← 特拉勒斯的阿斯克勒庇乌斯

亚里士多德《形而上学》注释(卷A–Z)

§428.13-429.36

驳斥普遍者作为实体的十条论证

阿斯克勒庇俄斯依据亚历山大的注解,概述了亚里士多德在《形而上学》卷七第13章中用以驳斥普遍者是实体的十条论证,并最终解决了关于个别实体是否可被定义这一疑难。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.64#2

ὡς γάρ φησιν ὁ Ἀλέξανδρος, ἐπειδή, ὡς αὐτοὶ κατ’ ἀρχὰς τοῦ βιβλίου ἐλέγομεν, ὅτι ἡ πραγματεία αὕτη ἐστὶ περὶ τῆς οὐσίας1 (περὶ γὰρ τοῦ ὄντος βούλεται διαλεχθῆναι, τὸ δὲ κυρίως ὂν ἡ οὐσία ἐστί), διαστέλλεται ποσαχῶς λέγεται ἡ οὐσία, καὶ ἔδειξεν ὅτι τετραχῶς, κατὰ τὸ ὑποκείμενον, κατὰ τὸ εἶδος, κατὰ τὸ συναμφότερον καὶ τὸ καθόλου, εἰπὼν οὖν περὶ τοῦ ὡς εἴδους, τουτέστι τοῦ ὁρισμοῦ, τοῦ ὑποκειμένου καὶ τοῦ ἐξ ἀμφοτέρων, ἐντεῦθεν λέγει ἡμῖν περὶ τῆς καθόλου δεικνὺς ὅτι οὐκ ἐστι. καὶ πρῶτον μὲν ἐπιχειρήματι κέχρηται τοιούτῳ, λέγων ὅτι ἡ 〈ἐν Σωκράτει〉 οὐσία οὐκ ἔστιν ἡ αὐτὴ τῇ ἐν Πλάτωνι οὐσίᾳ, τὸ δὲ καθόλου κοινὸν ὑπάρχει. εἰ μὲν οὖν ὑποθώμεθα ταύτην τὴν οὐσίαν ἐν τῷ Σωκράτει εἶναι, οὐκέτι ἔσται καθόλου· ἡ γὰρ ἑκάστου οὐσία ἰδία ἐστὶν ἑκάστου· καὶ οὕτως ἔσται πάντα ἕν, ἐπειδὴ ἐν τῷ ἑνὶ τὸ καθόλου περιέχεται, τὸ αἴτιον πάντων. δεύτερον ἐπιχείρημά φησιν ὅτι ἡ μὲν οὐσία οὐ καθ’ ὑποκειμένου λέγεται, τὸ δὲ καθόλου καθ’ ὑποκειμένου· οὐκ ἄρα ἡ καθόλου οὐσία ὑπάρχει. τρίτον ἐπιχείρημα ὅτι ἢ εἶδός ἐστι τὸ καθόλου τῆς ἀτόμου οὐσίας ἢ μέρος ἢ ἐνυπάρχον ἁπλῶς. ἀλλ’ εἰ μὲν ὑποθώμεθα εἶδος αὐτὸ εἶναι, ἄτοπόν τι ἕψεται· τὸ γὰρ εἶδος ἑκάστου ἴδιόν τί ἐστιν ἑκάστου [τε], καὶ οὕτως πάλιν τὸ καθόλου ἔσται μερικόν. εἰ δὲ ὡς μέρος αὐτὸ ὑποθώμεθα, ἔσται τὸ μέρος κατηγορούμενον τοῦ ὅλου, ὅπερ ἐστὶν ἄτοπον. εἰ δὲ 〈ἁπλῶς〉 ἐνυπάρχον, πάλιν ἕψονται οἱ πρότεροι λόγοι τοῦ πρώτου ἐπιχειρήματος, ὅτι ἢ γὰρ πάντων ἢ οὐδενός· ἁπάντων δὲ οὐχ οἷόν τε, ἐπειδὴ διαφέρουσιν ἀλλήλων τὰ πράγματα· οὕτως δὲ οὐδὲν διοίσουσιν· εἰ δὲ ἑνός, ἔσται πάντα ἕν. τέταρτον ἐπιχείρημα ὅτι, εἰ ἔστιν οὐσία τὸ καθόλου (περὶ οὐσίαν γὰρ τὸ ποιὸν ἀφορίζει, ὡς εἴρηται ἐν Κατηγορίαις· ποιότητα γὰρ οὐσιώδη δηλοῖ), δῆλον ὡς ὅτι ἔσονται πρότεραι αἱ ποιότητες τῶν οὐσιῶν, ὅπερ ἐστὶν ἄτοπον καὶ παρὰ τὰ ἐναργῆ. πέμπτη ἐπιχείρησις ὅτι συμβήσεται δύο ἀνομοειδῶν τὴν αὐτὴν εἶναι οὐσίαν, φημὶ δὴ τὴν καθόλου, ὅπερ ἀδύνατον. ἕκτη ἐπιχείρησις ὅτι ὅσα ἐν τῇ οὐσίᾳ τοῦ πράγματος παραλαμβάνεται, οὐδέποτε χωρίζονται τοῦ πράγματος, ἀλλὰ καὶ αὐτὸ εἶναι τὸ πρᾶγμα δηλοῦσιν, ὥσπερ τὰ ἐν τῷ ὁρισμῷ τοῦ ἀνθρώπου πάντα παραλαμβανόμενα. εἰ οὖν ὑποθώμεθα καὶ τὸ καθόλου συμπληρωτικὸν εἶναι τῆς μερικῆς οὐσίας, ἔσται ἀχώριστον αὐτῆς καὶ οὐκέτι καθόλου, ὅπερ οὐ βούλονται. ἑβδόμη ἐπιχείρησις ὅτι εἰ μὴ δηλοῖ ποιότητα τὸ καθόλου ἀλλὰ τόδε τι, τουτέστι μερικὴν οὐσίαν, ἔσονται τρεῖς ἄνθρωποι, οἱ δύο ἄτομοι καὶ ὁ ἄλλος ὁ ἐξῃρημένος καὶ συνδέων αὐτούς. ὄγδοον ἐπιχείρημα ὅτι τότε λέγεται τὸ πρᾶγμα ἕν, ὅταν δυνάμει ἐστίν· οἷον τὴν εὐθεῖαν ἔχουσαν δυνάμει πλείονα σημεῖα λέγομεν μίαν εἶναι, καὶ τὸν χρόνον,2 ὅταν δὲ κατ’ ἐνέργειαν ληφθῶσι τὰ σημεῖα, οὐκέτι ἓν ἀλλὰ πλείονα. εἰ οὖν ὑποτίθενται τὴν καθόλου οὐσίαν χωριστὴν εἶναι αὐτὴν καθ’ αὑτὴν τῆς ἀτόμου οὐσίας, δῆλον ὡς ὅτι τὰς οὐσίας * * * ἀδύνατον δέ ἐστιν οὐσίαν ἐξ οὐσιῶν εἶναι κεχωρισμένων ἀλλήλων κατ’ ἐνέργειαν. ὥστε οὐ δυνατόν ἐστιν ὑποτίθεσθαι τὸ καθόλου οὐσίαν εἶναι αὐτὴν καθ’ αὑτὴν κεχωρισμένην ὑπάρχουσαν. εἶτα λοιπὸν ἐπιχείρημα ὡς ἐπὶ τοῦ ἀριθμοῦ, καὶ ἐπιλαμβάνεται τῶν οὕτως ὁριζομένων τὸν ἀριθμὸν καὶ λεγόντων ἐκ μονάδων συγκείμενον πλῆθος· εἰ γὰρ διῄρηνται οἱ ἀριθμοὶ ἀπ’ ἀλλήλων κατ’ ἐνέργειαν, οὐδέποτε δύνανται ἔχειν τὸ ἕν, οἷον ὁ πέντε καὶ ὁ τρία, εἰ μήτι ὑποθώμεθα τὴν μὲν μονάδα ὕλης τόπον ἐπέχειν, τὰ δὲ εἴδη τῶν ἀριθμῶν εἴδους, καὶ οὕτως γίνεται ἓν ἐξ ὕλης καὶ εἴδους. διό φησιν ἢ γὰρ οὐκ ἔστιν ἡ δυὰς ἕν τι πρᾶγμα, ἢ εἰ ἔστιν, οὐκ ἔστιν ἐνεργείᾳ ἐν αὐτῇ ἡ μονὰς ἀλλὰ δυνάμει. εἶτα δεκάτη ἐπιχείρησις. εἰ οὖν, φησίν, ἀπέδειξεν ὁ λόγος ὅτι οὐ δυνατὸν εἶναι τὰς ἀτόμους οὐσίας οὔτε ἐκ τῶν καθόλου μήτε δὲ ἐξ ἄλλων οὐσιῶν προυπαρχουσῶν ἐντελεχείᾳ, ἁπλῶς ἄρα ὑπάρχουσιν. εἰ δὲ τοῦτο, οὐκ ἔστιν αὐτῶν ὁρισμός· ὁ γὰρ ὁρισμὸς σύνθεσίς ἐστι πραγμάτων, ἐκ διαφορῶν καὶ γενῶν συνιστάμενος. ὥστε εἰ τῆς οὐσίας οὐκ ἔστιν ὁρισμός, οὐδὲ ἄλλου πράγματος. λέγομεν οὖν ὅτι κατὰ τὶ μέν ἐστιν αὐτῶν, κατὰ τὶ δὲ οὐκ ἔστιν. εἰ μὲν γὰρ λάβωμεν τὸ λογικὸν καὶ τὸ ζῷον κεχωρισμένα κατ’ ἐνέργειαν αὐτὰ καθ’ αὑτὰ ὑφεστῶτα, τῷ ὄντι οὐκ ἔστιν αὐτῶν ὁρισμός· εἰ δὲ ὡς μίαν τινὰ φύσιν καὶ ἅμα νοουμένην καὶ συνυφισταμένην,3 ἔστιν αὐτῶν ὁρισμός.

正如亚历山大所说,因为正如我们自己在本卷开头所说,这一探讨是关于实体的(因为他希望讨论“有”,而本义上的“有”乃是实体),他区分了实体在何种意义上被述说,并指明它是以四种方式被述说的:作为基底、作为形式、作为两者的复合体,以及作为普遍者;因此,在论述了作为形式的实体(即定义)、基底以及由两者构成的复合体之后,他自此向我们论述普遍实体,表明它并不存在。首先,他运用了如下的论证,指出苏格拉底中的实体与柏拉图中的实体并不相同,而普遍者则是共同的。因此,如果我们假定这一实体在苏格拉底之中,它就将不再是普遍者;因为各物的实体乃是各物所固有的;而这样一来,既然作为万物之原因的普遍者包含在一之中,万物就都将合而为一。第二条论证是他指出,实体不表述基底,而普遍者则表述基底;因此普遍实体并不存在。第三条论证是,普遍者要么是个别实体的形式,要么是部分,要么只是单纯地内在其中。但如果我们假定它是形式,就会得出荒谬的推论;因为各物的形式乃是各物所固有的某种东西,这样普遍者又将变成个别的。但若我们假定它是部分,部分就将被述谓于整体,这乃是荒谬的。而如果它只是单纯地内在其中,第一条论证的前述推论就将再次出现:即它要么属于一切,要么不属于任何事物。但既然诸事物彼此各异,它就不可能属于一切;否则事物之间将毫无差异;而若属于一者,万物就将合而为一。第四条论证是,如果普遍者是实体(因为正如在《范畴篇》中所言,它就实体而界定性质;因为它指示着实体性的性质),显而易见性质将先于实体,这乃是荒谬的,且与显然的事实相悖。第五条论证是,会导致在种上相异的两个事物具有相同的实体(我指的是普遍实体),而这乃是不可能的。第六条论证是,凡是进入事物实体之中的东西,绝不脱离该事物,而是指示该事物正是其自身,正如在人的定义中所包含的一切那样。因此,如果我们假定普遍者也补全了个别实体,它就将与该实体不可分且不再是普遍者,而这并非他们所愿。第七条论证是,如果普遍者指示的不是性质而是“这个”(即个别实体),就将存在三个人:两个个体,以及另一个脱离存在并联结他们的[第三人]。第八条论证是,事物在潜能存在时被称为一;例如我们称在潜能中具有多数个点的直线为一,时间亦是如此,但当这些点在现实中被取用时,就不再是一而是多。因此,如果他们假定普遍实体脱离个别实体而自存,显而易见实体[……],但从在现实中彼此脱离的诸实体中产生一个实体是不可能的。因此,不可能假定普遍者是脱离自存的实体。随后还有关于数的论证,他非难了那些如此定义数并说数是由单位构成的多的人;因为如果数在现实中彼此分离,它们就决不能具有统一性,例如五和三,除非我们假定单位居于质料的地位,而数的诸形式居于形式的地位,从而由质料和形式生成一。因此他说,二元要么不是单一的事物,要么如果它是一,其中的单位就不是在现实中而是在潜能中存在。随后是第十条论证。因此他说,如果论证表明了个别实体既不能由普遍者构成,也不能由现实中预先存在的其他实体构成,那么它们就是单纯地存在的。但如果确实如此,它们便没有定义;因为定义是事物的复合,由属差和属构成。因此,如果实体的定义不存在,任何其他事物的定义也就不存在。于是我们说,在某种意义上它们有定义,但在某种意义上则没有。因为如果我们把理性和动物看作在现实中分离且自存的,确实就不会有它们的定义;但若看作某种单一的本性,同时被构想并共同存立,便有它们的定义。

语法注3 条
  1. 7.64ὡς γάρ φησιν ὁ Ἀλέξανδρος, ἐπειδή, ὡς αὐτοὶ κατ’ ἀρχὰς τοῦ βιβλίου ἐλέγομεν, ὅτι ἡ πραγματεία αὕτη ἐστὶ περὶ τῆς οὐσίας

    句首 ὡς γάρ φησιν ὁ Ἀλέξανδρος(“正如亚历山大所说”)之后,表示原因的连词 ἐπειδή 紧接着被插入句 ὡς αὐτοὶ ... ἐλέγομεν(“正如我们自己……所说”)打断,其后赘生出 ὅτι 来引出原因从句的核心命题内容(ἡ πραγματεία αὕτη ἐστὶ περὶ τῆς οὐσίας)。整个长句的主句动词最终指向后文的 διαστέλλεται(或最末的 λέγει)。

  2. 7.64καὶ τὸν χρόνον

    宾格 τὸν χρόνον 承接前文的 τὴν εὐθεῖαν ἔχουσαν δυνάμει πλείονα σημεῖα λέγομεν μίαν εἶναι(“我们称在潜能中具有多数个点的直线为一”),作为宾格加不定式结构的一部分,省略了动词及述语不定式 λέγομεν [ἕνα εἶναι](“[我们称]时间[为一]”)。

  3. 7.64εἰ δὲ ὡς μίαν τινὰ φύσιν καὶ ἅμα νοουμένην καὶ συνυφισταμένην

    本句与前文的条件从句 εἰ μὲν γὰρ λάβωμεν τὸ λογικὸν καὶ τὸ ζῷον κεχωρισμένα ...(“如果我们把理性和动物看作分离的……”)形成对举,动词 λάβωμεν 及其宾语 τὸ λογικὸν καὶ τὸ ζῷον 在此省略。由 ὡς 引出的宾格短语 μίαν τινὰ φύσιν ... 作为述语性同位成分。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:428.13-429.36