- 底本
- Asclepius, In Aristotelis Metaphysicorum Libros A-Z Commentaria. Commentaria in Aristotelem Graeca VI.2, ed. M. Hayduck, Berlin: Reimer 1888, pp. 1-452. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:436.7-437.35
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
评注者阿斯克勒庇俄斯根据亚里士多德《形而上学》卷Z第13章末(1039a24起),考察了将相设定为独立个别实体时对相论者造成的诘难。他阐明了若属的相(如动物之相)在数目上为单一,则会被相反的种差撕裂;若随不同物种而各为多数,则会导致无限多的相这一两难困境。
" Φανερὸν δὲ ἐξ αὐτῶν τούτων τὸ συμβαῖνον καὶ τοῖς τὰς ἰδέας λέγουσι." Δείξας ὅτι μὴ οἷόν τε ἐξ οὐσιῶν ἐνεργείᾳ οὐσῶν συγκείσθαι τὴν οὐσίαν, καὶ ὅτι τῆς ἀτόμου ἀνάγκη καὶ τὰ μέρη ἄτομα εἶναι, ἐκ τῶν εἰρημένων, φησί, φανερὸν καὶ τὸ συμβαῖνον ἄτοπον τοῖς τὰς ἰδέας ὑποτιθεμένοις καὶ λέγουσιν αὐτὰς οὐσίας τε εἶναι καὶ χωριστὰς αὐτὰς καθ’ αὑτὰς καὶ ἀτόμους καὶ ὁριστάς. ἐκείνων γὰρ τῶν ἰδεῶν ἔλεγον εἶναι τοὺς ὁρισμοὺς βουλόμενοι τοὺς ὁρισμοὺς εἶναι τῶν καθόλου, καὶ ταῦτα ἔλεγον ὡς τὰ ἀφ’ ἑνὸς μετέχειν αὖ τὰ τῇδε ἐκείνων·1 ὥστε οὐχ ἁρμόσουσιν οἱ ὁρισμοὶ τοῖς ἐνταῦθα οὐδὲ ἔσονται αὐτῶν ὁρισμοί. φησὶν οὖν πρὸς αὐτοὺς ὅτι ἡ ἰδέα αὕτη μία ἐστὶ πάντων ἢ ἑκάστου χωρίς. εἰ μὲν οὖν μία ἐστὶ τῷ ἀριθμῷ πάντων, διασπασθήσεται ἡ ἰδέα μία οὖσα καὶ θεωρουμένη ἐν πλείοσι διαφοραῖς. εἰ δὲ πολλαί, ἀπείρων ἔσονται ἰδέαι, ἑκάστου εἴδους μίαν ἔχοντος ἰδέαν, τοῦ ζῴου τοῦ ἐν ἀνθρώπῳ καὶ τοῦ ἐν ἵππῳ καὶ ταῖς ἄλλαις, πάλιν τοῦ λογικοῦ καὶ τοῦ γελαστικοῦ καὶ τῶν ἄλλων ὁμοίως, ὅπερ οὐ βούλονται· μίαν γὰρ ἰδέαν λέγουσι τοῦ ζῴου τὸ αὐτοζῷον, 〈καὶ ὁμοίως〉 ἐπὶ τῶν ἄλλων.
“从这些事情本身中,主张相论者所遇到的后果也是显而易见的。” 在指明了实体不可能由在现实中存在的实体组成,并且不可分者的部分也必然是不可分的之后,他说,从已说的事情中,对于设定诸相并且主张诸相自身是实体、是分离的、不可分的且可定义的人所产生的荒谬后果也是显而易见的。因为他们主张定义属于那些相,意图使定义是普遍者的定义,而且他们还主张,这里的事物又是作为从单一事物派生者而分有那些相;因此这些定义将不适用于这里的事物,也不会是它们的定义。于是他[亚里士多德]对他们说道,这一相对于全部事物是单一的,还是对每一事物而言各自独立存在?如果它在数目上对全部事物是单一的,那么该相作为单一之物而在较多种差中被考察,就会被撕裂开来。如果它们是多数的,那么将存在无限多事物的相,每个种都具有单一的相——在人中的动物的相、在马中的动物的相以及在其他事物中的相,再者理性的相、能笑者的相以及其他诸相也是如此,而这并不是他们所希望的;因为他们说动物的相只有单一的一个,即“动物自身”,在其他事物上也是如此。
"Φανερὸν δὲ * * *." 〈Τοῦτο〉 τοίνυν φησὶν ὅτι ἐκ τῶν ἤδη εἰρημένων φανερὸν γίνεται καὶ τὸ συμβαῖνον ἄτοπον τοῖς τὰς ἰδέας λέγουσιν εἶναι αὐτὰς οὐσίας καθ’ αὑτὰς καὶ χωριστὰς ἀτόμους, οἷον αὐτοάνθρωπον αὐτοζῷον, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως, καὶ ἅμα [ποιοῦσι] καὶ τὸ εἶδος ποιοῦσιν ἐκ γένους καὶ διαφορῶν. φησὶ γὰρ τὰς τοῦ γένους ἰδέας καὶ τὰς τῶν διαφορῶν συνερχομένας ποιεῖν τὴν τοῦ εἴδους ἰδέαν. εἰ οὖν ὑπάρχει τὰ εἴδη, τουτέστιν ἡ ἰδέα τοῦ εἴδους καὶ τοῦ ζῴου καὶ ἐν τῷ ἀνθρώπῳ καὶ ἐν τῷ ἵππῳ, ἤτοι 〈ἓν〉 καὶ ταὐτόν ἐστι τῷ ἀριθμῷ ἡ ἰδέα τοῦ ζῴου ἐν τῷ ἀνθρώπῳ καὶ ἐν τῷ ἵππῳ, ἢ ἕτερον. τῷ μὲν γὰρ λόγῳ δῆλον ὅτι μία ἐστὶν ἡ ἰδέα τοῦ ζῴου ἡ ἐν τῷ ἀνθρώπῳ καὶ ἡ ἐν τῷ ἵππῳ. εἴτε γὰρ τὸ ἐν τῷ ἀνθρώπῳ ζῷον ὁρισόμεθα, οὕτως φαμὲν οὐσία ἔμψυχος αἰσθητική, εἴτε καὶ τὸ ἐν τῷ ἵππῳ. εἰ οὖν ἐστί τις ἄνθρωπος, τουτέστιν ἰδέα ἀνθρώπου αὐτὴ καθ’ αὑτὴν κεχωρισμένη, ἀνάγκη εἶναι καὶ τὴν ἰδέαν ἐξ ὧν ἐστιν ἡ ἰδέα τοῦ ἀνθρώπου, τουτέστιν ἰδέαν ζῴου καὶ λογικοῦ, καὶ εἶναι τούτων χωριστὰς οὐσίας· ὥστε καὶ τὸ ζῷον χωριστόν ἐστιν αὐτὸ καθ’ αὑτὸ ὑπάρχον. εἰ μὲν οὖν τὸ αὐτό ἐστι ζῷον τὸ ἐν τῷ ἵππῳ καὶ τὸ ἐν τῷ Σωκράτει, ὥσπερ Σωκράτης ἐστὶν αὐτὸς ἐν αὑτῷ, πῶς δυνατὸν ἓν εἶναι τὸ ζῷον, κεχωρισμένων τούτων ἀπ’ ἀλλήλων, φημὶ δὴ τοῦ Σωκράτους καὶ τοῦ ἵππου; ἢ διὰ τί οὐ χωρίζεται τὸ ζῷον τοῦτο καὶ διασπᾶται ἓν ὑπάρχον τῷ ἀριθμῷ, διαφόρων ὄντων ἐκείνων, ἐν οἷς θεωρεῖται, καὶ 〈κεχωρισμένων ἀπ’〉 ἀλλήλων. 〈ἔπειτα〉 ἐπειδὴ ἓν τῷ ἀριθμῷ * * * εἰ μὲν μεθέξει τοῦ δίποδος καὶ τοῦ πολύποδος, ἀδύνατόν τι ἕψεται· τἀναντία γὰρ ἅμα ὑπάρξουσι ἑνὶ καὶ τῷδε ὄντι, τουτέστιν ἑνὶ ὑπάρξουσι κατ’ ἀριθμόν. εἰ δὲ μὴ ὑπάρχουσιν ἐν τῷ ζῴῳ τὸ δίπουν καὶ τὸ πολύπουν, πῶς φαμεν τὸ ζῷον δίπουν λέγοντες ζῷον δίπουν ἤγουν ζῷον πεζόν; εἰ δέ τις εἴποι ὅτι ταῦτα σύγκειται ἀλλήλοις ἤγουν μέμικται ἢ κατὰ παράθεσιν ἅπτεται μόνον, ἕψονται πολλὰ 〈ἄτοπα〉· τὰ γὰρ τοιαῦτα δύνανται καὶ χωρισθῆναι ἀπ’ ἀλλήλων, καὶ οὐκέτι κυρίως ἔσται τὸ ζῷον δίπουν ἕν, ἀλλὰ πολλά, ὥστε οὐδὲ ὁρισμὸς αὐτοῦ εἷς, ὅπερ ἐστὶ παρὰ τὴν ἐνάργειαν. ἡμεῖς δέ, ὅτε ἐλέγετο τὸ γένος ὕλης τόπον ἐπέχειν, εἴδους δὲ τὴν τελευταίαν διαφοράν, οὐδὲν ἐλέγομεν ἄτοπον· τὸ γὰρ εἶδος τῇ ὕλῃ οὔτε κατὰ θέσιν ὑπάρχει οὔτε κατὰ παράθεσιν, ἀλλ’ ἔστιν ἕν τι καὶ μία οὐσία. εἰ δὲ πάλιν εἴπωσιν ὅτι διάφορα τὰ ζῷα ὑπάρχουσιν ἐν ἑκάστῳ, καὶ ἄλλη ἰδέα τοῦ ἀνθρώπου ζῴου καὶ ἄλλη τοῦ ἵππου, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως, ἔσονται οὕτως ἄπειροι ἰδέαι. διό φησιν ὧν ἡ οὐσία ζῷον·2 οὐ γὰρ κατὰ συμβεβηκὸς ἐκ ζῴου ἐστὶν ὁ ἄνθρωπος, ἐπειδὴ πᾶς ἄνθρωπος ζῷόν ἐστι καὶ συμπληρωτικὸν ἐστι τῆς ἀνθρώπου οὐσίας τὸ ζῷον, καὶ ἐπὶ τῶν ἄλλων τῶν ὁμοίων. εἶπε δὲ τὸ οὐ κατὰ συμβεβηκός, ἐπειδὴ οὐ βούλονται τῶν κατὰ συμβεβηκὸς εἶναι ἰδέας.
“显而易见[……]”因此他说,从已经说过的这些事情中,对于那些主张相自身是实体并且是分离的不可分者(例如“人自身”、“动物自身”,在其他事物上也是如此),同时又主张种是由属和种差构成的人,所产生的荒谬后果也变得显而易见了。因为他说,属的相与种差的相汇合在一起构成了种的相。因此,如果诸种存在,也就是说种的相以及动物的相既存在于人中也存在于马中,那么人中的动物的相与马中的动物的相在数目上要么是单一且同一的,要么是不同的。因为在定义上,显而易见人中的动物的相与马中的动物的相是单一的。因为无论我们定义人中的动物,我们都这样说是“有感觉的有灵魂的实体”,抑或定义马中的动物也是如此。因此,如果存在着某种人,也就是自身分离的人的相,那么构成人的相的诸要素的相,也就是动物的相和理性的相也必然存在,并且存在它们的分离实体;因此动物也是自身分离地存在的。那么,如果马中的动物与苏格拉底中的动物是同一的,正如苏格拉底自身在他自身之中那样,当这些事物——我指的是苏格拉底和马——彼此分离时,动物怎么可能是单一的呢?或者,当它在其中被考察的那些事物各不相同且彼此分离时,这个动物在数目上作为单一之物存在,为什么不分离且不被撕裂呢?其次,既然在数目上为一[……]如果它分有两足的和多足的,将导致某种不可能的结果;因为相反者将同时属于作为单一且是“这个”的事物,也就是将属于在数目上为一的事物。如果两足的和多足的不属于动物之中,我们在说“两足动物”即“陆生动物”时,又怎么说动物是两足的呢?如果有人说这些是彼此复合的,也就是说混杂在一起,或者仅仅是通过并置而接触,那么将导致许多荒谬后果;因为这类事物也能够彼此分离,并且两足动物将不再严格地是单一的,而是多数的,从而它的定义也不是单一的,而这是违反明白事实的。而我们当说属占据质料的地位,最后的种差占据形式的地位时,我们所说的并没有任何荒谬之处;因为形式对于质料既不是按照位置也不是按照并置而存在的,而是一个单一之物和单一的实体。如果他们又说在各物之中的动物是不同的,人的动物的相是一回事,马的动物的相是另一回事,在其他事物上也同样如此,那么以此方式将存在无限多的相。因此他说“其实体为动物的那些事物”;因为人并非偶性地出于动物,既然每个人都是动物,并且动物是补足人的实体的,在其他类似事物上也是如此。他说并非偶性地,是因为他们不希望有偶性事物的相。
- 7.75καὶ ταῦτα ἔλεγον ὡς τὰ ἀφ’ ἑνὸς μετέχειν αὖ τὰ τῇδε ἐκείνων
καὶ ταῦτα 作副词性用法,意为“而且/此外”,其后接对格不定词结构(τὰ τῇδε 为对格主语,μετέχειν 为不定词,支配属格宾语 ἐκείνων,ὡς τὰ ἀφ’ ἑνός 为表语补足语),用于补充说明相论者所主张的内容。
- 7.76διό φησιν ὧν ἡ οὐσία ζῷον
短句 ὧν ἡ οὐσία ζῷον 直接引用自亚里士多德《形而上学》1039b7(οὐκοῦν ἄπειρα ὡς ἔπος εἰπεῖν ἔσται ὧν ἡ οὐσία ζῷον...),整个关系分句作为动词 φησίν 的直接宾语嵌入句中。
