← 特拉勒斯的阿斯克勒庇乌斯

亚里士多德《形而上学》注释(卷A–Z)

§432.28-434.18

第十条论证与叙利亚诺的辩护

关于Bekker 1039a14,亚里士多德提出了第十条难题,即如果实体是单纯且非复合的,则将陷入不可定义之境;注释者对此引述了叙利亚诺维护柏拉图的反驳,指出了前三条论证中由于“关于基底被述说的”和“部分”等术语的同音异义性所导致的谬误推论。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.74#1

" Ἔχει δὲ τὸ συμβαῖνον ἀπορίαν." Ἐντεῦθεν τὸ δέκατον ἐπιχείρημα· καί φησιν ὅτι ἔχει ὁ λόγος ἀπορίαν. εἰ γὰρ μήτε ἐκ τῶν καθόλου οἷόν τε εἶναι μηδεμίαν οὐσίαν, ὡς εἰρήκαμεν, διὰ τὸ οὐσιώδη ποιότητα δηλοῦν καὶ μὴ οὐσίαν, μήτε δὲ ἐξ οὐσιῶν προϋπαρχουσῶν κατ’ ἐνέργειαν δύναται εἶναι, ἀσύνθετος καὶ ἁπλῆ ὑπάρξει πᾶσα οὐσία· τῶν δὲ ἁπλῶν οὐκ ἔστιν ὁρισμός, ὥστε οὐκ ἔσται * * * ὡμολόγηται 〈δὲ〉 ἢ μόνης οὐσίας εἶναι τοὺς ὁρισμοὺς ἢ κυρίως, ὡς ἀνωτέρω εἴρηται· νῦν δὲ οὐδὲ [ποτὲ] ταύτης ἐδείχθη. οὐδενὸς ἄρα ἔσται ὁρισμός. ἢ τρόπον μέν τινα ἔσται ὁρισμός, τρόπον δέ τινα οὔ, ὡς εἴρηται ἐν τῇ θεωρίᾳ. δῆλον δὲ μάλιστα γίνεται τὸ λεγόμενον ἐκ τῶν ἐφεξῆς λεχθησομένων. Συριανὸς ὁ φιλόσοφος βοηθῶν τῷ Πλάτωνι ἀντιλέγει τοῖς ὑπ’ Ἀριστοτέλους λεγομένοις δέκα ἐπιχειρήμασι καί φησιν ὅτι εἰ μὲν τὰ καθόλου ἀναιρεῖ ὁ Ἀριστοτέλης τὰ συγκεχυμένα καὶ ὑστερογενῆ τὰ ἐν τῇ φαντασίᾳ τῇ ἡμετέρᾳ τὸ εἶναι ἔχοντα, κατορθοῖ, οἷον τὴν ἔννοιαν τὴν περὶ τοῦ ἁπλῶς ἀνθρώπου· ταῦτα γὰρ τῷ ὄντι οὐχ ὑπάρχουσιν οὐσίαι, ἀλλ’ ἐν τῇ ἡμετέρᾳ σχέσει τὸ εἶναι ἔχουσιν. εἰ δέ φησι ‘τὰ καθόλου ἀναιρεῖ τὰ ἐπὶ τοῖς πολλοῖς’, οὐ πάνυ τι δεόντως λέγει·1 οὔτε γὰρ αὐτὰ ἀναιρεῖ ὁ Ἀριστοτέλης, ἀλλὰ καὶ τίθεται αὐτός. φησὶν οὖν οὗτος, τὸ πρῶτον τῶν προβλημάτων ἔλεγεν οὕτως, ὅτι ἡ οὐσία ἑκάστου ἴδιός ἐστιν ἑκάστου καὶ χαρακτηριστικὴ αὐτοῦ ἐστιν· ἡ γὰρ Σωκράτους οὐσία, ὡς εἴρηται τῇ προτεραίᾳ, οὐκ ἔστι Πλάτωνος. εἰ οὖν τὸ καθόλου μή ἐστιν οὐσία ἑκάστου (οὕτως γὰρ οὐκ ἔσται καθόλου, ἀλλὰ μερική), δῆλον ὡς οὐκ ἔστιν ἡ καθόλου οὐσία. λέγομεν οὖν ὅτι τῷ ὄντι οὕτως οὐκ ἔστιν οὐσία ὡς μερική τις οὖσα· οὐ μὴν οὐδὲν κωλύει εἶναι αὐτὴν καθόλου οὐσίαν, μὴ μέντοι ἀφωρισμένην τινὸς οὖσαν οὐσίαν· καὶ οὕτως οὐδὲν ἄτοπον ἕψεται λεγόντων ὅτι ἢ πάντων ἐστὶν ἢ οὐδενός.2 κατ’ ἀλήθειαν γὰρ ἡ καθόλου οὐσία πάντων ἐστιν· ἓν ἐν ἅπασι γὰρ θεωρεῖται, ἅτε δὴ μὴ περιγραφομένη ἔν τινι μερικῇ οὐσίᾳ, ἀλλὰ τὴν κοινότητα πασῶν περιέχουσα· καὶ ἔστι μία οὐ τῷ ἀριθμῷ ἀλλὰ τῷ γένει. ὡς γὰρ * * * ἢ ἀριθμῷ ἢ εἴδει ἢ γένει. 〈ἓν οὖν τὸ〉 καθόλου εἶναι τῷ ἀριθμῷ τῶν ἀδυνάτων ἐστίν· οὕτω γὰρ οὐ θεωρηθήσεται ἐν ἅπασι· γένει μέντοι γε δεῖ εἶναι αὐτὴν μίαν οὐδὲν κωλύει. εἶτα λοιπὸν τὸ δεύτερον πρόβλημα ἔλεγεν οὕτως· ἡ οὐσία οὐ καθ’ ὑποκειμένου, τὸ καθόλου καθ’ ὑποκειμένου, τὸ καθόλου ἄρα οὐκ οὐσία. ἐνταῦθα, φησίν, ὁ παραλογισμὸς ἐγένετο παρὰ τὴν ὁμωνυμίαν· ὁ γὰρ μέσος ὅρος ἐλήφθη ὁμώνυμος τὸ καθ’ ὑποκειμένου,3 καὶ ποτὲ ποιεῖ τὴν μείζονα πρότασιν ἀληθῆ, ποτὲ ψευδῆ. τὸ γὰρ καθ’ ὑποκειμένου δηλοῖ τὸ καθόλου καὶ τὸ ἐννοηματικὸν καὶ ὑστερογενές, ὅπερ ἔχομεν ἐν τῇ φαντασίᾳ περὶ τῶν πραγμάτων, οἷον τοῦ ἀνθρώπου, τοῦ ἵππου. ταῦτα δὲ ἔστ’ ἂν ὦσιν, ἐν τῇ ἡμετέρᾳ φαντασίᾳ τὴν ὕπαρξιν ἔχουσι, παρερχομένης δὲ τῆς φαντασίας οἴχονται καὶ αὐτά. τὸ γοῦν τοιοῦτο καθ’ ὑποκειμένου τῷ ὄντι οὐκ ἔστιν οὐσία, τὸ μέντοι γε καθ’ ὑποκειμένου τὸ περιεκτικὸν τῶν ἄλλων, οἷον ὥσπερ τὸ ζῷον λέγομεν καθ’ ὑποκειμένου τῶν ἄλλων ἁπάντων, λογικοῦ θνητοῦ, εἴ γε κατηγορεῖται αὐτῶν, τοῦτο γοῦν οὐσία ἐστί. πάλιν τρίτον ἐπιχείρημά ἐστι τοιοῦτον, ὅτι τὸ καθόλου τοῦτο ἢ σημαίνει τι ἢ οὐ σημαίνει. εἰ μὲν οὖν σημαίνει τι, δῆλον ὅτι καὶ ὁρισμὸν ἔχει τὸν δηλοῦντα τὴν ὕπαρξιν αὐτοῦ. εἰ γὰρ καὶ μὴ ἔχει κυρίως ὁρισμόν, ἀλλ’ οὖν γε δι’ ὑπογραφῆς δηλοῦται, ἐπειδὴ σημαίνει τι. θεωρεῖται οὖν ὡς καθ’ ἕκαστα, ἢ οὐ θεωρεῖται ἐν αὐτοῖς. εἰ μὲν οὖν, φησί, θεωρεῖται ὡς καθ’ ἕκαστα, μέρος αὐτῶν ἐστι. πῶς δὲ τὸ μέρος κατηγορεῖται τοῦ ὅλου; * * * αὐτῶν ἐστι πάντῃ. λέγομεν οὖν ὅτι περὶ ταῦτα ὁ παραλογισμὸς ἐκ τῆς ὁμωνυμίας τοῦ μέρους, ὡς καὶ αὐτός φησιν ἐν Κατηγορίαις· ποτὲ γὰρ μερικὸν λέγεται, ποτὲ δὲ καθόλου. διὸ ἔλεγεν ἐν ἐκείναις τὴν μέν τινα χεῖρα μέρος εἶναι μερικόν, τὴν δὲ ἁπλῶς χεῖρα καθόλου. τὸ γοῦν καθόλου ἐνταῦθα μέρος ἐστὶν οὐ μερικὸν ἀλλὰ καθόλου· τὸ δὲ τοιοῦτον μέρος κατηγορεῖται τοῦ ὅλου, καὶ οὐδέν ἐστιν ἄτοπον ἐν ἅπασιν αὐτὸ θεωρεῖσθαι κατὰ τὴν κοινότητα αὐτῶν· οὔτε γὰρ μιᾶς οὐσίας ἐστὶ δηλωτικόν.

“但随之而来的推论包含着疑难。” 自此是第十条论证。他说,这一论证包含着疑难。因为,正如我们所说,既然任何实体都既不可能由普遍者构成(因其表示本质的性质而不表示实体),又不可能由现实中先在的诸实体构成,那么每一个实体都将作为非复合的和单纯的事物而存在;但单纯者是没有定义的,以至于将不存在[……]。〈然而〉人们已经一致承认,定义要么仅仅属于实体,要么首要地属于实体,正如前文所说;而现在已表明甚至连实体的[定义]都不存在。因此,任何事物的定义都不会存在。或者,正如在理论性概论中所说,在某种方式上有定义,在某种方式上则没有。而所言之事从接下来的论述中变得尤为显然。 哲学家叙利亚诺为维护柏拉图,反驳亚里士多德所提出的十条论证,并说:如果亚里士多德否定的是那些混淆的、后生的、在我们的想象力中具有存在的普遍者,例如关于单纯的人的概念,那么他是对的;因为这些事物在真实中并不是实体,而是在与我们的关系中具有存在。但如果[有人]说“他否定了处于多数之上的普遍者”,这人所言则完全不得当;因为亚里士多德自己并未否定它们,甚至亲自设定了它们。于是他[叙利亚诺]说,诸难题中的第一条是这样说的:每一事物的实体都是该事物所特有的,并且是它的特征;因为正如昨天所说,苏格拉底的实体并不是柏拉图的实体。因此,如果普遍者不是每一事物的实体(因为这样它就不是普遍的,而是个别的),那么显而易见,普遍的实体是不存在的。于是我们说,确实不存在以此种方式作为某种个别者存在的实体;然而这绝不妨碍它是普遍的实体,不过并非某物的受限定的实体;这样一来,即使[人们]说它要么属于一切事物,要么不属于任何事物,也不会导致任何荒谬。因为在真实中普遍的实体属于一切事物;因为它既然不受限于任何个别实体中,而是包含着一切事物的共同本性,就被看作是在一切事物中的一;并且它不是在数目上而是在属上为一。因为正如[……]要么在数上,要么在种上,要么在属上[为一]。〈因此〉普遍者在数目上〈为一〉是不可能的事;因为这样它就不会在一切事物中被考察;然而这绝不妨碍它必须在属上为一。 接下来,第二条难题是这样说的:实体不是关于基底被述说的,普遍者是关于基底被述说的,因此普遍者不是实体。在这一点上,他[叙利亚诺]说,这一谬误是由于同音异义性而产生的;因为中项“关于基底被述说的”被以同音异义的方式采用,使大前提有时为真,有时为伪。因为“关于基底被述说的”表示的是我们在想象力中关于事物所拥有的普遍的、概念性的和后生的东西,例如关于人、关于马的概念。只要这些东西存在,它们就在我们的想象力中具有存立,而当想象力消逝时,它们自身也随之而去。这样的“关于基底被述说的”在真实中确实不是实体;然而那种包含其他事物的“关于基底被述说的”——正如我们说动物是关于其他一切事物(即理性的、必死的事物)的基底被述说的,只要它被述说于它们——这至少是实体。 再次,第三条论证是这样的:这一普遍者要么表示某种东西,要么不表示。如果它表示某种东西,显然它也具有表示其存立的定义。因为即使它没有严格意义上的定义,但至少既然它表示某种东西,它就通过描述性规定被表示出来。于是,它要么被视为个别事物,要么不在它们之中被考察。如果正如他[亚里士多德]所说,它被视为个别事物,它就是它们的一部分。但是部分怎能被述说于整体呢?[……]完全是它们的事物。于是我们说,关于这些事情,谬误是由于“部分”一词的同音异义性产生的,正如他本人在《范畴篇》中所说的那样;因为有时被称为个别的部分,有时被称为普遍的部分。因此他在那部著作中说,某只手是个别的部分,但单纯的手则是普遍的。因此这里的普遍者不是个别的部分,而是普遍的部分;这样的部分是被述说于整体的,并且按照它们的共同本性在一切事物中考察它,没有任何荒谬之处;因为它并不是单一实体的指示者。

语法注3 条
  1. 7.74εἰ δέ φησι ‘τὰ καθόλου ἀναιρεῖ τὰ ἐπὶ τοῖς πολλοῖς’, οὐ πάνυ τι δεόντως λέγει

    φησί的主语并非前文所指的具体人物,而是作为引入某种反对者主张的不定人称(“如果[有人]说……”)。主句为οὐ πάνυ τι δεόντως λέγει(“这人所言则完全不得当”),它承接了条件从句中的直接引语“τὰ καθόλου ἀναιρεῖ τὰ ἐπὶ τοῖς πολλοῖς”。

  2. 7.74καὶ οὕτως οὐδὲν ἄτοπον ἕψεται λεγόντων ὅτι ἢ πάντων ἐστὶν ἢ οὐδενός

    λεγόντων是没有显式名词/代词主语的属格绝对结构(genitive absolute),带有让步或条件意味(“即使[人们]说……”)。省略的主语为不特定的泛指主体(反对者等),ὅτι引导其述说的内容。

  3. 7.74ὁ γὰρ μέσος ὅρος ἐλήφθη ὁμώνυμος τὸ καθ’ ὑποκειμένου

    ὁμώνυμος在被动动词ἐλήφθη(“被采用”)中充当主格谓语形容词,表示“中项被以同音异义的方式采用”。句末带冠词的中性短语τὸ καθ’ ὑποκειμένου与主语ὁ μέσος ὅρος(中项)构成同位语,具体指出该概念是什么。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:432.28-434.18