← 特拉勒斯的阿斯克勒庇乌斯

亚里士多德《形而上学》注释(卷A–Z)

§431.13-432.27

普遍者非实体的第四至第九条论证

阿斯克勒庇俄斯顺应亚里斯多德的论述,注解了证明普遍者不可能是实体的第四至第九条论证,梳理了性质的在先性、实体在多个事物中的同一性、定义组成部分的独立性,以及由现实存在的诸实体复合为一实体的不可行性(包括涉及原子论和数论的讨论)等难题。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.68

" Ἔτι δὲ ἀδύνατον." Ἐντεῦθεν τέταρτον ἐπιχείρημα. καί φησιν ὅτι ἀδύνατόν ἐστι τὸ λέγειν τὴν οὐσίαν τὴν μερικὴν ἐκ μὴ οὐσίας ὑπάρχειν, καὶ μὴ ἐκ τοῦ τόδε τι ἀλλὰ ἐκ ποιοῦ. οὕτως γάρ, ἐπειδὴ τὰ καθόλου οὐσιώδεις ποιότητες ὑπάρχουσιν, ἔσται πρότερον ἡ μὴ οὐσία καὶ τὸ ποιὸν 〈οὐσίας〉, ὅπερ ἀδύνατον. οὔτε γὰρ λόγῳ οὔτε χρόνῳ οὔτε γενέσει δυνατὸν τὰ πάθη τῆς οὐσίας εἶναι πρότερα, εἴ γε ἐν αὐτῇ τὸ εἶναι ἔχουσιν· ἔσονται γὰρ οὕτως αὐτὰ καθ’ αὑτὰ χωριστὰ τὸ λευκὸν καὶ τὸ λογικὸν τὸ ὡς ἐν ἀνθρώπῳ, ὅπερ ἐστὶν ἀδύνατον.

“此外,这是不可能的。” 自此是第四条论证。他说,断言个别实体是由非实体产生,即并非由“这个”而是由性质产生,这是不可能的。因为这样一来,既然普遍者是本质的性质,非实体以及性质就会先于[实体],而这是不可能的。因为如果情状确实在实体自身中具有存在,那么无论在定义上、时间上还是生成上,情状都不可能先于实体;因为这样白以及如在人中的理性就会各自独立分离地存在,而这是不可能的。

§7.69

"Ἔτι τῷ Σωκράτει." Πέμπτον ἐπιχείρημα· καί φησιν ὅτι τῷ Σωκράτει τὸ καθόλου ἐνυπάρχει οὐσία οὖσα, ὥστε δυοῖν διαφόροιν πραγμάτοιν ἡ αὐτὴ ἔσται οὐσία, ὅπερ ἀδύνατον.

“此外,在苏格拉底中。” 第五条论证:他说普遍者作为实体内在存在于苏格拉底中,以致于两个不同事物的实体将是同一个,而这是不可能的。

§7.70

"Ἄλλως δὲ συμβαίνει." Ἕκτον ἐπιχείρημα· καί φησιν ὅτι εἰ ἔστιν οὐσία ὁ ἄνθρωπος καὶ ὅσα οὕτως λέγεται ἕν, μηδὲν ἐν τῷ ὁρισμῷ τοῦ ἀνθρώπου παραλαμβανόμενον εἶναι ἄλλου πράγματος οὐσίαν,1 μηδὲ χωρίζεσθαι τοῦ ἀνθρώπου, ὡς συμβαίνειν καὶ ἄλλῳ ὑπάρχειν παρὰ τὸν ἄνθρωπον. οἷον ὅτι οὐκ ἔστιν αὐτοζῷον καθ’ αὑτὸ παρὰ τὰ τινὰ ζῷα, οὐδ’ ἄλλο τῶν ἐν τοῖς λόγοις οὐδέν.

“但以另一种方式随之而来。” 第六条论证:他说,如果人以及一切以此种方式被称为一的事物是实体,那么在人的定义中被采纳的任何东西都不应当是另一事物的实体,也不应当脱离人而分离,以致于它除了属于人之外还属于另一个事物。例如,在个别的动物之外并不存在自体的动物自身,定义中的其他任何事物也是如此。

§7.71

"Ἔκ τε δὴ τούτων θεωροῦσιν." Ἕβδομον ἐπιχείρημα· καί φησιν ὅτι ἐντεῦθεν φανερὸν ἡμῖν μάλιστα γίνεται ὅτι οὐδὲν τῶν καθόλου ὑπαρχόντων οὐσία ἐστί, καὶ ὅτι τὰ καθόλου οὐ δηλοῦσι τόδε τι ἀλλὰ τοιόνδε, τουτέστι περὶ οὐσίαν τὸ ποιὸν ἀφορίζουσιν. εἰ γὰρ μὴ ὑποθώμεθα τοῦτο, πολλὰ ἄν ἕψεται ἄτοπα καὶ τρεῖς ἄνθρωποι, καθάπερ ἐν τῇ θεωρίᾳ εἰρήκαμεν.

“对于从这些来考察的人而言。” 第七条论证:他说,从这些事情中对我们而言变得极其显然的是,普遍存在的任何东西都不是实体,且普遍者不表示“这个”而是表示“如此的”,即它们限定关于实体的性质。因为如果我们不作此设定,就会随之出现许多荒谬推论,并且出现“三个人”,正如我们在理论性概论中所说的那样。

§7.72

"Ἔτι δὲ καὶ ὧδε δῆλον." Ὄγδοον ἐπιχείρημα· καί φησιν ὅτι ἀδύνατον οὐσίαν εἶναι ἐξ οὐσιῶν ἐνυπαρχουσῶν οὕτως κεχωρισμένων ἐνεργείᾳ. οὐδέποτε γὰρ [λέγομεν] τὰ δύο τὰ κατ’ ἐντελέχειαν δυνατόν ἐστι λέγειν ἕν, ἀλλὰ δύο· ἀλλ’ ἐὰν δυνάμει ᾖ δύο, τότε δυνατὸν αὐτὸ λέγειν ἕν, ὥσπερ τὴν γραμμὴν τὴν ἔχουσαν * * * λέγειν αὐτὴν μίαν, μετὰ δὲ τὸ δεδυάσθαι τὴν στιγμὴν ἐνεργείᾳ2 ἀδύνατόν ἐστι λέγειν αὐτὴν μίαν· τὸ αὐτὸ δέ φημι καὶ ἐπὶ τοῦ χρόνου. ὥστε οὐ δυνατόν ἐστι λέγειν μίαν τὴν οὐσίαν τὴν ὑπάρχουσαν ἐξ ἐντελεχείᾳ διακεκριμένων δύο οὐσιῶν. καὶ κατὰ τοῦτο τὸν ἀριθμόν φησιν ὀρθῶς λέγειν Δημόκριτον· ἀδύνατον γάρ φησιν ἐκ δύο ἓν γενέσθαι ἢ ἐξ ἑνὸς δύο· τὰ γὰρ μεγέθη τὰ ἄτομα, τουτέστι τὰς ἀτόμους, οὐσίας ποιεῖ, καὶ οὐδέποτε, φησίν, ἡ μία ἄτομος δύο. διὰ τοῦτο γὰρ καὶ ἀτόμους αὐτάς φησιν· οὔτε γὰρ δύο μία [γάρ] ἐστί, διειργόμενα ὑπὸ τοῦ κενοῦ.

“此外,如下也是显然的。” 第八条论证:他说,由如此在现实中分离的内在诸实体构成一个实体是不可能的。因为现实中为二的东西决不可能被称为一,而只能被称为二;但如果它在潜能上是二,那么就可以称它为一,正如可以称拥有[……]的线段为一,但在点在现实中被二重化之后,就无法称它为一;在时间的问题上我也作同样的说明。因此,由现实中区分开的两个实体构成的实体不可能被称为一。在这方面他说德谟克利特就数而言说得正确;因为他说两个生成一个,或一个生成两个都是不可能的;因为他把不可分的大小,即原子,当作实体,而且他说一个原子决不会变成两个。正因如此,他也称它们为原子[不可分者];因为被虚空所隔开的两个事物不可能是一个。

§7.73

"Ὁμοίως τοίνυν καὶ ἐπὶ τοῦ ἀριθμοῦ ἕξει." Ἔνατον ἐπιχείρημα· καί φησιν ὅτι ὁμοίως καὶ ἐπὶ τοῦ ἀριθμοῦ ἕξει, εἴπερ ἐστὶν ὁ ἀριθμὸς σύνθεσις μονάδων, ὥσπερ λέγουσί τινες· οὕτως γὰρ ἔσται ὁ ἀριθμὸς εἷς διακεκριμένος ἐντελεχείᾳ, † ὁ πέντε ἐκ τοῦ δύο, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως, ὅπερ ἐστὶν ἄτοπον. ἢ γὰρ οὐ δυνατὸν εἰπεῖν μίαν τὴν δυάδα, ἢ εἰ ὑποθώμεθα αὐτὴν μίαν, ἀδύνατον τὴν μονάδα εἶναι κεχωρισμένην κατ’ ἐνέργειαν ἐν αὐτῇ.

“因此在数上情况也将类似。” 第九条论证:他说,正如某些人所言如果数是单位的结合,那么在数上情况也将类似;因为这样数将是现实中区分开的一,[例如]由二构成的五,在其他数上也是如此,而这是荒谬的。因为要么不可能称二元为一,要么如果我们假设它为一,单位在它之中在现实上分离则是不可能的。

语法注2 条
  1. 7.70μηδὲν ἐν τῷ ὁρισμῷ τοῦ ἀνθρώπου παραλαμβανόμενον εἶναι ἄλλου πράγματος οὐσίαν

    此处虽由附属于主要动词 φησίν 的间接引语连词 ὅτι 引出,但条件从句 εἰ ἔστιν οὐσία ... 的正句转为了不定式结构(μηδὲν ... εἶναι)。该不定式蕴含了“应当/必然”的情态意涵。

  2. 7.72μετὰ δὲ τὸ δεδυάσθαι τὴν στιγμὴν ἐνεργείᾳ

    带冠词的完成时被动态不定式 τὸ δεδυάσθαι 受介词 μετά 支配,其逻辑主语由宾格 τὴν στιγμήν 充当。在几何学语境中,它指潜在连续的线段上的点在现实中被确定为分割点,从而具有二重化(分别作为两侧区间的端点)的功能。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:431.13-432.27