← 特拉勒斯的阿斯克勒庇乌斯

亚里士多德《形而上学》注释(卷A–Z)

§430.1-431.12

普遍者非实体的最初三条论证

阿斯克勒庇俄斯注释了亚里士多德《形而上学》卷Z第13章(1038b2–1038b16)中反对普遍者是实体的最初三条论证。在梳理了基底的两种含义之后,他表明普遍者不可能是实体:首先是基于固有的实体与共通性之间的对立,其次是通过第二格三段论证明关于基底的述谓,第三则是从内在成分与定义所产生的困境来展开反驳。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.65

" Λέγεται δὲ ὥσπερ τὸ ὑποκείμενον οὐσία εἶναι." Φησὶν 〈ὅτι〉 λέγεται ὥσπερ καὶ τὸ ὑποκείμενον καὶ τὸ εἶδος καὶ τὸ ἐξ ἀμφοῖν, οὕτω καὶ τὸ καθόλου λέγεται οὐσία εἶναι. εἰρήκαμεν οὖν περὶ τῶν δύο· εἴρηται γὰρ ἡμῖν διὰ τῶν προλαβόντων καὶ περὶ τοῦ εἴδους καὶ περὶ τοῦ ὑποκειμένου, ὅτι διχῶς ὑπόκειται, ἢ τόδε τι ὄν, τουτέστι τὸ γένος ταῖς διαφοραῖς (διὸ καὶ εἶπεν αὐτὸ τόδε τι ὄν· οὐ γὰρ οὕτως ἐστὶ τὸ ζῷον ἀνείδεον ὡς ἡ ὕλη, ἥτις ἐξ ἀποφάσεως γίνεται, ἀλλὰ κατὰ ἀναλογίαν τὴν πρὸς τὸ περιορίζεσθαι ὑπὸ τῆς τελευταίας διαφορᾶς, ὥσπερ τὸ εἶδος περιορίζει τὴν ὕλην), 〈ἢ〉 ὡς ἡ κυρίως ὕλη ὑπόκειται τῇ ἐντελεχείᾳ, τουτέστι τῷ εἴδει. δυνατὸν δὲ λέγειν τὸ ζῷον ὑποκεῖσθαι τοῖς πάθεσι, περὶ τοῦ ἁπλῶς ζῴου δῆλον, ἢ ὡς ὕλη ἐντελεχείᾳ περὶ τοῦ καθ’ ἕκαστα ζῴου. δοκεῖ δέ τισι τὸ καθόλου αἴτιον εἶναι καὶ προακτικὸν καὶ ποιητικὸν τῶν ἐνταῦθα, καὶ εἶναι ἀρχὴ τὸ καθόλου τῶν ἀποδείξεων, ὡς εἴρηται ἡμῖν ἐν τῇ θεωρίᾳ καὶ † οὐ δεῖ εἶναι οὐσίαν ὁτιοῦν τῶν καθόλου, ὡς δείξει ὁ λόγος. εἶτα λοιπὸν τίθησι τὸ πρῶτον ἐπιχείρημα λέγων ὅτι εἰ οὐσία ἡ ἑκάστου ἴδιος ἑκάστου ὑπῆρχεν, οὐκ ἄν ποτε θεωρηθήσεται ἐν ἄλλῳ·1 τὸ δὲ καθόλου κοινόν ἐστι· τοῦτο γὰρ λέγομεν καθόλου, ὅπερ πλείοσιν ὑπάρχειν πέφυκε. τίνος οὖν ἔσται τὸ τοιοῦτο οὐσία; ἢ γὰρ πάντων ἐστὶν οὐσία ἢ οὐδενός. ἁπάντων δὲ οὐ δυνατὸν εἶναι αὐτὴν οὐσίαν, ἐπεὶ οὕτως κοινωνήσει τὰ πάντα ἀλλήλοις, ὅπερ ἀδύνατον. ἑνὸς δὲ εἰ ἔσται, καὶ τὰ ἄλλα τοιαῦτά ἐστιν ἢ ὡς ὁ Σωκράτης ὁ ἔχων αὐτό, ἐπειδὴ πάντα, 〈ὡς〉 ἐκεῖθέν φησιν, * * * οὐσία καὶ ὁ ὁρισμὸς εἷς ἐστι, καὶ αὐτὰ ἕν ἐστιν.

“正如基底被说成是实体那样。” 他说,正如基底、形式以及由两者构成的复合体被说成是实体一样,普遍者也被说成是实体。于是我们已经讨论了[其中]两项;因为通过前面的论述,我们已经就形式和基底作了阐述,即基底是以两种方式作为底层的:或者作为“这个”,即属对于诸属差而言(因此他也说它自身是作为“这个”;因为动物并非如质料那样无形式,质料是通过否定而形成的,而是按照被最后的属差所限定的类比,正如形式限定质料那样),或者正如本义上的质料作为现实(即形式)的底层。也可以说动物作为诸多情状的底层(这显然是就单纯的动物而言),或者对于个别的动物而言作为现实的质料而居于底层。但某些人认为普遍者是此界事物的原因、产出者与生成者,且普遍者是证明的本原,正如我们在理论性概论中所说的那样;并且正如论证将表明的,普遍者中的任何东西都不应当是实体。随后他提出了第一条论证,指出如果各物的实体是各物所固有的,它就决不会在另一个事物中被观察到;但普遍者则是共通的;因为我们把按本性属于多数者的东西称为普遍者。那么,这样的东西将是什么的实体呢?因为它要么是一切事物的实体,要么不是任何事物的实体。然而它不可能是所有事物的实体,因为这样一来万物都将彼此共有,而这是不可能的。但如果它是一者的实体,其余事物也将成为如拥有它的苏格拉底那样的东西,因为正如他从文本中所说,一切[……]如果其实体与定义是一,它们自身也是一。

§7.66

"Ἔτι οὐσία μὲν λέγεται." Ἐντεῦθεν τὸ δεύτερον ἐπιχείρημα τίθησιν ἐν δευτέρῳ σχήματι,2 καί φησιν ὅτι ἡ οὐσία οὐκ ἔστι καθ’ ὑποκειμένου, τὸ δὲ καθόλου καθ’ ὑποκειμένου. τὸ καθόλου ἄρα οὐκ ἔστιν οὐσία. αὐτὸς δὲ οὐ τέθεικε τὸ συμπέρασμα.

“此外,实体被说成。” 自此,他提出了第二格中的第二条论证,并说实体不表述基底,而普遍者则表述基底。因此普遍者不是实体。但他自己并未给出结论。

§7.67

"Ἀλλ’ ἆρα οὕτω μὲν οὐκ ἐνδέχεται." Ἐντεῦθεν τὸ τρίτον ἐπιχείρημα. φησὶν οὖν ὅτι εἰ καὶ μὴ ἐνδέχεται οὕτως εἶναι τὸ καθόλου ὡς τὸ εἶδος τοῦ πράγματος, ἵνα μὴ γένηται μερικόν, ἐν δὲ τῷ μερικῷ ἐνυπάρχει3 μὴ ὂν αὐτὸ εἶδος, ὥσπερ τὸ ζῷον ἐν τῷ ἀνθρώπῳ καὶ τῷ ἵππῳ. εἶτά φησιν ὁ Ἀριστοτέλης, εἰ ταῦθ’ οὕτως ἔχει, ἐξ ἀνάγκης τούτου 〈τοῦ〉 ὄντος ἐν τῷ ἀνθρώπῳ ἐστὶν [ὁ] ὁρισμός. ἐπειδὴ δὲ τῶν γενικωτάτων γενῶν οὐχ ὑπάρχουσιν ὁρισμοί, φησὶν ὅτι διαφέρει δὲ οὐδὲν οὐδὲ, εἰ μὴ πάντων ἐστὶν ὁρισμὸς τῶν ἐν τῇ οὐσίᾳ ὑπαρχόντων· οὐδὲν γὰρ ἧττον τοῦτο τὸ ἐνυπάρχον οὐσία ἐστί τινος, ὡς ἄνθρωπος τοῦ ἀνθρώπου ἐν ᾧ ὑπάρχει ἀνθρώπῳ. ὥστε τὸ αὐτὸ συμβήσεται πάλιν τὸ εἰρημένον κἀν τῷ πρώτῳ ἐπιχειρήματι· ἢ πάντων ἐστὶν ἢ οὐδενός, 〈καὶ〉 τὰ αὐτὰ ἕψονται ἄτοπα· ἔσται γὰρ ἐκείνου οὐσία, οἷον τὸ ζῷον ἐν ᾧ ἰδίως ἴδιον ὑπάρχει, καὶ οὕτω πάλιν ἔσται μερικόν.

“然而这样难道不可能吗。” 自此是第三条论证。于是他说,即使普遍者不可能像事物的形式那样存在(以免它变成个别的),但它内在存在于个别之中而其自身并非形式,就像动物在人和马之中那样。随后亚里斯多德说,如果这些属实,那么存在于人中的这一东西必然有其定义。但既然最高属并没有定义,他说,即使属于实体的并非一切事物都有定义,也毫无差别;因为这一内在存在之物同样是某物的实体,正如人是其存在于其中的人的实体一样。因此,第一条论证中所说的事情将再次发生:它要么是一切事物的〔实体〕,要么不是任何事物的〔实体〕,且同样的荒谬推论将随之而来;因为它,例如动物,将成为其所特有地属于的那样东西的实体,而这样它又将变成个别的。

语法注3 条
  1. 7.65εἰ οὐσία ἡ ἑκάστου ἴδιος ἑκάστου ὑπῆρχεν, οὐκ ἄν ποτε θεωρηθήσεται ἐν ἄλλῳ

    此句属于不规则的条件句结构:条件从句使用未完成过去时直陈式(ὑπῆρχεν),而归结从句则使用 ἄν 搭配将来时直陈式(θεωρηθήσεται)。在古典希腊语中,与事实相反的归结从句通常要求 ἄν 搭配过去时直陈式,但在晚期希腊语中,此处采用了混合条件句形式,以将来时表达反事实前提下必然且断定的推论。

  2. 7.66ἐν δευτέρῳ σχήματι

    指三段论的“第二格”(中项在两个前提中均充当述词)。此处构成了 Camestres 式的推论:大前提“实体不表述基底”(否定),小前提“普遍者表述基底”(肯定),从而得出结论“普遍者不是实体”(否定)。

  3. 7.67εἰ καὶ μὴ ἐνδέχεται ... ἐν δὲ τῷ μερικῷ ἐνυπάρχει

    由让步从句(εἰ καὶ μὴ ἐνδέχεται……“即使不可能……”)与带有转折连词 δέ 的从句(ἐν δὲ τῷ μερικῷ ἐνυπάρχει)相对接。在构词上,这是由 ὅτι 引导的间接陈述句内部的对比结构,表明在否定普遍者作为形式存在的同时,设定其作为非形式的内在成分存在于个别之中。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:430.1-431.12