- 底本
- Asclepius, In Aristotelis Metaphysicorum Libros A-Z Commentaria. Commentaria in Aristotelem Graeca VI.2, ed. M. Hayduck, Berlin: Reimer 1888, pp. 1-452. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:42.35-44.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿斯克勒庇俄斯注释了亚里士多德对早期自然哲学家(提出质料因与动力因)和毕达哥拉斯派(将一、有限、无限及数实体化并尝试下定义)的对比概述,在介绍亚里士多德对毕达哥拉斯派定义的批判后,引用其师阿摩尼奥斯的解释为毕达哥拉斯派辩护。
" Παρὰ μὲν τῶν πρώτων σωματικὴν τὴν ἀρχήν." Οἱ πρῶτοι φυσιολόγοι σωματικὴν τὴν ἀρχὴν ὑπέθεντο· οἱ μὲν γὰρ ὕδωρ ὥσπερ Θαλῆς, οἱ δὲ πῦρ, ὡς Ἡράκλειτος, καὶ οἱ μὲν μίαν ὑπετίθεντο, οἱ δὲ πλείους, οἷον πῦρ καὶ γῆν, ὥσπερ Παρμενίδης· ἀμφοτέρας δὲ ὑλικὰς ὑπετίθεντο τὰς ἀρχάς. ἄλλοι δέ τινες καὶ πρὸς τῇ ὑλικῇ αἰτίᾳ καὶ ποιητικὴν εἰρήκασιν, καθάπερ Ἐμπεδοκλῆς καὶ Ἑρμότιμος καὶ Ἀναξαγόρας· οἱ μὲν τὸν νοῦν, οἱ δὲ νεῖκος καὶ φιλίαν. καὶ ὁ μὲν Ἐμπεδοκλῆς δύο ὑπετίθετο εἶναι τὰ ποιητικά, καὶ τὸ νεῖκος καὶ τὴν φιλίαν, οἱ δὲ περὶ Ἑρμότιμον μίαν, τὸν νοῦν. ἤρξαντο οὖν οἱ παλαιοὶ φυσικοὶ πρὸ τῶν Ἰταλικῶν, φημὶ δὲ τῶν Πυθαγορείων· καὶ συνήκμασαν γὰρ καὶ συνεπεξετάθησαν τοῖς Πυθαγορείοις· μέχρις οὖν τῶν Ἰταλικῶν ἐγένοντο. καὶ πάλιν χωρὶς ἐκείνων μονιμώτερον εἰρήκασι, τουτέστι μετριώτερον, ἤγουν σκοτεινότερον ἢ μαλακώτερον·1 οὐ γὰρ διηρθρωμένως εἰρήκασιν οἱ Πυθαγόρειοι περὶ τῶν ἀρχῶν· πλὴν οἱ μὲν αὐτῶν μίαν ποιοῦσι τὴν ἀρχὴν τὴν ὑλικήν, οἱ δὲ δύο· πρὸς γὰρ τῇ ὑλικῇ ὑπετίθεντο καὶ ποιητικήν, ὥσπερ οἱ περὶ Ἀναξαγόραν.
“从最初的学者那里,[得出了]物体的原理。” 最初的自然哲学家假定原理是物体的;因为一些人像泰勒斯那样假定水,另一些人像赫拉克利特那样假定火,一些人假定一个,而另一些人像巴门尼德那样假定多数(如火与土);并且他们将这两个原理都假定为质料性的。但另有一些人在质料原因之外还言及了动力原因,正如恩培多克勒、赫尔墨提谟和阿那克萨戈拉那样;一些人主张理智,另一些人主张争斗与友爱。恩培多克勒假定动力原因有两个,即争斗与友爱,而赫尔墨提谟一派假定一个,即理智。因此,古代自然哲学家始于意大利派学者(即毕达哥拉斯派)之前;因为他们既与毕达哥拉斯派同时繁荣,也与他们共同延续;因此他们一直存续至意大利派学者之时。而且再者,除那些学者之外,他们的说法更为恒常,也就是说更为适度,或者说更为晦暗或更为微弱;因为毕达哥拉斯派在讨论原理时并未作出清晰的区分。不过,他们之中有些人将原理定为质料性的一个,有些人定为两个;因为他们在质料原因之外还假定了动力原因,正如阿那克萨戈拉一派那样。
"Οἱ δὲ Πυθαγόρειοι δύο μὲν τὰς ἀρχὰς κατὰ τὸν αὐτὸν εἰρήκασι τρόπον." Φησὶν ὅτι καὶ οἱ Πυθαγόρειοι δύο ἀρχὰς ὑπετίθεντο, ὁμοίως ὑλικὴν καὶ ποιητικήν, διαφέρουσι δὲ ἐκείνων, ὅτι οἱ μὲν ἓν τῶν στοιχείων εἰρήκασι τὴν ἀρχήν, οἷον πῦρ ἢ ὕδωρ ἤ τι τοιοῦτον λέγοντες τὸ πεπερασμένον καὶ τὸ ἄπειρον, αὐτοὶ δὲ οἱ Πυθαγόρειοι ἑτέρας φύσεις ὑπετίθεντο αὐτὸ καθ’ αὑτὸ εἶναι τὸ ἄπειρον, καὶ ἐξ αὐτοῦ γίνεσθαι τὴν ἀπειρίαν, καὶ πάλιν αὐτὸ καθ’ αὑτὸ 〈τὸ〉 πεπερασμένον, καὶ ἐξ αὐτοῦ γίνεσθαι τὴν πρόοδον τῶν πεπερασμένων, τουτέστι τοὺς λόγους τῶν εἰδῶν καὶ τῆς ὕλης. καὶ ἀληθῶς λέγει ὁ Ἀριστοτέλης αὐτὸ οὖν τὸ ἓν οὐσίαν εἶναι τούτων ἔλεγον ὧν κατηγοροῦνται.2 διὸ καὶ τὸν ἀριθμὸν εἶναι τὴν οὐσίαν πάντων ἔλεγον, ἐπειδὴ καὶ τὰ πάντα ἐξ ἀριθμῶν συνίστασθαι ἔλεγον. περὶ τούτων οὖν τοῦτον τὸν τρόπον ἀπεφήναντο· ἤρξαντο δὲ λέγειν καὶ περὶ τοῦ τί ἐστιν, φημὶ δὴ περὶ τῶν ὁρισμῶν. ἔλεγον γὰρ ὅτι τὸ πρώτως τινὶ ὑπάρχον τοῦτό ἐστιν ὁ ὁρισμὸς αὐτοῦ· οἷον ἐπεὶ πρώτως ὑπάρχει τῇ ἐπιφανείᾳ τὸ χρῶμα, τὸ χρῶμα ἄρα ὁρισμός ἐστι τῆς ἐπιφανείας. καὶ πάλιν ἐπειδὴ τὸ διπλάσιον〈πρώτως〉 ὑπάρχει τῇ δυάδι, ὁρισμὸς τῆς δυάδος τὸ διπλάσιον. οἱ δὲ ὁρισμοὶ θέλουσιν ἀντιστρέφειν3 πρὸς τὰ ὁριστά· οὐκ ἀντιστρέφει δέ· οὐ γάρ, εἴ τι διπλάσιον, δυάς· τὰ γὰρ ὀκτὼ διπλάσια μέν ἐστιν, οὐ δυὰς δέ. εἰ δὲ τοῦτο ὑποθώμεθα, πολλὰ ἔσται τὸ ἕν· εἰ γὰρ ἡ δυὰς διπλάσιον, πολλὰ δὲ τὰ διπλάσια, πολλὰ ἔσται καὶ ἡ δυάς, ἓν οὖσα πρᾶγμα. ἔσται γὰρ καὶ ὀκτὼ καὶ δέκα καὶ δώδεκα, καὶ ὅσα ἄλλα τοιαῦτα. καὶ οὕτως μὲν ὁ Ἀριστοτέλης. εἰδέναι μέντοι χρή, ὡς οἱ Πυθαγόρειοι, ὡς φησιν ὁ ἡμέτερος φιλόσοφος Ἀμμώνιος, τὴν δυάδα ἀντὶ ἀρτίου ἀριθμοῦ ἐλάμβανον καὶ ἔλεγον ὅτι ἡ δυὰς διπλάσιον, καὶ οὕτως ἀντιστρέφει πρὸς τὸ ὁριστόν. εἴ τι γὰρ διπλάσιον, τοῦτο καὶ ἄρτιον· εἴ τι ἄρτιον, τοῦτο καὶ διπλάσιον· καὶ τὰ ὀκτὼ γὰρ ἄρτια καὶ ὅσα τοιαῦτα. ἐπεὶ οὖν πρώτη ἐστὶν ἡ δυὰς ἐν τοῖς ἀρτίοις, τούτου χάριν ἐλάμβανον τὴν δυάδα ἀντὶ παντὸς ἀρτίου ἀριθμοῦ, καὶ οὕτως ὡρίζοντο ὑγιῶς.
“而毕达哥拉斯学派以相同的方式言及了两个原理。” 他说,毕达哥拉斯派也同样假定了两个原理,即质料的与动力的,但他们与那些学者不同,因为前者称元素之一为原理(如火或水或诸如此类的事物),称之为有限与无限,而毕达哥拉斯派自身则假定另一些本性,即无限自身独立存在,无限性由此产生;又假定有限自身独立存在,有限事物的流出——即形式与质料的定义——由此产生。而且亚里士多德所言属实,因此他们主张一自身就是它们被述说于其上的那些事物的实体。因此他们也说数是万物的实体,因为他们说万物由数构成。关于这些问题,他们就是以这种方式表述的;但他们也开始讨论“是什么”,我指的正是关于定义。因为他们说,最先属于某事物的东西就是它的定义;例如,由于颜色最先属于表面,所以颜色就是表面的定义。再如,由于倍数最先属于二,所以二的定义就是倍数。然而定义应当与被定义项可逆;但此处并不可逆;因为并非只要某物是倍数,它就是二;因为八是倍数,但不是二。如果我们作此假定,一就会变成多数;因为如果二等于倍数,而倍数是多数,那么二作为一个单一事物,也将成为多数。因为它将既是八也是十也是十二,以及所有其他这类事物。亚里士多德的论述就是如此。然而应当明了的是,正如我们的哲学家阿摩尼奥斯所说,毕达哥拉斯派是用二来代替偶数,从而主张二就是倍数,如此一来它便能与被定义项可逆。因为若某物是倍数,它也就是偶数;若某物是偶数,它也就是倍数;因为八也是偶数,所有诸如此类者皆然。既然二在偶数中居于首位,为了这个缘故,他们用二来代替一切偶数,因而是健全地下定义的。
- 1.49μονιμώτερον εἰρήκασι, τουτέστι μετριώτερον, ἤγουν σκοτεινότερον ἢ μαλακώτερον
在比较级副词性宾格 μονιμώτερον(更稳定地/更持久地)之后,注疏者通过 τουτέστι(即)和 ἤγουν(或者说)引出了三个解释性的同格同义词(μετριώτερον“更适度地”、σκοτεινότερον“更晦暗地”、μαλακώτερον“更微弱地”)。
- 1.50οὐσίαν εἶναι τούτων ἔλεγον ὧν κατηγοροῦνται
对应于亚里士多德原文(987a18–19)。关系代词 ὧν 被先行词 τούτων 的属格所吸引。在被动述谓结构 κατηγοροῦνται 中(主语是上文提到的一与无限等概念),ὧν 作为被述谓对象(主词)的属格(源自 κατηγορεῖσθαί τινος 结构),意为“它们被述说的那些事物的实体”。
- 1.50θέλουσιν ἀντιστρέφειν
动词 θέλω 加不定词在此并非表达主观意愿,而是在后古典及晚期希腊语中用作表示规则或本质要求的惯用表达,意为“理应”、“必须”(即定义在性质上必须与被定义项可逆)。
