在时[定义]便不再存在——他说,这正是不可能的。因此定义属于诸形式,而个别事物则是通过勾画性描述被界定的,或者我们只要其作为人而存在,就用本义的定义来界定。他说完这些后又说:因此,如果个别事物不可能有定义,诸相也不会有定义;因为他们假定诸相是不可分的个体,而定义则由属和种差构成。因为定义的这一定义公式是由名称组合而成的[……]存在或者[……]如果我们假定它们是不可知的,这是荒谬的[……]因为在定义——其他事物正是通过它们才被阐明的——处于未知状态时,怎么可能认识其他事物呢?但如果我们假定这些是可知的,则它们完全必然是共通的。因为“动物”和“白”这些名称作为已知之物是共通的,并且适用于更多事物。因此定义将不仅属于相自身,而且属于更多事物;以至于这甚至不是本义上的定义。但如果有人说:权且承认它们分别独立时是共通的,然而同时汇合在一起时却表明相的一个单一实体,正如“理性的会死的动物”那样——如果有人这样说,我们针对他对他说:这个相要么被述说于它作为其相的那个对象,要么不被述说。如果它不被述说,[对象]既不由它而具有其存在,它也不是该对象的相。但如果它被述说于它,显然它的定义也将被述说于它,如此一来又不会存在不可分个体的定义;因为这将成了两件事物的定义。然而应当知道,谈论诸相是必然的;因为说这里的具体事物产生于质料是不可容许的,而必须产生于预先存在的原因,除非亚里士多德说自然凭借其存在本身制作它们,正如火凭借其存在本身进行加热一样。但是还必须将摄理假定为原因;而摄理并非无道理地进行制作。[……]亚里士多德[承认]制作性的[原理],但他反对的是那些假定存在着这里事物的不可毁灭的不可分实体,且这里的具体事物由它们生成,匠造造物者正注视着它们并以此进行制作的人,例如人和马以及其他所有这类形式。
- 7.78ἢ ὡς ἄνθρωπον ὄντα ὁριζόμεθα τῷ κυρίως ὁρισμῷ
ὡς ἄνθρωπον ὄντα 是修饰 ὁριζόμεθα 省略宾语的宾格分词短语(ὄντα 为承接 τὰ καθ' ἕκαστα 的中性复数宾格,或与 ἄνθρωπον 一致的阳性单数宾格),作 ὁριζόμεθα 的宾语补足语,意为“就其作为一个人而言”。这与前文提到的仅凭“勾画性描述”(ἐξ ὑπογραφῆς)把握具体个别事物形成对比。
- 7.78δεδόσθω αὐτὰς κοινὰς εἶναι χωρὶς καὶ χωρίς, ἅμα μέντοι συνερχομένας μίαν δηλοῦν οὐσίαν τὴν τῆς ἰδέας
δεδόσθω 是完成时被动态第三人称单数命令语气,用作让步性的假定(“权且假定/承认……”)。宾格主语 αὐτάς 在上下文中指代构成定义的要素(如种差 διαφοραί 或语音/词语 φωναί),分词 συνερχομένας 与之同格(阴性复数宾格),表示“当它们同时结合在一起时”。
- 7.78εἰ μήτι εἴποι ὁ Ἀριστοτέλης ὅτι ἡ φύσις αὐτὰ τῷ εἶναι ποιεῖ
εἰ μήτι εἴποι 是带有希求语气的条件从句,表示潜在的例外或限制性让步(“除非亚里士多德会说……”)。τῷ εἶναι 是带有冠词的不定词作手段/工具与格,意为“凭借其存在本身”。
