← 特拉勒斯的阿斯克勒庇乌斯

亚里士多德《形而上学》注释(卷A–Z)

§423.1-424.3

定义统一性的疑难与柏拉图学派划分法批判

阐明亚里士多德关于定义统一性(包含多个组成部分的定义为何是单一理则)的疑难,并探讨对柏拉图学派将属差如属一般无序划分的划分法之批判。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.61#1

" Νῦν δὲ λέγομεν πρῶτον ἐφ’ ὅσον ἐν τοῖς Ἀναλυτικοῖς περὶ ὁρισμοῦ μὴ εἴρηται." Εἰρήκαμεν καὶ τῇ προτεραίᾳ 〈ὅτι〉 δύο ἀπορίας ἐκτίθεται ὁ Ἀριστοτέλης, μίαν μὲν τὴν λέγουσαν, ἆρα τῷ ὄντι ὑπάρχουσιν οὐσίαι χωρισταί, οἷον αὐτοάνθρωπος καὶ αὐτοΐππος, πρὸ τῶν συνθέτων οὐσιῶν τούτων, καὶ ἐπὶ τῶν ἄλλων πάντων τῶν φυσικῶν, ἢ οὔ· δευτέραν δὲ τὴν περὶ τῶν ὁρισμῶν ὅτι πῶς φαμεν ἕνα εἶναι τὸν ὁρισμὸν τοῦ ἀνθρώπου, εἰ τύχοι, τὸν λέγοντα ὅτι ζῷον λογικὸν θνητόν, εἴ γε πολλά ἐστιν αὐτοῦ μόρια, πῶς οὖν ἐστιν εἷς ὁ ὁρισμός; τῷ γὰρ γένει ἢ σύνεισιν αἱ διαφοραὶ ἢ οὐ σύνεισιν. εἰ μὲν οὖν μὴ σύνεισιν, ἀλλὰ διακέκρινται ἀπ’ ἀλλήλων, ὁμολογοῦμεν ὡς πολλὰ ὑπάρχουσι καὶ οὐχ ἕν· πῶς γὰρ δυνατόν ἐστι λέγειν τὰ διακεκριμένα ἓν εἶναι; εἰ δὲ μὴ διακέκρινται ἀλλὰ ἅμα ὑπάρχουσι, συμβήσεται τὰ ἐναντία ἅμα ἐν τῷ αὐτῷ εἶναι, ὅπερ ἐστὶν ἀδύνατον. ἄλλως τε δὴ πῶς δυνατόν ἐστιν ἐκ τοῦ γένους καὶ τῶν ἐναντίων συνίστασθαι πρᾶγμά τι; παρὰ γὰρ τὴν ἐνάργειαν τοῦτο ὑπάρχει. πῶς δὲ τὸ ζῷον τὸ τοῦ ἀνθρώπου † δέξαι * * * πάλιν ὑποθώμεθα αὐτὸ μίαν ἔχειν διαφοράν, πρῶτον μὲν ἀποκληρωτικὸς ὁ λόγος. διὰ τί γὰρ τήνδε ἔχει καὶ μὴ τήνδε; καὶ διὰ τί μία καὶ μὴ πλείους; ἔπειτα συμβήσεται πάντα τὰ ζῷα λογικὰ εἶναι, ὅπερ πάλιν καὶ αὐτό ἐστι παρὰ τὴν ἐνάργειαν. εἰ δέ τις εἴποι, καθάπερ εἴρηται, ὅτι πάσας ἔχει ἐν ἑαυτῷ τὰς διαφορὰς τὸ ζῷον, συμβήσεται ἐξ ἁπασῶν τῶν διαφορῶν ἕν τι εἶναι, εἴ γε τὸ γένος μετὰ τῶν διαφορῶν ἑνὸς πράγματός ἐστι δηλωτικόν· ὅπερ ἐστὶ καταγέλαστον. οὕτως ἀπορήσας ἐντρέχων πρὸς τοὺς ὁρισμούς (ἀντιλέγει γὰρ Πλατωνικοῖς), ἐπειδὴ [δὲ] ἐκ τῆς διαιρετικῆς μεθόδου λαμβάνων ὁ ὁριστικὸς οὕτως ὁρίζεται, φησὶν οὖν ὅτι οὐ καλῶς ἐποιοῦντο1 ἐκεῖνοι τὰς διαιρέσεις τῶν γενῶν εἰς τὰς διαφοράς. καὶ ἐντεῦθεν οὖν συνέβαινέ τι ἄτοπον περὶ τοὺς ὁρισμούς. διῄρουν γὰρ οὕτως ὅτι τοῦ ζῴου τὸ μέν ἐστι λογικόν, τὸ δὲ ἄλογον· καὶ πάλιν διῄρουν τὸ λογικὸν εἰς τὸ θνητὸν καὶ ἀθάνατον ἀμεθόδως πάνυ· καὶ αὕτη γὰρ ἡ διαίρεσις τοῦ γένους ἐστίν, οὐ τῶν διαφορῶν. κἂν γὰρ μὴ ἐδύνατο διαιρεθῆναι τὸ λογικὸν εἰς τὸ θνητὸν καὶ ἀθάνατον, οὐδὲν ἧττον τὸ ζῷον ὡς γένος ὑπάρχον διῃρεῖτο εἰς τὰς οἰκείας αὐτοῦ διαφοράς· ὥστε κατὰ συμβεβηκὸς διαιρεῖται τὸ λογικὸν εἰς τὸ θνητὸν καὶ ἀθάνατον. ὅτι γὰρ οὔκ εἰσι διαφοραὶ αὐτοῦ, δῆλον ἐντεῦθεν· ὥσπερ ἐπειδὴ τὸ λογικὸν διαφορά ἐστιν τοῦ ζῴου, πάντως εἰσάγει αὐτό, καὶ ὅπου λογικόν,2 πάντως ἐκεῖσε καὶ ζῷον, καὶ πάλιν ὅπου θνητὸν ἢ ἀθάνατον, ἐκεῖ πάντως καὶ ζῷον ὑπάρχει, ἔδει καὶ ὅπου θνητόν, ἐκεῖ πάντως εἶναι τὸ λογικόν, ὅπερ ἐστὶ παρὰ 〈τὴν ἐνάργειαν〉· ἵππος 〈γὰρ〉 θνητὸς μέν ἐστι, λογικὸς δὲ οὐκ ἔστιν· ὥστε οὐχ ὑπάρχουσι διαφοραὶ τοῦ λογικοῦ τὸ θνητὸν καὶ ἀθάνατον.

“然而现在,我们首先讨论在《分析篇》中关于定义尚未谈及的内容。” 我们在前一天也曾说过,亚里士多德提出了两个疑难:其一为,在这些复合实质之前,是否真切地存在着分离的实质,例如人自身与马自身,以及在所有其他自然事物上也是如此,抑或并非如此;其二关于定义,即如果人的定义(假定说“理性的有死的动物”)其各组成部分确实是多数,我们如何称这一定义是一,那么这一定义何以是一?因为诸属差要么与属共存,要么不共存。若不共存,而是彼此相区分,我们就承认它们是多数而非一;因为怎能说彼此区分的事物是一呢?但若它们不区分而是同时共存,则将导致相反的事物同时存在于同一事物之中,这乃是不可能的。此外,由属与相反之物构成某种事物又怎是可能的呢?因为这有违显明的事实。至于人的动物如何……即使我们再次假定它具有单一的属差,首先,这一说法是武断的;因为为何它具有这一个而不具有那一个?又为何是一个而非多个?其次,将导致一切动物都是理性的,这本身又同样违背显明的事实。然而,正如之前所言,若有人说动物在其自身中具有一切属差,则将导致由所有属差构成一个单一之物(如果属与属差一同指示单一事物的话);而这乃是可笑的。他在如此提出疑难后,将论述引向定义(因为他是针对柏拉图学派进行反驳),既然下定义者从划分法中获取材料并依此下定义,因此他说,那些人并未恰当地进行将属划分为属差的工作。由此,在定义上也产生出了某种荒谬。因为他们这般划分:动物中一部分是理性的,另一部分是非理性的;接着他们又极其缺乏方法地将理性划分为有死的与不死的;因为这一划分同样是对属的划分,而非对属差的划分。即使理性不能被划分为有死的与不死的,动物作为属亦丝毫不减地会被划分为其自身的属差;因此,将理性划分为有死的与不死的纯属偶性。它们并非理性的属差,这一点由此显明:正如既然理性是动物的属差,它必然引入动物,凡有理性之处必有动物,并且凡有有死或不死之处必有动物存在,同样,凡有有死之处亦本当必有理性,但这有违显明的事实;因为马是有死的,却不是理性的;因此有死与不死并非作为理性的属差而存在。

语法注2 条
  1. 7.61οὕτως ἀπορήσας ἐντρέχων πρὸς τοὺς ὁρισμούς (ἀντιλέγει γὰρ Πλατωνικοῖς), ἐπειδὴ [δὲ] ἐκ τῆς διαιρετικῆς μεθόδου λαμβάνων ὁ ὁριστικὸς οὕτως ὁρίζεται, φησὶν οὖν ὅτι οὐ καλῶς ἐποιοῦντο

    分词 ἀπορήσας 与 ἐντρέχων 修饰主语(亚里士多德)。在插入了括号中的理由分句(ἀντιλέγει...)以及由 ἐπειδή 引导的从属从句之后,主句通过 φησὶν οὖν 得以重新恢复。校勘中加方括号的 [δὲ] 被删除,以理顺从属句的连接结构。

  2. 7.61ὥσπερ ἐπειδὴ τὸ λογικὸν διαφορά ἐστιν τοῦ ζῴου, πάντως εἰσάγει αὐτό... ἔδει καὶ ὅπου θνητόν, ἐκεῖ πάντως εἶναι τὸ λογικόν

    ὥσπερ 分句作为比较的前提,提出了“属差必然引入其属”这一确立的事实,而后项则通过未完成过去时非人称动词 ἔδει 构成反事实虚拟:“[若有死性是理性的属差,]凡有有死者之处本应必然有理性[但事实并非如此,如马即是有死而非理性的]”,由此构成归谬论证。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:423.1-424.3