← 特拉勒斯的阿斯克勒庇乌斯

亚里士多德《形而上学》注释(卷A–Z)

§425.1-426.17

定义的单一性与最初属的规定

阿斯克勒庇俄斯阐释了亚里士多德承接《后分析篇》提出的关于定义单一性的疑难(由属与属差构成的定义为何指示单一实体),并说明定义中只应包含最初的属与最后的属差。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.62

" Νῦν δὲ λέγομεν πρῶτον ἐφ’ ὅσον ἐν τοῖς Ἀναλυτικοῖς." Ἐπειδὴ ἐν τῷ δευτέρῳ βιβλίῳ τῶν δευτέρων Ἀναλυτικῶν ἐκίνησε τὸν περὶ ὁρισμῶν λόγον, φησὶν ἐνταῦθα ὅτι εἴ τι ἡμῖν 〈ἐκεῖ〉 μὴ εἴρηται περὶ〉 τῶν ὁρισμῶν, ἐνταῦθα ἀναπληροῦμεν. ἡ γὰρ 〈ἐκεῖ〉 ἀπορία λεχθεῖσα ἀναγκαία ἐστὶν εἰς τὸν τῆς περὶ οὐσίας λόγον. ἔστι δὲ ἡ ἀπορία τοιαύτη, δι’ ἣν αἰτίαν τὸν λόγον, τουτέστι τὸν ὁρισμόν, ἕνα φαμὲν εἶναι, ὥσπερ τοῦ ἀνθρώπου τὸ ζῷον δίπουν· ἔστω γὰρ νῦν καθ’ ὑπόθεσιν καὶ οὕτως αὐτοῦ ὁ ὁρισμός. διὰ τί γὰρ τοῦτο ἓν λέγομεν καὶ μὴ πολλά, φημὶ δὴ τὸ ζῷον δίπουν; ἐπὶ μὲν γὰρ 〈τοῦ〉 ἄνθρωπος καὶ λευκὸς πολλὰ τὰ αὐτὰ ὑπάρχει, ὅταν μὴ συνυπάρχωσιν ἀλλήλοις ἀλλὰ κεχωρισμένα ὦσιν ἀπ’ ἀλλήλων· ἓν δὲ γίνεται, ὅταν ἅμα ὑπάρχωσι καὶ παθὸν τὸ ὑποκείμενον δέξηται τὸ λευκόν· ἓν δὲ κατὰ συμβεβηκὸς δῆλον ὁ λευκὸς ἄνθρωπος, ἐπειδὴ συνέβη τὸν ἄνθρωπον λευκὸν εἶναι. ἐνταῦθα μὲν ἐπὶ τοῦ ὁρισμοῦ, τουτέστι τοῦ γένους καὶ τῆς διαφορᾶς, οὐ μετέχει θατέρου θάτερον· τὸ γὰρ γένος οὐ δοκεῖ μετέχειν τῶν διαφορῶν· ἔμελλε γὰρ λέγεσθαι τῶν ἐναντίων μετέχειν·1 ἐναντίαι γὰρ αἱ διαφοραὶ αἷς διαφέρει τὸ γένος, τουτέστι τὸ λογικὸν καὶ ἄλογον. πῶς οὖν δυνατὸν τῷ ἐν τῷ ἀνθρώπῳ ζῴῳ (περὶ αὐτοῦ γὰρ ὁ λόγος ἐστίν, ἐπειδὴ καὶ περὶ ὁρισμοῦ τοῦ ἀνθρώπου διαλεγόμεθα) συνυπάρχειν ἅμα τὸ λογικὸν καὶ τὸ ἄλογον; εἰ δὲ καὶ ὑποθώμεθα μετέχειν τὸν αὐτὸν λόγον, τουτέστι πλειόνων διαφορῶν τὸ ζῷον τὸ τοῦ ἀνθρώπου, εἴπερ αἱ διαφοραὶ πλείους ὑπάρχουσιν, ὥς φησιν αὐτός, οἷον πεζόν, δίπουν, ἄπτερον (ταῦτα γὰρ πάντα διαφοραὶ ζῴου ὑπάρχουσι)· διὰ τί γὰρ ταῦτα ἓν λέγομεν εἶναι καὶ μὴ πολλά; οὐ γὰρ ἐπειδὴ συνυπάρχουσιν αὐτῷ, δεῖ λέγειν αὐτὰ ἓν * * * τῶν διαφορῶν ἓν γίνεσθαι πρᾶγμα, εἴπερ ὁ ὁρισμὸς ἑνὸς πράγματός ἐστι δηλωτικός, ταῦτα δὲ πάντα ἐμπεριέχεται ἐν τῷ ὁρισμῷ, ὅπερ ἐστὶ παρὰ τὴν ἐνάργειαν. οὕτω γὰρ εὑρεθήσεται ὁ ἄνθρωπος πλεῖστα ὅσα, καὶ πτερωτὸν καὶ ἔνυδρον καὶ ἄλλα μυρία, ἐπειδὴ τὸ ζῷον τὸ ἐν αὐτῷ μετέχει τούτων. δεῖ δὲ ἓν εἶναι πάντα τὰ ἐν τῷ ὁρισμῷ, ἐπειδὴ ὁ ὁρισμὸς μιᾶς φύσεώς ἐστι δηλωτικός· διὰ τοῦτο γὰρ καὶ ὁρισμὸς λέγεται ὡς διαιρῶν καὶ χωρίζων τὸ ὁριστὸν τῶν ἄλλων εἰδῶν. ὥστε ἑνὸς πράγματος δεῖ αὐτὸν εἶναι λόγον τὸν ὁρισμόν· καὶ γὰρ ἡ οὐσία, ἧστινός ἐστιν, ἕν τι σημαίνει καὶ τόδε, ὡς εἰρήκαμεν.

“现在我们首先就《分析篇》中所论及的范围加以论述。” 由于他在《后分析篇》第二卷中提出了关于定义的讨论,他在此处说,若我们在那里关于定义有何未尽之言,我们便在此处予以补足。因为在那里所陈述的疑难对于关于实体的讨论是必不可少的。而该疑难乃是如此这般的:出于何种原因我们称那说明,即定义,是一,正如就人而言是“两足的动物”——且让我们现在假定其定义也是如此。因为我们究竟为何称这——我是指“两足的动物” ——是一而非多?因为就“人”与“白的”而言,当它们互不共存而是彼此分离时,这相同的事物便作为多而存在;但当它们同时存在,且基底受其影响而接纳了白时,它便合而为一;然而显而易见,“白人”只是偶然地为一,因为人碰巧是白的。然而在此处,就定义、即属与属差而言,其一并不分有另一;因为属并不被认为分有诸属差;否则就不得不说它分有了对立者;因为属所赖以区分的诸属差是对立的,即理性的与非理性的。那么,理性的与非理性的如何可能同时共存于人身上的动物中(因为讨论所关涉的正是此物,既然我们正在探讨人的定义)?即便我们假定相同的说明分有,亦即人的动物分有更多的属差,如果属差确实像他本人所言是更多的,例如“陆生的”、“两足的”、“无翼的”(因为这些全都是动物的属差)——我们为何称这些是一而非多?因为绝不能由于它们共存于它之中,就称它们是一……由诸属差生成单一的事物,如果定义确实是指示单一事物的,而所有这些又都包含在定义之中,这便与明白的事实相悖了。因为照这样,人就会被发现是极多之物,既是有翼的又是水生的乃至其他无数事物,既然他身上的动物分有这些事物。然而定义中的一切必须是一,因为定义是指示单一本性的;正是因此它才被称为定义,因为它划分并将被定义者与其他物种分离开来。因此定义必须是单一事物的说明;因为其所从属的实体,正如我们所说,也意指某种单一之物以及个别的这一个。

§7.63

"Δεῖ δὲ ἐπισκοπεῖν πρῶτον περὶ τῶν κατὰ τὰς διαιρέσεις ὁρισμῶν." Ἐντεῦθεν ἐνίσταται πρὸς τοὺς Πλατωνικοὺς ἐγκαλῶν αὐτοῖς ὡς ὅτι ἀμεθόδως τῇ διαιρετικῇ κέχρηνται· καί φησιν ὅτι δεῖ ἡμᾶς ἐπισκοπεῖν περὶ τῶν κατὰ τὰς διαιρέσεις ὁρισμῶν. οὐδὲν γὰρ δεῖ παραλαμβάνεσθαι ἐν τῷ ὁρισμῷ πλὴν τὸ πρῶτον γένος καὶ τὴν τελευταίαν διαφοράν·2 τὰ δὲ ἄλλα πάντα γένη ὑπάρχουσιν, ὡς ἔδειξεν ἡ θεωρία, [τουτέστι] τὸ πρῶτον καὶ αἱ σὺν αὐτῷ λαμβανόμεναι διαφοραί· οἷόν φησιν αὐτὸς τὸ πρῶτον ζῷον † δῆλον ἔγομεν ζῷον δίπουν, καὶ πάλιν ζῷον δίπουν ἄπτερον· ὁμοίως δὲ καὶ 〈εἰ〉 πλείονα λέγονται. ὅλως δὲ οὐδὲν διαφέρει, κἂν ἐλάττω λέγηται, πλὴν τῶν δύο. τοῖς δύο οὖν δεῖ χρῆσθαι, τῷ μὲν ἑνὶ γένει, τῷ δὲ διαφορᾷ, οἷον τοῦ ζῷον δίπουν τῷ μὲν ζῷον γένει τῷ δὲ δίπουν διαφορᾷ. εἰ *** παρὰ τὰ ὡς γένους εἴδη, τουτέστιν εἰ μὴ κεχώρισται τῶν εἰδῶν, ἢ εἰ ἔστι μέν, ὡς ὕλη δέ ἐστιν, ὥσπερ καὶ ἡ φωνὴ γένος ἐστὶ καὶ [ἡ] ὕλη, διαφοραὶ δὲ αὐτῆς τὰ στοιχεῖα, καὶ γίνεται ἕν τι ἐξ ἀμφοτέρων, φωνῆς φημι καὶ στοιχείων, λόγος σημαντικός, ὥστε καὶ ὁ ὁρισμός ἐστιν ὁ ἐκ τῶν διαφορῶν λόγος, καθάπερ εἰρήκαμεν ἐν τῇ θεωρίᾳ.

“首先应当考察依照划分的定义。” 从这里起他针对柏拉图学派提出异议,责难他们缺乏方法地使用了划分法;并且他说我们应当考察依照划分的定义。因为在定义中除了最初的属和最后的属差之外,不应纳入任何东西;而所有其他东西都是属,正如理论考察所表明的,即最初的[属]以及与它一同被选取的属差;正如他本人所言,最初的[属是]动物,……我们说“两足的动物”,又说“无翼的两足动物”;若说得更多亦是如此。总而言之,即便说得更少也毫无差别,除了那两者。因此应当使用这两者,其一作为属,另一作为属差,例如就“两足的动物”而言,以“动物”为属,以“两足的”为属差。如果……脱离了属的诸物种,也就是说它若不与诸物种相分离,或者即便存在,也是作为质料而存在,正如声音既是属又是质料,而它的属差是字母,并且由两者、我是指声音与字母生成某种单一之物,即有意义的言语,因此定义也是由诸属差构成的说明,正如我们在理论考察中所说的那样。

语法注2 条
  1. 7.62ἔμελλε γὰρ λέγεσθαι τῶν ἐναντίων μετέχειν

    未完成过去时直陈式 ἔμελλε 支配被动不定式 λέγεσθαι,后者又接带有属格补足语的不定式 μετέχειν,用以表达由反事实假设(若属分有属差)所必然导出的荒谬推论。其主语是前文的“属”(τὸ γένος)。

  2. 7.63πλὴν τὸ πρῶτον γένος καὶ τὴν τελευταίαν διαφοράν

    在充当除外副词的 πλὴν 之后,名词短语保持与 δεῖ 所支配的不定式 παραλαμβάνεσθαι 的主语对格相同的格位(对格)。它与前面的 οὐδὲν 相应,构成“除……之外没有任何东西[应被纳入]”的限定结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:425.1-426.17