← 特拉勒斯的阿斯克勒庇乌斯

亚里士多德《形而上学》注释(卷A–Z)

§426.18-428.13

属差的逐次划分与转向实体论

阿斯克勒庇俄斯阐明在固有的划分中必须逐次划分属差的属差,从而最后的属差构成实体与定义,并讨论了定义内部的语序问题。随后,他结束了对依划分而成的定义的考察,转向实体的核心研究(普遍者是否为实体以及对理念的批判),并总结了两个核心疑难。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.64#1

" Ἀλλὰ μὴν καὶ δεῖ γε διαιρεῖσθαι τὴν τῆς διαφορᾶς διαφοράν." Φησὶν ὅτι μετὰ τὴν πρώτην διαίρεσιν τοῦ γένους δεῖ ἡμᾶς τὴν διαφορὰν διαιρεῖν, καθάπερ ἐν τῇ θεωρίᾳ εἰρήκαμεν· οἷον ζῴου διαφορὰ ὑπάρχει τὸ ὑπόπουν, πάλιν τοῦ ζῴου τοῦ ὑπόποδος δεῖ ἡμᾶς τὴν διαφορὰν εἰδέναι, καθὸ ὑπόπουν, τουτέστιν αὐτὸ τὸ ὑπόπουν διαιρεῖν. ὥστε οὐ δεῖ ἡμᾶς λέγειν ὅτι τοῦ ὑπόποδος τὸ μέν ἐστι πτερωτόν, τὸ δὲ ἄπτερον· διαφοραὶ γὰρ αὗται ζῴου ὑπάρχουσιν, οὐ τοῦ ὑπόποδος· ἀγνοοῦντες οὖν καὶ ἀδυνατοῦντες ποιοῦσι τοῦτο. δεῖ οὖν διαιρεῖν εἰς τὸ σχιζόπουν καὶ εἰς τὸ ἄσχιστον· αὗται γὰρ διαφοραὶ ποδὸς ὑπάρχουσιν· ἡ γὰρ σχιζοποδία ποδότης τίς ἐστι. καὶ οὕτως ἀεὶ βούλεται βαδίζειν, ἕως ἂν ἔλθῃ εἰς τὰ ἀδιάφορα. τοσαῦτα γὰρ εἴδη ποδὸς ὑπάρχουσιν, ὅσαιπερ διαφοραὶ αὐτοῦ ὑπάρχουσι· καὶ πάλιν τὰ ὑπόποδα ζῷα ἴσα ταῖς διαφοραῖς ὑπάρχουσιν. εἰ τοίνυν ταῦθ’ οὕτως ἔχει, φανερὸν ὅτι ἡ τελευταία διαφορὰ ἡ οὐσία τοῦ πράγματος ἔσται καὶ ὁ ὁρισμός, καθάπερ εἰρήκαμεν ἐν τῇ θεωρίᾳ, εἴπερ μὴ δεῖ πολλάκις τὰ αὐτὰ λέγειν· ἀδολεσχοῦσι γὰρ οἱ τοιοῦτοι, ὡς εἴρηται ἀνωτέρω. ὅταν γὰρ ὁ ὁριζόμενος εἴπῃ ζῷον ὑπόπουν δίπουν, οὐδὲν ἄλλο λέγει ἢ ζῷον πόδας ἔχον, δύο πόδας ἔχον· 〈κἂν τοῦτο〉 οὖν τὸ γένος διαιρῇ τῇ οἰκείᾳ διαιρέσει, πλεονάκις τὸ αὐτὸ ἐρεῖ καὶ ἰσάκις ταῖς διαφοραῖς, ὡς εἴρηται. ἐὰν δὲ τῆς διαφορᾶς διαιρέσει ἡ διαφορὰ γίνηται, μία ἡ τελευταία δηλοῦσα τὸ εἶδος καὶ τὴν οὐσίαν,1 ὡς ἐν τῇ θεωρίᾳ εἴρηται. ἐὰν δὲ κατὰ συμβεβηκὸς ποιήσῃ τὴν διαίρεσιν λέγων τοῦ δίποδος τὸ μὲν εἶναι λευκόν, τὸ δὲ μέλαν, τοσαῦται ἔσονται διαφοραὶ ὅσαι καὶ αἱ τομαὶ τοῦ πράγματος ὑπάρχουσιν. ὥστε φανερὸν ὅτι ὁρισμὸς οὐδέν ἐστιν ἕτερον ἢ λόγος ἐκ τῶν διαφορῶν συγκείμενος, καὶ τούτων μάλιστα κατά γε τὸ ὀρθὸν τῆς τελευταίας διαφορᾶς. ὥστε οὐ δεῖ μετατάττειν τοὺς τοιούτους ὁρισμούς, οἷον ὡς ἐπὶ τοῦ ἀνθρώπου λόγον λέγοντας οὕτως ‘ζῷον δίπουν ὑπόπουν’, προτάττοντας τὸ δίπουν· περιττὸν γάρ ἐστι τὸ ὑπόπουν. τοῦτο γὰρ δηλοῖ διὰ τοῦ περίεργον εἰρημένου τοῦ δίποδος. εἶτά φησιν ὅτι παρὰ τὴν τάξιν δεῖ ἀδιαφορεῖν ἐν τοῖς ὁρισμοῖς·2 πῶς γὰρ δεῖ νοῆσαι τὸ μὲν ὕστερον, τὸ δὲ πρότερον; ταὐτὸν γάρ ἐστι, κἂν πάλιν ζῷον λογικὸν θνητόν, καὶ πάλιν ζῷον θνητὸν λογικόν. ὥστε τοσαῦτα δεῖ ἡμᾶς λέγειν περὶ τῶν κατὰ τὰς διαιρέσεις ὁρισμῶν, ποῖοί τινές εἰσιν. Ἐπειδὴ οὖν ὁ σκοπὸς ἡμῖν ἐνταῦθα περὶ οὐσίας ἐστὶ διαλεχθῆναι (διὰ τοῦτο γάρ, φησί, καὶ τὸν περὶ ὁρισμῶν λόγον ἐκινήσαμεν), 〈δεῖ〉 πάλιν ἐπανελθεῖν ἐπὶ τὸ προκείμενον καὶ ζητεῖν, εἴτε ὑπάρχουσι χωρισταὶ οὐσίαι προαγωγοὶ τῶν ἐνταῦθα, ἃς καλοῦσιν ἰδέας, εἴτε οὔ. [ὥστε ὡς ἔστιν εἶδος πρὸς ὕλην οὕτως δὲ καὶ αἱ διαφοραὶ * * *] λέγεται δὲ ὥσπερ τὸ ὑποκείμενον οὐσία εἶναι καὶ τὸ τί ἦν εἶναι καὶ τὸ ἐκ τούτων, καὶ τὸ καθόλου. δύο ἀπορίας προέθετο ἐξ ἀρχῆς ἐκθέσθαι καὶ ἐπιλύσασθαι, μίαν μὲν τὴν ζητοῦσαν, πῶς διαφόρων ὄντων τῶν μερῶν τοῦ ὁρισμοῦ ἕνα λέγομεν τὸν ἐξ αὐτῶν συγκείμενον. εἶτα ἐπελύσατο τοῦτο φάσκων ὅτι τῶν παρὰ τὴν τελευταίαν διαφορὰν πάντων ὕλης ἐπεχόντων τάξιν, καὶ τῆς τελευταίας διαφορᾶς εἴδους,3 καὶ οὕτως λοιπόν, ὥσπερ ἐξ ὕλης καὶ εἴδους ἕν τι πρᾶγμα γίνεται, οὕτως καὶ ὁ ὁρισμὸς εἷς γίνεται· οὐχ ὅτι ὕλης ἐστὶ τὸ γένος, ἀλλ’ ὅτι ἀναλογεῖ ὕλῃ, ἐπειδὴ εἰδοποιεῖ αὐτὴν ἡ διαφορὰ προσερχομένη καὶ ποιεῖ δηλοῦσθαι τὸ ἄτομον εἶδος, ὥσπερ καὶ τὸ εἶδος τὸ ἀόριστον τῆς ὕλης ὁρίζει καὶ περατοῖ. δευτέρα οὖν ἀπορία ὑπῆρχε ζητοῦσα εἰ ἔστι καθόλου οὐσία αὐτὴ καθ’ αὑτὴν ὑπάρχουσα, οἷον αὐτοάνθρωπος καὶ αὐτοΐππος, ἐπειδὴ δοκεῖ τισι μάλιστα τὰ καθόλου εἶναι οὐσίαι κατὰ τρεῖς τρόπους· πρῶτον μὲν ὅτι ἀρχαὶ γίνονται ἀποδείξεων, ἐκ δὲ τῶν ἀποδείξεων γινώσκονται τὰ πράγματα (τῶν γὰρ καθόλου πραγμάτων ὑπάρχουσιν οἱ ὁρισμοί, οἱ δὲ ὁρισμοί, ὡς μεμαθήκαμεν ἐν τῇ Ἀποδεικτικῇ, ἀρχαὶ ὑπάρχουσι τῶν ἀποδείξεων)· δεύτερον ὅτι φύσει πρότερα ὑπάρχουσι τὰ καθόλου τῶν μερικῶν, εἴ γε συναναιροῦσι καὶ οὐ συναναιροῦνται (τοῦ γὰρ ἀτόμου ἀναιρεθέντος οὐκ ἀναιρεῖται τὸ καθόλου, τοῦ δὲ καθόλου ἀναιρεθέντος καὶ τὸ ἄτομον, εἴ γε, φησίν, ἐξ αὐτοῦ ἔχει τὴν ὕπαρξιν ὁμοίως), καὶ ὅτι προακτικὰ καὶ ποιητικὰ ὑπάρχουσιν ἐκεῖνα τὰ καθόλου * * * καὶ ἐπιχειρήσεις τίθησιν * * * τὰς καθόλου οὐσίας καὶ τὰ ἐννοηματικὰ καὶ ὕστερον πάλιν τὰς ἰδέας.

“而且确实还应当划分属差的属差。” 他说,在属的最初划分之后,我们应当划分属差,正如我们在理论考察中所说的那样;例如,若“有足的”是动物的属差,我们必须进而知道有足动物就其有足而言的属差,也就是说划分“有足的”本身。因此我们不应当说,在有足者中一者是有翼的,另一者是无翼的;因为这些是动物的属差,而不是有足者的属差;所以他们这样做是出于无知和无能。因此应当划分为“裂足的”和“不裂的”;因为这些是足的属差;因为裂足性乃是某种足性。他希望始终这样推进,直到达到不可再分者。因为足有多少属差,足便有多少物种;并且有足动物的数目也与属差相等。那么,如果这些情况确实如此,显然最后的属差就将是事物的实体和定义,正如我们在理论考察中所说的那样,假若确实不应当多次重复相同的话;因为正如前文所说,这样的人乃是在饶舌。因为当定义者说“有足的两足动物”时,他所说的无非是“有足的动物,有两个足的动物”;因此,若他以固有划分来划分这个属,他就会如前所说那样多次且与属差等次数地重复相同的话。但如果属差是通过属差的划分而生成的,那单一的最后的[属差]就将指示形式与实体,正如在理论考察中所说的那样。但若他进行偶然的划分,说在两足者中一者是白的,另一者是黑的,那么属差的数目就会与事物的切分一样多。因此显而易见,定义无非是由诸属差构成的说明,而且就其正确而言,尤其正是由最后的属差构成的。因此不应当变更此类定义中的次序,例如在关于人的说明中说“两足的有足动物”,把“两足的”置于前面;因为“有足的”乃是多余的。因为这正是他通过“既然已说出‘两足的’就是多余的”这〔句话〕所表明的意思。随后他说,在定义中应当不计较次序;因为怎能设想一者在后而另一者在前呢?因为即便再说“会死的理性动物”,抑或再说“理性的会死动物”,也是完全相同的。因此关于依照划分的定义是何种性质的,我们所需说的就只有这些。 由于我们在此处的目的是探讨实体(他说,正是因此我们才提出了关于定义的讨论),所以必须再次回到摆在面前的论题,探求是否存在脱离的、带来此地事物的实体(他们称之为理念),抑或不存在。……而正如基底被称作实体,本质、由这些构成的复合体以及普遍者也都被称作实体。他从一开始就打算提出并解决两个疑难:其一探讨的是,在定义的部分互不相同的情况下,我们如何称由它们构成的[定义]为一。随后他解决了这一疑难,断言除了最后的属差之外的所有部分都居于质料的地位,而最后的属差则居于形式的地位,因此正如从质料和形式中生成某种单一的事物,定义也同样合而为一;这并不是说属就是质料,而是说它类比于质料,因为后来的属差赋予它以形式并使不可分的物种得以彰显,正如形式也规定并界限了质料的不定性一样。于是存在第二个疑难,探讨是否存在自存的普遍实体,例如自身人与自身马,因为在某些人看来普遍者尤其在三种方式上是实体:第一,因为它们成为证明的本原,而事物是依据证明被认识的(因为定义是关于普遍事物的,而定义,正如我们在《示范篇》中所学到的,是证明的本原);第二,因为普遍者在本性上先于个别者,假若它们确实一并消灭〔个别者〕却不一并被消灭(因为当个别者被消灭时普遍者并不被消灭,而若普遍者被消灭则个别者也被消灭,正如他说,假若它同样由它而获得存在);并且因为那些普遍者是导引的和创制的……并且他提出了论证……普遍实体与观念性的东西,随后再次论及理念。§

语法注3 条
  1. 7.64ἐὰν δὲ τῆς διαφορᾶς διαιρέσει ἡ διαφορὰ γίνηται, μία ἡ τελευταία δηλοῦσα τὸ εἶδος καὶ τὴν οὐσίαν

    条件句的主句省略了系动词(如 ἔσται)。数词 μία 作谓语,与阴性单数分词 δηλοῦσα 一起修饰主语 ἡ τελευταία,构成“那单一的最后的[属差]就将指示形式与实体”之意。

  2. 7.64παρὰ τὴν τάξιν δεῖ ἀδιαφορεῖν ἐν τοῖς ὁρισμοῖς

    介词短语 παρὰ τὴν τάξιν(“就次序而言”/“无论次序如何”)修饰 δεῖ ἀδιαφορεῖν(“应当不在意/无差别”)。紧随其后的反问句(πῶς γὰρ δεῖ νοῆσαι...)表明,不应将定义中成分的先后线性次序视为实质性的差别。

  3. 7.64τῶν παρὰ τὴν τελευταίαν διαφορὰν πάντων ὕλης ἐπεχόντων τάξιν, καὶ τῆς τελευταίας διαφορᾶς εἴδους

    这是一个在 φάσκων ὅτι 引领的间接引语中作理由或前提的属格独立结构。后半部(τῆς τελευταίας διαφορᾶς εἴδους)承前省略了动词分词短语 ἐπεχούσης τάξιν,意为“除了最后的属差之外的所有事物都居于质料的地位,而最后的属差居于形相的地位”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:426.18-428.13