← 特拉勒斯的阿斯克勒庇乌斯

亚里士多德《形而上学》注释(卷A–Z)

§424.3-424.37

依最终属差达成的定义统一与划分法批判

阿斯克勒庇俄斯批判了柏拉图学派缺乏方法的划分所导致的重言冗余,并通过将属与在先的诸属差视作“质料”、将最后的属差视作“形式”,解决了定义何以指示单一事物的统一性疑难。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.61#2

οὐκ ἄρα δεόντως ποιοῦσι τὴν διαίρεσιν. δεῖ γὰρ μετὰ τὴν τοῦ γένους διαίρεσιν εὐθέως τὴν διαφορὰν διαιρεῖν. ἔδει οὖν αὐτοὺς οὕτως ποιεῖν ὅτι τοῦ ζῴου τὸ μέν ἐστι λογικὸν τὸ δὲ ἄλογον, καὶ τοῦ λογικοῦ τὸ μὲν αἰώνιον ἔχει τὴν νόησιν, τὸ δὲ ἔγχρονον· καὶ τῷ ὄντι τῆς διαφορᾶς ἐποιεῖτο ἡ διαίρεσις καὶ ὀρθῶς οἱ ὁρισμοὶ προήρχοντο.1 ὥσπερ γὰρ ὁ διαιρῶν τὸ ποσὸν μέγεθος εἰς γραμμὴν καὶ ἐπιφάνειαν καὶ σῶμα οὐκ ὀφείλει διαίρεσιν ἑτέραν τοῦ γένους ποιῆσαι καὶ λέγειν ὅτι τῆς γραμμῆς ἡ μέν ἐστι συνεχής, ἡ δὲ διωρισμένη (πάλιν γὰρ τοῦ γένους ἐποιεῖτο τὴν διαίρεσιν) οὕτως, φημί, καὶ ἐπὶ τοῦ ζῴου λογικοῦ. ἔδει γὰρ αὐτὸν διαίρεσιν τῆς γραμμῆς ποιήσασθαι. τοὺς γὰρ τοιούτους, φησί, συμβαίνει ἀδολεσχεῖν.2 ὁ γὰρ λέγων τὸν ἄνθρωπον ζῷον λογικὸν θνητὸν οὐδὲν ἄλλο λέγει ἢ ὅτι ζῷον λογικὸν λογικόν· τὸ γὰρ θνητὸν ἐπὶ τοῦ ἀνθρώπου πάντως εἰσάγει τὸ λογικόν. καὶ ὥς φησιν αὐτός, οὐ δεῖ λέγειν ζῷον δίπουν ὑπόπουν. τὰ αὐτὰ γὰρ λέγει καὶ οὐδὲν ἕτερον λέγει 〈ἢ〉 ὅτι δίπουν δίπουν, εἴ γε τὸ ὑπόπουν εἰσάγει τὸ δίπουν. οὕτως ἐγκαλέσας τοῖς Πλατωνικοῖς ἀμεθόδως διαιροῦσιν ἐντεῦθεν ἐπιλύεται τὴν περὶ τῶν ὁρισμῶν ἀπορίαν, καί φησιν ὅτι ὥσπερ ἡ φωνὴ ὕλη ἐστὶ τῶν στοιχείων καὶ τοῦ βαρέος φθόγγου καὶ τοῦ ὀξέος καὶ τῆς σημαντικῆς καὶ τῆς ἀσήμου, καὶ ἕν τι ἀποτελεῖ * * * εἴδους (οὔτε γὰρ δυνατὸν λέγειν τὴν ἄνθρωπος φωνὴν δύο εἶναι· ἓν γάρ τί ἐστι τὸ ὅλον τοῦτο φωνὴ σημαντική), οὕτως δέ φημι καὶ ἐπὶ τῶν ὁρισμῶν, ὅτι τὰ γένη τὰ παραλαμβανόμενα ἀεὶ εἰς τὸν ὁρισμὸν ὕλῃ ἀναλογοῦσιν, ἡ δὲ τελευταία διαφορὰ εἴδει. ὥσπερ οὖν τὸ εἶδος προσελθὸν τῇ ὕλῃ ἕν τι ποιεῖ πρᾶγμα καὶ οὐ δυνατόν ἐστι διαμερίζειν τὸ εἶδος τοῦ Σωκράτους τῆς ὕλης αὐτοῦ, ἀλλὰ τὸ συναμφότερον ἕν τι ὑπάρχει, οὕτως φημὶ καὶ ἐπὶ τῶν ὁρισμῶν, ὅτι πᾶσαι αἱ διαφοραὶ πρὸ τῆς τελευταίας διαφορᾶς ὕλῃ ἀναλογοῦσιν, οἷον τὸ ζῷον, τὸ λογικόν, τὸ θνητόν, ἡ δὲ τελευταία ἡ λέγουσα νοῦ καὶ ἐπιστήμης δεκτικὸν εἴδει. διὸ μιμεῖται τὸ εἶδος· προσερχόμενον γὰρ τῇ ὕλῃ ἑνοῖ αὐτὴν καὶ ἕν τι ποιεῖ τὸν ὁρισμόν, καὶ οὐκέτι λοιπὸν δυνατὸν δηλοῦν ἕτερόν τι παρὰ τὸ ἓν ὑποκείμενον· καὶ τότε εὐλόγως εἷς λέγεται εἶναι ὁ ὁρισμός. ὁμοίως δὲ οὗτος ὁ λόγος ἁρμόσει καὶ ἐπὶ πάντων τῶν ὁρισμῶν, λεγόντων3 ὅτι ἡ τελευταία διαφορὰ εἴδει ἁρμόττει, τὸ δὲ γένος καὶ αἱ ἄλλαι διαφοραὶ ὕλη, καὶ προσερχομένη αὐτὴ καὶ εἶδος ποιοῦσα ἕν τι ποιεῖ τὸν ὁρισμόν, ὥσπερ τὸ εἶδος καταλάμψαν τὴν ὕλην ἕν τι πρᾶγμα αὐτὴν ἐποίησε, φημὶ τὸν Σωκράτη· ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων.

因此,他们的划分并不恰当。因为在划分属之后,应当随即划分属差。因此他们本应当如此进行:动物中一部分是理性的,另一部分是非理性的,而理性者中一部分具有永恒的思维,另一部分具有时间的思维;如此一来,对属差的划分才是真正做出的,且定义也能正确地推进。因为正如将作为广延量的量划分为线、面、体的人,不应再去对属作另一次划分并说线中一种是连续的,另一种是离散的(因为他又在对属进行划分了),我说,在理性动物的情形中亦是如此。因为他本应当做出对线的划分。他说,因为这样的人会陷入空洞的重言。确实,称人是“理性的有死的动物”的人,所说的无非是“理性的理性的动物”;因为在人身上,有死必然引入理性。又正如他本人所言,不应当说“两足的有足动物”。因为他说了同样的话,且所说的无非是“两足的两足”,如果“有足”确实引入了“两足”的话。 在如此指责了缺乏方法地进行划分的柏拉图学派之后,他由此化解了关于定义的疑难,并说:正如声音是诸字母元素、低音与高音、有意义与无意义声音的质料,并生成某种单一之物……形式的(因为不能说“人”这声声音是两个;因为这整个有意义的声音是某种单一之物),我说,在定义的情形中也是如此:在定义中始终被采用的诸属对应于质料,而最后的属差对应于形式。因此,正如形式来到质料之上构成单一的事物,且不可能将苏格拉底的形式与其质料分割开来,相反两者的复合体乃是单一之物,我说,在定义的情形中亦是如此:在最后的属差之前的所有属差,例如“动物”、“理性的”、“有死的”,都对应于质料,而那表述为“能接纳理智与科学知识的”最后的属差则对应于形式。因此它摹仿形式;因为它来到质料之上,便将质料合而为一并使定义成为一个整体,此后便不能再指示除单一基底之外的别物;那时这一定义便理所当然被称为是一。同样,这一说法也将适用于一切定义,只要我们认为最后的属差契合于形式,而属与其他属差则是质料,且此属差自身来到它们之上并构成形式,从而使定义成为单一之物,正如形式照耀质料而使其成为单一事物(我说的是苏格拉底)一样;在其他事物上也是如此。

语法注3 条
  1. 7.61ἔδει οὖν αὐτοὺς οὕτως ποιεῖν ... καὶ τῷ ὄντι τῆς διαφορᾶς ἐποιεῖτο ἡ διαίρεσις καὶ ὀρθῶς οἱ ὁρισμοὶ προήρχοντο

    无人称动词过去时 ἔδει 接不定词 ποιεῖν,表示过去应当履行而未履行的义务(“他们本应当如此进行”)。随后的未完成过去时 ἐποιεῖτο 与 προήρχοντο 虽未带有虚词 ἄν,但在语意上表达过去的反事实推论(“如此一来属差的划分便真会做出,定义亦会正确推进”)。

  2. 7.61τοὺς γὰρ τοιούτους, φησί, συμβαίνει ἀδολεσχεῖν

    无人称句式 συμβαίνει(“发生……的事态”)支配不定词 ἀδολεσχεῖν(“多嘴”、“作空洞的重言”),τοὺς τοιούτους 为该不定词的宾格主语。句中无主语的 φησί 指亚里士多德。

  3. 7.61λεγόντων

    属格复数现在分词 λεγόντων 在此作为缺少明确名词主语的属格绝对结构(genitive absolute)使用,语境中补充相当于“当我们说……”或“当人们说……”的隐含的意义主语(ἡμῶν 或一般人的属格)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:424.3-424.37