- 底本
- Asclepius, In Aristotelis Metaphysicorum Libros A-Z Commentaria. Commentaria in Aristotelem Graeca VI.2, ed. M. Hayduck, Berlin: Reimer 1888, pp. 1-452. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:438.1-439.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德在《形而上学》1039b9提出的“动物自身”将成为多数这一疑难,阿斯克勒庇俄斯梳理了其论证结构,并阐释了柏拉图学派借助相的超越性与生产因性质所作的反驳,以及围绕相是否包含种差展开的第二个疑难。
" Ἔτι πολλὰ ἔσται αὐτὸ τὸ ζῷον." Φησὶν ὅτι εἰ διάφορα ὑπάρχουσι τὰ ζῷα τὰ ἐν τοῖς διαφόροις * * * ἡ ἰδέα τοῦ ζῴου· τὸ γὰρ ἐν ἑκάστῳ 〈ζῷον οὐσία ἐστίν〉, ἡ δὲ οὐσία ἑκάστου ἡ ἰδέα ἑκάστου ἐστίν· ὥστε πολλαὶ ἔσονται ἰδέαι. οὐ γὰρ κατ’ ἄλλο λέγεται, τουτέστιν οὐκ ἐξ ἄλλου ἔχουσι τὸ εἶναι παρὰ τὴν ἰδέαν τοῦ ζῴου, τουτέστι τὴν οὐσίαν αὐτοῦ. εἰ γὰρ μὴ τοῦτο ὑποθώμεθα εἶναι τὸ ζῷον τὴν οὐσίαν τοῦ ἀνθρώπου, ἐξ ἐκείνου ἔσται ὁ ἄνθρωπος, τουτέστιν 〈ἐξ οὗ〉 ἡ ποιότης ὑπάρχει.1 ἔτι ἰδέαι ἅπαντα ὑπάρχουσιν ἐξ ὧν ὁ ἄνθρωπος συνέστηκε, τὸ ζῷον, τὸ δίπουν. οὐκοῦν ταῦτα ἰδέα ὑπάρξει * * * ἄλλου δὲ οὐσία (ἡ γὰρ ἰδέα ἐστὶν ἡ συμπληροῦσα τὴν ἑκάστου οὐσίαν), ἐπειδὴ οὕτως ἡ ἄλλου οὐσία ἐν ἄλλῳ θεωρηθήσεται, ὅπερ ἐστὶν ἄτοπον. ὥστε αὐτὴ ἡ ἰδέα τοῦ ζῴου ἔσται ἑκάστου τῶν ζῴων. τὸ γοῦν ζῷον τὸ ἐν τῷ ἀνθρώπῳ καὶ τὸ ἐν τῷ ἵππῳ εἴ γε ἰδέα ἐστίν, ἐκ τίνος γέγονε; καὶ πῶς ἐξ αὐτοῦ τοῦ ζῴου ζῷον γέγονεν, εἴ γε ἀμφότερα ἰδέα ἐστί; καὶ πῶς δυνατόν ἐστι τὸ ζῷον, ὅπερ οὐσία ἐστί, τοῦτο παρ’ αὐτὸ τὸ ζῷον ὑπάρχειν, εἴ γε ἀμφότερα οὐσία ἐστί; καὶ ἐπ’ ἄπειρον δὲ ὁ λόγος προέρχεται. Ἀντειπὼν ὁ Ἀριστοτέλης πρὸς τὰ καθόλου ἐντεῦθεν ἀποτείνεται καὶ πρὸς τὰς ἰδέας ὡς καθόλου καὶ αὐτὰς οὔσας. καθόλου δ’ ὑπάρχουσιν ὡς ποιητικὰ καὶ παρακτικὰ τῶν τῇδε. ἀντιλέγει οὖν καὶ πρῶτον ἐπιχείρημα τοῦτον τὸν τρόπον, ὅτι ἡ ἰδέα ἢ μία ἐστὶ τῷ ἀριθμῷ ἢ πολλά. ἀλλ’ εἰ μὲν μίαν αὐτὴν ὑποθώμεθα τῷ ἀριθμῷ καὶ θεωρεῖσθαι ἐν πλείοσι, διασπασθήσεται· εἰ δὲ πολλὰ αὐτὴν ὑποθώμεθα καὶ ἐν ἑκάστῳ θεωρεῖσθαι, ἄπειροι ἔσονται αἱ ἰδέαι * * * γένους καὶ διαφορᾶς ἰδίᾳ οὔσης ἰδέας καὶ τῶν ἐπεισοδιωδῶν καὶ τῶν μὴ ἐπεισοδιωδῶν. φασὶ 〈δὲ〉 οἱ Πλατωνικοὶ ὅτι μίαν φαμὲν εἶναι τὴν ἰδέαν καὶ οὐκ ἔστιν ἀνάγκη διασπασθῆναι αὐτήν· οὐ γὰρ ὡς ἐν ὑποκειμένῳ τῇ αἰσθητῇ 〈οὐσίᾳ〉 θεωρεῖται, ἀλλ’ ὡς παρακτικὴ καὶ ποιητική. ὥσπερ γὰρ ὁ ἥλιος εἷς ὑπάρχων τῷ ἀριθμῷ καὶ καταλάμπων τὰ τῇδε οὐ διασπᾶται οὔτε διαβλάπτεται τῇ ἐνεργείᾳ αὐτοῦ, οὕτω φημὶ καὶ ἐπὶ τῶν ἰδεῶν ὅτι παρακτικαὶ καὶ ποιητικαὶ τῶν τῇδε ὑπάρχουσι μὴ θεωρούμεναι ἐν αὐτοῖς. ὥσπερ οὖν οὐ διασπᾶται ὁ Σωκράτης τῆς εἰκόνος φθειρομένης, ἐπειδὴ κεχώρισται αὐτῆς, οὕτως οὐδὲ αἱ ἰδέαι παράγουσαι τὰ ἐνταῦθα·2 καὶ ἔστι τοῦ μὲν εἴδους ὁρισμὸς ζῷον λογικὸν θνητόν, ὡς γίνεσθαι, τῆς δὲ ἰδέας ποιητικὸν αἴτιον ζῴου λογικοῦ θνητοῦ,3 διότι ἔχων ὁ λόγος τοῦ ζῴου ἐν ἑαυτῷ τὸν λόγον πασῶν καὶ τῶν διαφορῶν, οὕτως παράγει τὰ τῇδε. ὁ γὰρ λόγος τοῦ ζῴου προσλαβὼν τὰς διαφορὰς οὕτως ποιεῖ τὸν ἄνθρωπον ἢ τὸν ἵππον. δευτέρα ἀπορία ὑπῆρχε τοιαύτη, ὅτι τὸ αὐτοζῷον ἢ ἔχει ἐν ἑαυτῷ τὰς διαφορὰς ἢ οὐκ ἔχει. εἰ μὲν οὖν ἔχει, ἔσονται ἅμα τὰ ἐναντία ἐν τῷ αὐτῷ, ὅπερ ἄτοπον. εἰ δὲ μὴ ἔχει, ἡνίκα γίνεται ἄνθρωπος, ἢ συντίθενται ἀλλήλοις τὸ αὐτοζῷον καὶ αἱ διαφοραὶ ἢ παρατίθενται ἢ μίγνυνται.
“此外,‘动物自身’将成为多数事物。” 他说,如果存在于不同事物之中的动物彼此不同,[……]动物的相也是如此;因为在各物之中的[动物是实体],而各物的实体就是各物的相;因此将存在许多相。因为这并不是按照别的事物而言的,也就是说,除了动物的相即其自身实体之外,它们不是从任何其他事物中获得存在。因为如果我们不把这动物设定为人的实体,人就将出于那事物,也就是说[出于那]性质所属[的源泉]。此外,构成人的所有成分——动物、两足的——都作为相而存在。因此这些将作为相而存在[……]但作为另一事物的实体(因为相是补足各物实体的),既然这样一来另一事物的实体将在又一事物中被考察,而这是荒谬的。因此,动物的相自身将属于各个动物。无论如何,人中的动物与马中的动物若确实是相,它是从何产生的?如果两者都是相,动物又怎么从“动物自身”产生?如果两者都是实体,作为实体的动物又怎么可能在“动物自身”之外存在?而且论证将进行到无穷。亚里士多德在反驳了普遍者之后,从这里开始也把论锋指向诸相,因为诸相自身也是普遍者。而诸相是作为这里事物的生成者和产生者而普遍存在的。于是他进行反驳,并以如下方式提出第一个论证:相要么在数目上为一,要么为多数。但是,如果我们一方面假定它在数目上为一并在多数事物中被考察,它将被撕裂开来;如果我们另一方面假定它是多数并且在各个事物中被考察,那么由于属和种差各自有相,无论附随的事物还是非附随的事物各自有相,诸相将是无穷的。然而柏拉图学派的人说,我们主张相是单一的,并且它没有必然被撕裂;因为它并不是作为在作为载体的可感觉[实体]之中被考察的,而是作为生成性的和生产性的[原因]被考察的。因为正如太阳在数目上为一个,照耀着这里的事物,既不被撕裂,其现实活动也不受损害,我说在诸相上也是如此,它们产生并生成这里的事物,却不在它们之中被考察。因此,正如肖像被毁坏时苏格拉底并不被撕裂,因为他是与肖像分离的,产生这里事物的诸相也[不被撕裂];并且种的定义是“有理性的会死的动物”(作为生成物),而相的定义则是“有理性的会死的动物的生产因”,因为动物的定义自身包含了一切种差的定义,从而以这种方式产生这里的事物。因为动物的定义吸纳了诸种差,便以此方式造就了人或马。第二个疑难曾是这样的:“动物自身”要么在自身中包含诸种差,要么不包含。如果它包含,那么相反者将同时属于同一事物,这是荒谬的。如果它不包含,那么当人生成时,“动物自身”与诸种差要么彼此复合,要么并置,要么混杂。
- 7.77εἰ γὰρ μὴ τοῦτο ὑποθώμεθα εἶναι τὸ ζῷον τὴν οὐσίαν τοῦ ἀνθρώπου, ἐξ ἐκείνου ἔσται ὁ ἄνθρωπος, τουτέστιν 〈ἐξ οὗ〉 ἡ ποιότης ὑπάρχει.
在条件从句中,动词 ὑποθώμεθα 支配不定式结构,其中 τὸ ζῷον 为宾格主语,τὴν οὐσίαν τοῦ ἀνθρώπου 为宾格表语(双重宾格结构)。主句 ἐξ ἐκείνου ἔσται ὁ ἄνθρωπος 意为“人将由那事物[构成]”,接续的 τουτέστιν 〈ἐξ οὗ〉 ἡ ποιότης ὑπάρχει 则阐明了其荒谬的后果:人将源自性质(偶性)而非实体。
- 7.77ὥσπερ οὖν οὐ διασπᾶται ὁ Σωκράτης τῆς εἰκόνος φθειρομένης, ἐπειδὴ κεχώρισται αὐτῆς, οὕτως οὐδὲ αἱ ἰδέαι παράγουσαι τὰ ἐνταῦθα·
在前半部的 ὥσπερ 从句中,τῆς εἰκόνος φθειρομένης 是表示时间或让步的属格独立结构(“当肖像被毁坏时/纵使肖像被毁坏”)。在后半部主句 οὕτως οὐδὲ αἱ ἰδέαι παράγουσαι τὰ ἐνταῦθα 中,承接前句省略了谓语动词(διασπῶνται),分词 παράγουσαι 用作修饰主语 αἱ ἰδέαι 的定语从属分词。
- 7.77καὶ ἔστι τοῦ μὲν εἴδους ὁρισμὸς ζῷον λογικὸν θνητόν, ὡς γίνεσθαι, τῆς δὲ ἰδέας ποιητικὸν αἴτιον ζῴου λογικοῦ θνητοῦ
通过对比结构 τοῦ μὲν εἴδους... τῆς δὲ ἰδέας,显现在可感世界的“种”的定义与超越的“相”的定义形成了对照。插入的 ὡς γίνεσθαι 是表示视角或限定的不定式短语(“作为生成物而言”),与相作为能动的生产因形成鲜明对立。
