- 底本
- Asclepius, In Aristotelis Metaphysicorum Libros A-Z Commentaria. Commentaria in Aristotelem Graeca VI.2, ed. M. Hayduck, Berlin: Reimer 1888, pp. 1-452. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:439.12-440.21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿斯克勒庇俄斯回应第二条疑难(即相因包含相反者而丧失单纯性或因混杂而毁灭),借助自然、灵魂与神圣事物的类比论证了相的单纯性与非物质超越性;随后通过区分并列要素与超越的属,驳斥了导致“相之相”的第三条疑难;并借助普遍者的贯通性以及事物依自身能力分有相的原理,解答了关于相具有无限性与可毁灭性的第四条疑难。
ἀλλ’ εἰ μὲν ὑποθώμεθα αὐτὰς παρατίθεσθαι, οὐκέτι ἔσονται ἁπλαῖ αἱ ἰδέαι (βούλονται δὲ αὐτὰς ἁπλᾶς εἶναι), 〈εἰ δὲ φῶμεν μίγνυσθαι〉 φθαρταὶ ἔσονται· φθείρονται〈γὰρ τὰ〉 μιγνύμενα· οὔτε γὰρ ὁ οἶνος μένει μετὰ τὴν μῖξιν οἶνος οὔτε τὸ μέλι μέλι. λέγομεν οὖν καὶ πρὸς ταῦτα ὅτι πρῶτον μὲν τὰ ἐναντία οὐ δυνατὸν ἐν σώματι συστῆναι, ἐπεὶ ἐν ἀσωμάτῳ οὐδέν ἐστιν ἄτοπον.1 καὶ γὰρ ἡ φύσις μία καὶ ἡ αὐτὴ οὖσα ἔχει τοὺς λόγους ἐν ἑαυτῇ τοῦ λευκοῦ καὶ τοῦ μέλανος καὶ τοῦ θερμοῦ καὶ τοῦ ψυχροῦ. οὐκ ἄτοπον οὖν καὶ τὴν ἰδέαν μίαν καὶ τὴν αὐτὴν οὖσαν ἔχειν τοὺς ἐναντίους λόγους ἐν ἑαυτῇ παρακτικοὺς καὶ νοητικούς. ἔπειτα οὐδὲ ἐναντία ὑπάρχουσι· τὸ γὰρ λογικὸν παρακτικόν ἐστι τοῦ ἀλόγου, καὶ τὸ ἀθάνατον τοῦ θνητοῦ. ἄλλως τε δὴ ἴσμεν ὅτι πολλά ἐστιν ἡ ψυχή, καὶ οὐσία καὶ ζωὴ καὶ δύναμις, καὶ ὅμως ἁπλῆν αὐτήν φαμεν εἶναι διὰ τὴν ἑνοποιὸν αὐτῆς δύναμιν, ἐπειδὴ ἑνοποιῶς καὶ οὐσιωδῶς μετέχει τούτων. ὁμοίως δὲ καὶ ἐπὶ τοῦ θείου· ἔχει γὰρ καὶ οὐσίαν ὑπερούσιον καὶ δύναμιν ἀγαθὴν καὶ ὑπερδύναμον καὶ ἀγαθότητα, καὶ ὅμως ἁπλοῦν τί ἐστι καὶ θεῖον, καὶ οὐδὲ θέμις τολμῆσαι ἐπὶ αὐτοῦ σύνθεσίν τινα ὀνομάσαι. οὕτως οὖν φημὶ καὶ ἐπὶ τῶν ἰδεῶν ὅτι εἰ καὶ δοκοῦσι πολλὰ εἶναι, ἕν τι ὑπάρχουσι διὰ τὴν ἑνοποιὸν αὐτῶν δύναμιν, καὶ λοιπὸν ἀπόρροιαι ἐκεῖθεν ἐρχόμεναι καὶ καταλάμπουσαι τὰ τῇδε οὕτω γίνονται παρακτικαὶ τῶν τῇδε. οὔτε δὲ πάλιν φθείρεσθαι συμβαίνει· τὰ γὰρ σώματα μιγνύμενα φθείρονται, οὐ τὰ ἀσώματα. διὸ πάντα καταλάμπουσα ἡ θεία πρόνοια οὐ πάλ * * * ἀλλοίωσιν· οὔτε γὰρ φθείρονται τὰ * * * μιγνύμενα. ἄφραστος γάρ τίς ἐστιν ἐπὶ † τοῦτον γνώσεως, καὶ ἡ μῖξις ἐπὶ σωμάτων θεωρεῖται. τρίτη ὑπῆρχεν ἀπορία τοιαύτη ἡ λέγουσα, ὅτι εἰ θεωρεῖται τὸ αὐτοζῷον ἐν τῷ ἀνθρώπῳ, ἐπειδὴ τὸ μέρος τῆς οὐσίας οὐσία ἐστὶ καὶ τὸ μέρος τῆς ἰδέας ἰδέα, ἔστι δὲ ὁ αὐτοάνθρωπος καὶ ἰδέα καὶ οὐσία, ἔσται οὐσία οὐσίας καὶ ἰδέα ἰδέας, καὶ τοῦτο ἐπ’ ἄπειρον. λέγομεν οὖν πρὸς τοῦτο ὅτι τὰ μὲν συντεταγμένα ἀλλήλοις οὐ λέγονται εἶναι γένη ἐκείνων, ἤγουν 〈ὧν〉 συντεταγμένα ὑπάρχουσιν, ἀλλὰ στοιχεῖα αὐτῶν.2 διὸ τὸ ζῷον τὸ ἐν τῷ σώματι, ἤγουν τὸ ἐν τῷ ἀνθρώπῳ ὑπάρχον, οὐ λέγεται γένος εἶναι αὐτοῦ, ἀλλὰ τὸ ἐξῃρημένον λέγομεν γένος εἶναι αὐτοῦ· ὥστε τὸ αὐτοζῷον τοῦ μὲν αὐτοανθρώπου στοιχεῖον ὑπάρχει, τοῦ δὲ ἀνθρώπου τοῦ ἐνταῦθα γένος καὶ ἰδέα. ὥστε οὐκ ἔσται ἰδέα ἰδέας. τετάρτη ἀπορία ἦν τοιαύτη, ὅτι εἰ θεωροῦνται αἱ ἰδέαι ἐν τοῖς αἰσθητοῖς, ἐπειδὴ ἄπειρα ταῦτα, ἔσονται καὶ αἱ ἰδέαι ἄπειροι· καὶ ἐπειδὴ ἐν φθαρτοῖς θεωροῦνται, ἔσονται καὶ αὐταὶ φθαρταὶ καὶ θνηταί. λέγομεν πάλιν πρὸς ταῦτα ὅτι ὥσπερ σὺ λέγεις τὸ καθόλου διὰ πάντων τῶν ὄντων πεφοιτηκέναι, οἷον τὸν λόγον τὸν καθόλου τοῦ ἀνθρώπου, καὶ οὐ διὰ τοῦτο φῂς αὐτὸ εἶναι φθαρτόν, ἅτε δὴ ἐν τοῖς οὖσιν ἀεὶ ὑπάρχον (καὶ εἰ μὲν ἐπιμερίζεται, εἴη ἂν φθαρτόν, καθὸ δὲ διὰ πάντων πεφοίτηκεν, εἴη ἂν καθόλου) * * * κεῖνα φησὶν ὅτι μετέχουσιν ἐκεῖνα τῆς * * * καθὸ δύνανται χωρεῖν, ὁ ἄνθρωπος κατὰ τὰ μέτρα τοῦ ἀνθρώπου, ὁμοίως καὶ ὁ ἵππος καθὸ ἵππος· καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως.
但是,如果我们一方面假定它们被并置,诸相就将不再是单纯的(然而他们希望诸相是单纯的);另一方面,[如果我们说它们混杂],它们将是可毁灭的;因为混杂的[事物]被毁灭;实则酒在混合之后不再保持为酒,蜜也不再保持为蜜。因此我们针对这些也说:首先,相反者不可能共存于物体之中,但在非物体的事物中[共存]绝无荒谬之处。因为自然也是单一且同一的,却在自身中包含着白与黑、热与冷的定义。因此相也是单一且同一的,却在自身中包含着作为生产性的与知性的相反定义,这并非荒谬。其次,它们甚至根本不是相反者;因为理性的东西是非理性东西的生产因,不朽的东西是会死东西的生产因。此外,我们固然知道灵魂是多数事物,既是实体又是生命又是能力,然而由于其统合的能力,我们却说它是单纯的,既然它以统合的和实体的方式分有这些。在神圣事物上同样如此;因为它固然拥有超实体的实体,以及既善又超能的能力和善性,然而它却是某种单纯的神圣之物,甚至绝不可妄自称其具有某种复合。因此我说,在诸相上也是如此:纵使它们看似是多数,却由于其统合的能力而作为某一单一事物存在,并且从那里降下并照耀这里事物的流溢,遂以此方式成为这里事物的生成者。反之,也并不导致它们被毁灭;因为在混合中被毁灭的是物体,而非非物体的事物。因此,照耀万物的神圣摄理并未[遭受]质变;因为混杂的[……]并不被毁灭。实则对此存在某种不可言说的认识,而混合是在物体上被考察的。第三个疑难是这样表述的:如果“动物自身”在人之中被考察,那么既然实体的部分是实体,相的部分是相,而“人自身”既是相又是实体,就将存在“实体的实体”和“相的相”,且这将进行到无穷。因此我们对此说:彼此并列的事物并不被称为那些事物的属,即[它们与之]相并列之物的属,而是它们的组成要素。因此在物体之中的动物,即存在于人之中的动物,并不被称为它的属,而我们说超越者才是它的属;因此“动物自身”对于“人自身”而言是要素,而对于这里的具体人而言则是属和相。因此将不会出现“相的相”。第四个疑难是这样的:如果诸相在可感觉事物之中被考察,既然这些事物是无限的,诸相也将是无限的;并且既然它们在可毁灭的事物中被考察,它们自身也将是可毁灭的和会死的。我们再次对这些说:正如你所说普遍者贯通了所有存在者——例如人的普遍定义——并且你并不因此就说它是可毁灭的,因为它是恒常存在于诸存在者之中的(并且如果它是被分摊的,它就将是可毁灭的,但就其贯通一切而言,它将是普遍的)[……]他说,那些事物按照它们所能容纳的限度分有[……],人按照人的尺度分有,同样地马也作为马而分有;其他事物亦是如此。
- 7.77ἐπεὶ ἐν ἀσωμάτῳ οὐδέν ἐστιν ἄτοπον
ἐπεί 在此并非表示通常的原因(“因为”),而是针对前句否定性论断(“相反者不可能共存于物体之中”)引出限制性或转折性的让步对比(“然而在非物体中[共存]绝无荒谬之处”)。语境中省略了承接前文的不定词(如 συστῆναι)。
- 7.77τὰ μὲν συντεταγμένα ἀλλήλοις οὐ λέγονται εἶναι γένη ἐκείνων, ἤγουν 〈ὧν〉 συντεταγμένα ὑπάρχουσιν, ἀλλὰ στοιχεῖα αὐτῶν
句子的核心骨架为 τὰ μὲν συντεταγμένα ἀλλήλοις(主语)+ οὐ λέγονται εἶναι γένη ἐκείνων(动词与表语补足语)... ἀλλὰ στοιχεῖα αὐτῶν。插入的 ἤγουν 〈ὧν〉 συντεταγμένα ὑπάρχουσιν 是对 ἐκείνων 的解释性关系从句,意指在同一复合体中彼此处于并列配位地位的成分不能互为对方的“属”,而只是其“组成要素”,真正的属被区分界定为超越于它们之上的事物(ἐξῃρημένον)。
