- 底本
- Asclepius, In Aristotelis Metaphysicorum Libros A-Z Commentaria. Commentaria in Aristotelem Graeca VI.2, ed. M. Hayduck, Berlin: Reimer 1888, pp. 1-452. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:421.20-422.32
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿斯克勒庇俄斯注解了亚里士多德提出是否在质料之外探求分离实质以及预告定义各部分之统一次序的段落(1037a10)。随后,他阐释了对《卷七》前半部分关于怎是、形式与复合实质的可定义性以及在非质料实质中事物与怎是同一性的总结(1037a21)。
" Πότερον δὲ ἔστι τι παρὰ τὴν ὕλην τῶν τοιούτων τις οὐσιῶν." Ἐντεῦθεν τὰς ἀπορίας κινεῖ, καί φησιν ὅτι ἆρα ἔστι τις ἑτέρα οὐσία παρὰ τὴν ὕλην τῶν τοιούτων οὐσιῶν τῶν συνθέτων, καὶ δεῖ ζητεῖν οὐσίαν αὐτῶν ἑτέραν τινά, οἷον ἀριθμοῦ, ἢ ἰδέας, δεῖ ἡμᾶς ὕστερον τοῦτο ἐπισκέψασθαι.1 διὰ τοῦτο γὰρ καὶ θεολογοῦντες περὶ τῶν αἰσθητῶν διαλεγόμεθα (ἐπειδὴ φιλοσοφίας ἐστὶ τῆς δευτέρας, φημὶ δὴ τῆς φυσικῆς, περὶ τῶν αἰσθητῶν οὐσιῶν διαλέγεσθαι), ἐπειδὴ τὰς ἰδέας τούτων τῶν αἰσθητῶν λέγουσιν εἶναι. ἰστέον οὖν ὅτι οὐ μόνον περὶ τῆς ὕλης διαλέγεται ὁ φυσικός, ἀλλὰ καὶ περὶ τοῦ εἴδους, καὶ μᾶλλον περὶ τοῦ εἴδους. πανάπορος〈δ’〉 ἐστὶν ὁ λόγος πῶς μέρη ὑπάρχουσιν ἐπὶ τῶν ὁρισμῶν τὰ ἐν τῷ λόγῳ, καὶ διότι εἷς λόγος γίνεται 〈ὁ〉 ὁρισμός. δῆλον, ὅτι τὸ πρᾶγμα ἕν, ἔστιν εἷς ὁρισμός, ἐπεὶ οὐκ ἔμελλεν εἶναι εἷς· πῶς δὲ ἓν γίνεται τὸ πρᾶγμα μέρη ἔχον, ὕστερον ἐροῦμεν. καὶ μετ’ ὀλίγον περὶ τῶν δύο ἀπορίων ἐρεῖ.
“在此类实质的质料之外是否还存在某种东西[,是否应当探求它们的某种其他实质,例如数或此类事物,必须在后文加以考察]。” 由此他引出诸疑难,并说,在此类复合实质的质料之外是否还存在某种其他的实质,以及是否应当探求它们的某种其他实质,例如数的或理念的实质,我们必须在后文对此加以考察。因为正是为此,我们即便是从事神学讨论,亦在谈论感觉对象(尽管讨论感觉实质乃属于第二哲学,即自然哲学),因为他们声称存在着这些感觉对象的理念。因此应当知晓,自然哲学家不仅探讨质料,亦探讨形式,且更多地探讨形式。而关于在理则之中的各部分如何作为部分存在于定义之中,以及定义为何成为单一的理则,这一问题是极为疑难的。显然,若事物是一,定义便是一,否则它本不会是一;然而拥有部分的事物如何成为一,我们将在后文说明。稍后,他亦将论及这两个疑难。
"Τί μὲν οὖν ἐστι τὸ τί ἦν εἶναι." Συμπεραίνεται τὰ εἰρημένα καί φησιν ὅτι εἰρήκαμεν τί ἐστι 〈τὸ τί ἦν εἶναι ἑκάστῳ〉 καὶ τὸ δυνάμενον χωρίζεσθαι τῆς ὕλης, ἀλλ’ οὐ τῶν * * * καὶ πῶς αὐτὸ καθ’ αὑτό ἐστι καθόλου ἢ νοητὸν ἐν τῇ νοήσει τῇ ἡμετέρᾳ ὑπάρχον· καὶ διὰ τί ἐφ’ ὧν μὲν ὁ ὁρισμὸς συμπεριλαμβάνει καὶ τὰ μόρια τοῦ ὁριστοῦ, ἐπειδὴ οὐ δυνατόν ἐστιν εἶναι τὸ εἶδος ἄνευ τῆς ὕλης, ὥσπερ ἐπὶ τῆς σιμότητος, ἔστι δὲ ὅτε ἄνευ τῶν μορίων, ὡς ἐπὶ τῆς κοιλότητος καὶ τοῦ κύκλου καὶ τῆς ψυχῆς· ταῦτα γὰρ οὐχ ὑπάρχουσιν ἐν ἀφωρισμένῳ τινὶ ὑποκειμένῳ· καὶ ὅτι ἐν μὲν τῷ τοῦ εἴδους ὁρισμῷ τὰ οὕτω μόρια οὐκ ἔστιν ὡς ὕλη· οὐδὲ γάρ ἐστι ἐκείνης τῆς οὐσίας, ἀλλὰ τῆς συνθέτου, ὥσπερ ἐπὶ τοῦ χαλκοῦ κύκλου. ἡ γὰρ ὕλη χαλκῆ μόριον γίνεται καὶ ὕλη τοῦ χαλκοῦ κύκλου, τὸ ὅλον τοῦτο· οὐ γὰρ τοῦ κύκλου τοῦ λεγομένου ὑπὸ μιᾶς γραμμῆς περιέχεσθαι. ταύτης οὖν τῆς συνθέτου οὐσίας καὶ ἔστιν ὁρισμὸς καὶ οὐκ ἔστιν·2 ἡνίκα γὰρ μετὰ τῆς ὕλης ὁριζόμεθα, οὐκ ἔστιν, ἐπειδὴ ἀόριστον πρᾶγμά ἐστιν ἡ ὕλη καὶ ῥευστόν, ὥστε οὐκ ἐᾷ τὸν ὁρισμὸν ἔχειν τὸ ἀμετάθετον διὰ τὴν οἰκείαν τροπήν. κατὰ δὲ τὸ εἶδος ἔστιν, οἷον ἀνθρώπου ὁ τῆς ψυχῆς ὁρισμὸς κυρίως ἐστίν· ἡ γὰρ κυρίως οὐσία τὸ εἶδός ἐστι τὸ ἐνὸν ἐν τῷ σώματι, ἐξ οὗ εἴδους καὶ τῆς ὕλης τὸ σύνολον γίνεται τῇ οὐσίᾳ, οἷον, ὥς φησιν αὐτός, ἡ κοιλότης· ἐκ ταύτης γὰρ καὶ τῆς ῥινὸς σιμὴ ῥὶς γίνεται σύνθετον καὶ ἔνυλον πρᾶγμα. καὶ δὶς ὑπάρχει ἐν τούτοις ἡ ῥίς· ὁ γὰρ λέγων σιμὴν ῥῖνα δὶς λέγει τὴν ῥῖνα· καὶ τὸ σιμὸν γὰρ εἰσάγει τὴν ῥῖνα, ἐπειδὴ οὐ δυνατὸν ἐν ἄλλῳ μέρει θεωρηθῆναι * * * Καλλίᾳ ἔνεστι καὶ ὕλη * * * καὶ ὅτι τὸ εἶδος καὶ τὸ πρᾶγμα ἐπὶ τῶν ἁπλῶν τὸ αὐτό ἐστι· διό φησιν ὥσπερ ἐπὶ τῶν πρώτων οὐσιῶν καὶ ἀύλων· ταὐτὸν γάρ ἐστι ψυχὴ καὶ ψυχῇ εἶναι. λέγει δὴ πρώτην οὐσίαν καὶ ἄυλον τὴν μὴ δεομένην ὑποκειμένου πρὸς τὸ εἶναι. ὅσα δὲ ὡς ἐν ὕλῃ θεωροῦνται, ταῦτα ἕν τι ὑπάρχουσιν ἀμφότερα τὸ εἶδος καὶ ἡ ὕλη· τὸ δὲ ἓν τοῦτο οὐσιῶδές ἐστι καὶ οὐ κατὰ συμβεβηκός, ὥσπερ ὁ Σωκράτης καὶ ὁ μουσικὸς Σωκράτης κατὰ συμβεβηκός ἐστιν ἕν, ἐπειδὴ συνέβη τὸν Σωκράτη μουσικὸν εἶναι.
“那么,怎是究竟是什么[,以及它如何就其自身而言存在]。” 他总结了此前所言,并说,我们已经说明了每一事物的怎是究竟是什么,以及能够脱离质料而被分离的是什么,但并非……的[部分],以及它如何就其自身而言是普遍的,或是在我们的思惟中存在的理智对象;以及为何在某些事物上,定义也一并包含了被定义者的各组成部分,因为形式不可能脱离质料而存在,正如在塌鼻性中那样,而有时定义却不包含各组成部分,正如在凹性、圆以及灵魂中那样;因为这些并不存在于某种特定的受词之中;并且在形式的定义中,这般的组成部分并非作为质料而存在;因为它们并不属于那一[形式的]实质,而是属于复合的实质,正如在青铜圆的情形中一样。因为青铜质料成了青铜圆、即这一整体的组成部分和质料;因为这并不是被称为由一条线所包围的那个圆的[部分和质料]。因此,对于这复合的实质而言,既存在定义,又不存在定义;因为当我们结合质料来定义时,便不存在,因为质料是不定的且流动的物,以至于因其自身的变易而不允许定义具有不可变性。但依形式而言则存在,例如对于人而言,严格而言存在的是灵魂的定义;因为严格意义上的实质乃是存在于身体之中的形式,由该形式与质料而在实质上生成整体,正如他自己所言,例如凹性;因为由凹性与鼻子生成了塌鼻,一个复合的且具质料的事物。而在这些之中,鼻子存在了两次;因为说“塌鼻子”的人是将鼻子说了两次;因为“塌”亦引入了鼻子,因为不可能在其他部分中被观察到……在卡利亚斯之中亦存在质料……并且在单纯事物上形式与事物是同一的;因此他说,正如在第一的且非质料的实质上那样;因为灵魂与“作为灵魂而存在”是同一的。他所谓第一且非质料的实质,是指为了存在而不需要受词之物。而凡是作为在质料之中被观察的事物,形式与质料两者皆作为一个整体而存在;而这一“一”是本质上的,并非偶性的,并不像苏格拉底与“通晓音律的苏格拉底”是偶性的一(因为苏格拉底碰巧通晓音律)。
- 7.59ἆρα ἔστι τις ἑτέρα οὐσία παρὰ τὴν ὕλην τῶν τοιούτων οὐσιῶν τῶν συνθέτων, καὶ δεῖ ζητεῖν οὐσίαν αὐτῶν ἑτέραν τινά, οἷον ἀριθμοῦ, ἢ ἰδέας, δεῖ ἡμᾶς ὕστερον τοῦτο ἐπισκέψασθαι
由 ἆρα ... καὶ δεῖ ... 引导的间接疑问句倒置在句首,经过长距离的间隔,作为后文主句 δεῖ ἡμᾶς ὕστερον τοῦτο ἐπισκέψασθαι 中指示代词 τοῦτο 的具体内容。句首的 ὅτι 则是引入全部转述内容的连词。
- 7.60ταύτης οὖν τῆς συνθέτου οὐσίας καὶ ἔστιν ὁρισμὸς καὶ οὐκ ἔστιν
属格短语 ταύτης ... τῆς συνθέτου οὐσίας 位于句首,用作关涉属格(“关于这一复合实质”)或作为受 ὁρισμός 支配的宾格性属格,修饰随后的谓语部分 καὶ ἔστιν ... καὶ οὐκ ἔστιν。
