- 底本
- Asclepius, In Aristotelis Metaphysicorum Libros A-Z Commentaria. Commentaria in Aristotelem Graeca VI.2, ed. M. Hayduck, Berlin: Reimer 1888, pp. 1-452. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:434.18-436.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿斯克勒庇俄斯继续整理叙利亚诺对亚里士多德否定普遍实体的论证所作的反驳,依次就第四至第十条论证(性质的先在性、异种之归属、定义部分的分离、“第三人”、从先在实体之生成、数以及定义的存立)提出辨明。
τέταρτον ἐπιχείρημα ἦν τὸ λέγον ὅτι πρότερα γίνεται τὰ ποιὰ τῆς οὐσίας, ὅπερ ἄτοπον. φησὶν οὖν ὅτι καὶ ἐνταῦθα ἐκ τῆς ὁμωνυμίας γέγονεν ὁ παραλογισμός, ἐπειδὴ ταὐτὸν ἐλάμβανε τὴν ποιότητα ἁπλῶς καὶ τὴν οὐσιώδη ποιότητα. δηλοῖ γὰρ καὶ τὸ λευκὸν ποιότητα καὶ τὸ λογικόν, ἀλλὰ τὸ μὲν λευκὸν ἁπλῶς ποιότητα, τὸ δὲ λογικὸν οὐσιώδη ποιότητα. οὕτως οὖν καὶ τὸ καθόλου, ὥσπερ αὐτός φησιν ἐν Κατηγορίαις, περὶ οὐσίαν τὸ ποιὸν ἀφορίζει καὶ οὐσιώδη ποιότητα δηλοῖ.1 ἄλλως τε δὴ εἰ μὴ ὑποθώμεθα τὰς ἀτόμους οὐσίας προελθούσας ἐκ τῶν καθόλου, πόθεν ἔχουσι τὴν ὕπαρξιν; ἢ γὰρ διακεκριμέναι ἔσονται παντελῶς καὶ κατ’ οὐδὲν κοινωνοῦσαι ἀλλήλαις, ἢ δῆλον ὅτι κατὰ κοινὸν ἔχουσι τοῦτο, ὅπερ ἐστὶ [ὁ] τὸ καθόλου ὡς λόγος ἐν ἅπασι θεωρούμενος. πέμπτον ἦν ἐπιχείρημα τὸ λέγον ὅτι συμβήσεται τὴν αὐτὴν οὐσίαν ἀνομοειδῶν εἶναι πραγμάτων. καὶ λέγομεν ὅτι τὸ καθόλου κατηγορεῖται τοῦ Σωκράτους οὐχ ὡς δύο διαφόρων κατηγορούμενον, ἀλλὰ κα * * *, οὐ καθὸ Σωκράτης ἀλλὰ καθὸ ἄνθρωπος· καθὸ γὰρ Σωκράτης, κατηγορεῖται αὐτοῦ τὸ εἶναι αὐτὸν προγάστορα, Ἀθηναῖον. † τῶν καὶ γὰρ αὐτὸ κατηγορεῖται δύο διαφόρων ὡς διαφόρων ὄντων, εὑρίσκετο ἡ αὐτὴ οὐσία δύο ἀνομοειδῶν περιεκτική, ὅπερ ἄτοπον. ἕκτον ἐπιχείρημα ὅτι τὰ δηλοῦντα τὴν οὐσίαν τινὸς οὐδέποτε χωρίζονται αὐτοῦ, ἀλλὰ καὶ ἐν αὐτῷ θεωροῦνται καὶ μερικὰ ὑπάρχουσιν, ὥσπερ τὰ ἐν τῷ ὁρισμῷ τοῦ ἀνθρώπου παραλαμβανόμενα, καὶ ἄλλῳ εἴδει οὐκ ἐφαρμόττουσιν· οὔτε γὰρ χωρίζονταί ποτε τοῦ ἀνθρώπου. τοιαῦτα οὖν ὑπάρχει τὰ οὐσιώδη. εἰ οὖν τὸ καθόλου μήτε ἑνὶ εἴδει ἐφαρμόττει μήτε σύνεστιν ἀλλὰ κεχώρισται, ὡς αὐτοί φασι, δῆλον ὅτι οὐκ ἔστιν οὐσία. λέγομεν πρὸς τοῦτο ὅτι τὰ ἐν τῷ ὁρισμῷ παραλαμβανόμενα μέρη μερικὰ ὑπάρχουσι. τὰ γοῦν τοιαῦτα οὔτε ἐφαρμόττουσιν ἄλλῳ οὔτε δὲ χωρίζονται τοῦ ὑποκειμένου· τὸ μέντοι γε μέρος τὸ ὡς καθόλου καὶ ἄλλοις ἐφαρμόττει οὐσία ὑπάρχον, ὥσπερ ὁ λόγος τοῦ ζῴου, καὶ κεχώρισται τοῦ ὑποκειμένου. ἕβδομον ἦν ἐπιχείρημα τὸ εἰσάγον τὸν τρίτον ἄνθρωπον. φησὶν οὖν καὶ πρὸς τοῦτο ὅτι † ἢ ὁμοιότητι ἢ ὡς τὰ ἀφ’ ἑνὸς λαμβανόμενα ἢ ὡς τὸ ποιητικὸν αἴτιον, οἷον ὥσπερ αἱ εἰκόνες τοῦ Σωκράτους λέγονται ἐοικέναι ἀλλήλαις, καί εἰσιν αὗται ὡς τὰ ἀφ’ ἑνός· ἀπὸ γὰρ τοῦ Σωκράτους προελθοῦσαι λέγονται ἐοικέναι ἀλλήλαις καὶ ἔχουσιν ἀλλαχόθεν τὴν ἀρχὴν τὸ ποιητικόν, φημὶ δὴ τὸν Σωκράτη. ἐπὶ μέντοι γε τοῦ ποιητικοῦ αἰτίου ἡ † μὲν γὰρ προέρχεται ἐξ ἄλλου, λέγεται δὲ ὁ Σωκράτης ἐοικέναι τῇ εἰκόνι. τὸ γοῦν καθόλου ὅμοιόν ἐστι τοῖς ἐνταῦθα οὐχ ὡς τὰ ἀφ’ ἑνὸς καὶ πρὸς ἕν, ἀλλ’ ὡς τὸ ποιητικὸν αἴτιον,2 καὶ οὐκέτι ἐντεῦθεν εἰσάγειν τρίτον ἄνθρωπον ἀναγκάζονται, ἐπειδὴ μὴ τοιαύτη ἐστὶν ὁμοιότης ὡς τὰ ἀφ’ ἑνὸς καὶ πρὸς ἕν. ὄγδοον ἐπιχείρημα ὅτι οὐ δυνατόν ἐστι γενέσθαι οὐσίαν ἐξ ἄλλης οὐσίας κατ’ ἐνέργειαν προϋπαρχούσης. καὶ τῷ ὄντι ἀληθής ἐστιν ὁ λόγος· οὐ γὰρ δυνατόν ἐστιν ἄλλην παντελῶς οὐσίαν προὑπάρχειν καὶ διακεκρίσθαι πάντως κατ’ ἐνέργειαν, καὶ οὕτως ἐξ αὐτῆς γίνεσθαι ἑτέραν οὐσίαν, κεχωρισμένων ἀλλήλων καὶ ἐχόντων οἰκείας καὶ ἰδιαζούσας ἐνεργείας,3 πρὸς τούτοις δὲ 〈οὐ〉 καὶ ἕνωσιν ἐχόντων διὰ πάντων πεφοιτηκυῖαν, ὥσπερ ἐπὶ τοῦ σώματος. ἔστι γὰρ ἧπαρ καὶ καρδία καὶ ἐγκέφαλος, καὶ ἕκαστον αὐτῶν οἰκείαν ἔχει ἐνέργειαν, θρεπτικήν, ζωτικήν, ψυχικήν, καὶ ὅμως ἐξ αὐτῶν ἕν τι γίνεται, [καὶ] ἐπειδὴ ἕνωσίς ἐστιν ἐν αὐτοῖς, καὶ θεωρεῖται μία τις ἕνωσις διὰ πάντων πεφοιτηκυῖα. οὕτως οὖν φημι καὶ ἐπὶ τοῦ ζῴου ὅτι ἐκ τῆς συνδρομῆς τοῦ ζῴου καὶ τοῦ λογικοῦ καὶ τοῦ θνητοῦ γίνεται ἄνθρωπος εἷς διὰ τὴν ἐν αὐτῷ ἑνωτικὴν ἐνοῦσαν δύναμιν, ἐπεὶ ἕκαστον αὐτῶν ἰδιάζουσαν ἔχει ἐνέργειαν· διὰ μὲν γὰρ τὸ θνητὸν φθειρόμεθα, διὰ δὲ τὸ λογικὸν βουλευόμεθα, διὰ δὲ τὸ ζῷον αἰσθανόμεθα. ὁμοίως δὲ καὶ ἐπὶ τοῦ ἐνάτου τὸ αὐτὸ ἔστιν εἰπεῖν, φημὶ δὴ τῶν ἀριθμῶν, ὅτι ἔχουσι καὶ οἱ ἀριθμοὶ ἰδίαν ἕκαστος αὐτῶν δύναμιν, ἀλλὰ λοιπὸν ἑνοῦνται * * * ποιοῦ αὐτῶν δυνάμεως, ὥσπερ καὶ ἐπὶ τῶν * * * πάλιν δὲ εἰ ἀπέδειξεν ὁ λόγος ὅτι ἐκ τῶν καθόλου τὰ ἐνταῦθα ὑπάρχουσι, δῆλον ὅτι οὐκ εἰσὶν ἁπλᾶ ἀλλὰ σύνθετα, ὥστε διὰ τοῦτο [οὔτε] ὁρισμοὶ αὐτῶν ὑπάρχουσιν 〈οἷον〉 τοῦ ἀνθρώπου τοῦ μερικοῦ ζῷον λογικὸν θνητόν, ὡς ἀεὶ ὄντος τοῦ θνητοῦ, φησίν, ἐν τοῖς ἀνθρώποις. † τὸ πρὸς τὸ δέκατον ἐπιχείρημα.
第四条论证是说性质将先于实体,而这是荒谬的。于是他[叙利亚诺]说,在这里谬误同样是因同音异义性而产生的,因为[亚里士多德]把单纯的性质与本质的性质当作了同一回事。因为白色表示一种性质,有理性的也表示一种性质,但白色表示单纯的性质,而有理性的则表示本质的性质。因此普遍者也正如他本人在《范畴篇》中所说,是就实体限定其性质并表示本质的性质的。此外,如果我们不设定不可分割的个别实体是由普遍者派生而来的,它们从何处获得其存立呢?显而易见,它们要么完全彼此分离且互无共同之处,要么正是根据这种在一切事物中作为本质定义而被考察的普遍者的共同之物而拥有[其存立]。 第五条论证是说将导致同一实体属于不同种的事物。我们对此说道,普遍者被述说于苏格拉底,并不是作为被述说于两个不同事物的述相,而是[……]不是就其为苏格拉底而言,而是就其为人而言;因为就其为苏格拉底而言,大腹便便和雅典人被述说于他。†因为如果它自身就两个不同事物在其为不同事物而言被述说,那么同一实体就会被发现包含着两个不同种的事物,而这是荒谬的†。 第六条论证是说表示某物实体的事物绝不能与该物分离,而是既在它之中被考察,又作为个别事物而存在,正如在人的定义中所包含的各部分那样,并且不适用于另一物种;因为它们决不与人分离。本质的事物就是这样的。因此,正如他们所说,如果普遍者既不适用于单一物种,也不与之一同存在,而是分离的,那么显而易见它就不是实体。对此我们说,包含在定义中的诸部分是个别地存在的。这样的部分既不适用于他物,也不与基底分离;然而作为普遍者的部分作为实体存在的同时也适用于他物,正如动物的定义那样,并且是与基底分离的。 第七条论证是引入“第三人”的那一条。对此他[叙利亚诺]同样说道,†要么是通过相似性,要么是作为从单一事物派生者而被采纳,要么是作为创生原因†,正如苏格拉底的画像被说成彼此相似,而这些画像属于从单一事物派生者;因为它们由于从苏格拉底派生而来而被说成彼此相似,并且具有来自别处的本原,即创生者——我指的是苏格拉底。然而在创生原因的情形中,†一者从另一者派生,但苏格拉底却被说成与画像相似†。因此,普遍者与这里的事物相似,并不是作为从单一事物派生并指向单一事物者,而是作为创生原因;由此他们不再被迫引入“第三人”,因为这种相似性并非从单一事物派生并指向单一事物的那种相似性。 第八条论证是说不可能由另一现实中先在的实体生成实体。事实上这一论述是正确的;因为全然不可能有另一实体在现实中完全先在且完全分离,从而以这种方式由它生成另一实体——在它们彼此分离并拥有各自特殊的现实活动,并且〈不〉像身体那样拥有贯穿全部的统一性的情况下。因为存在着肝脏、心脏和脑,它们各自拥有固有的活动(营养的、生命的、灵魂的),然而从它们之中生成单一个体,正是因为在它们之中存在着统一,并且考察到某种贯穿全部的单一统一。因此关于动物我也同样说道,由于动物、理性的和必死者的汇合,因着存在于其中的统一性能力而生成单一的人,因为它们各自具有特殊的活动;因为由于必死性我们毁灭,由于理性我们深思,由于动物性我们感觉。 同样地,关于第九条论证,即关于数,也可以说同样的话:数各自也具有固有的能力,然而[……]通过它们的能力而联合,正如在[……]中那样。再次,如果论证表明这里的事物是由普遍者而存立的,显而易见它们不是单纯的而是复合的,从而因此存在着它们的定义——正如对个别人而言存在着“有理性的必死的动物”,他说,这是因为在人之中始终存在着必死性。†这是对第十条论证的回复†。
- 7.74περὶ οὐσίαν τὸ ποιὸν ἀφορίζει καὶ οὐσιώδη ποιότητα δηλοῖ
此处化用了《范畴篇》第5章(3b20)的表述。该句表明普遍者(属、种)就实体限定其“怎样的性质”,从而指明的是本质性的性质(οὐσιώδη ποιότητα),而非偶性性质。
- 7.74οὐχ ὡς τὰ ἀφ’ ἑνὸς καὶ πρὸς ἕν, ἀλλ’ ὡς τὸ ποιητικὸν αἴτιον
这里将“从单一事物派生并指向单一事物”(ἀφ' ἑνὸς καὶ πρὸς ἕν)的关系与“创生原因”的关系相对立。叙利亚诺主张普遍者与殊相的相似性是作为创生原因的相似性,从而化解了“第三人”论证的无穷倒退难题。
- 7.74κεχωρισμένων ἀλλήλων καὶ ἐχόντων οἰκείας καὶ ἰδιαζούσας ἐνεργείας
这些属格分词构成独立属格结构,用作附带情状或原因,修饰前面关于“不可能由现实中先在的实体生成另一实体”的论断。结合校订者所补充的〈οὐ〉,表明彼此分离且无普遍统摄的实体绝不能生成真正的合一整体。
