← 特拉勒斯的阿斯克勒庇乌斯

亚里士多德《形而上学》注释(卷A–Z)

§420.12-421.19

驳小苏格拉底之说与理智质料

阿斯克勒庇俄斯批驳了小苏格拉底将含质料的自然实体等同于数学对象而设定无部分之人的主张,并通过指明数学对象亦具有理智质料,阐明了半圆与圆的定义之间的关系。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.57

" Ὅτι μὲν οὖν ἔχει ἀπορίαν τινὰ τὰ περὶ τοὺς ὁρισμούς." Φησὶν ὅτι ἄπορος ὁ περὶ ὁρισμῶν λόγος, εἴ γε τῶν εἰδῶν ὑπάρχουσιν οἱ ὁρισμοί, αὐτὰ δὲ καθ’ αὑτὰ τὰ εἴδη οὐ ῥᾴδιόν ἐστιν ἑλεῖν, ἐπειδὴ μηδὲ ἴσμεν ποῖα μέρη ὑπάρχουσι τῶν εἰδῶν καὶ ποῖα τῶν συνθέτων. καὶ πάλιν τὸ ποιεῖν πάντων ἰδέας καὶ πάντα χωρίζειν τὰ εἴδη οὐκ ἀληθές· πῶς γὰρ δυνατόν ἐστι χωρίσαι τὴν σιμότητα, ἥτις οὐ δύναται ὑποστῆναι ἄνευ ῥινός; τοῦτο γὰρ ἐδήλωσεν εἰπὼν τόδε ἐν τῷδε ἐστὶν ἢ ὡδὶ ταδὶ ἔχοντα, ὥσπερ ἐπὶ τοῦ ἀνθρώπου καὶ τῶν σαρκῶν. εἶτα λοιπὸν μέμφεται τῷ Σωκράτει τῷ νεωτέρῳ, οὗ μέμνηται Πλάτων ἐν τῷ Πολιτικῷ· σύγχρονος δὲ οὗτος γεγονὼς Θεαιτήτου. ἔξω γάρ, φησί, τῆς ἀληθείας ὁ παρ’ αὐτοῦ λόγος ἀπάγει ἡμᾶς· φησὶ γὰρ ὅτι δυνατὸν εἶναι τὸν ἄνθρωπον ἄνευ τῶν μερῶν, ὥσπερ τὸν κύκλον ἄνευ τοῦ χαλκοῦ. τοῦτο δ’ οὐκ ἔστιν ὅμοιον· ὁ μὲν γὰρ κύκλος μαθηματικός ἐστι, τὸ δὲ ζῷον αἰσθητὸν ὑπάρχει, καὶ ἄνευ κινήσεως τὸ σύνθετον ζῷον οὐκ ἔστιν ὁρίσασθαι (ἡ γὰρ φύσις ἀρχὴ κινήσεως) οὐδὲ ἄνευ τῶν μερῶν ἐχόντων τὴν κυρίως ἐνέργειαν.1 οὔτε γὰρ ἡ τυχοῦσα χεὶρ μέρος τοῦ ἀνθρώπου, ἀλλὰ ἡ ἔχουσα καὶ δυναμένη ἀποτελεῖν ἔργον ἐμψύχου, ὥστε εἰ μὴ ἔμψυχος, ὁμώνυμός ἐστι.

“因此,关于定义的诸事带有些许疑难[,以及为何如此,皆已被述及]。” 他说,关于定义的讨论充满疑难,如果定义属于形式,而形式本身就其自身而言并不容易被把握,因为我们甚至不知晓哪些部分属于形式,哪些属于复合体。再者,为万物确立理念并将一切形式加以分离,亦非真实;因为怎么可能将若无鼻子便无法持存的塌鼻性分离出来呢?因为他说“此物在彼物之中,或这些事物处于这般状态”,指明了这一点,正如在人与肌肉的情形中那样。随后,他批评了小苏格拉底,柏拉图在《政治家篇》中曾提及此人;而他是泰阿泰德的同时代人。他说,因为出自他的论调使我们远离了真理;因为他声称,人有可能脱离各部分而存在,正如圆脱离青铜而存在一样。然而这并不相似;因为圆是数学对象,而动物则是感觉对象,脱离了运动便不可能对复合的动物做出定义(因为自然是运动的本原),脱离了具有固有现实活动的部分亦不可能做出定义。因为并非任何一只随随便便的手都是人的部分,而是唯有具有且能够完成有灵魂者之功用的手才是,以至于它若无灵魂,便仅是同名异义的。

§7.58

"Περὶ δὲ τὰ μαθηματικά." Ἐντεῦθεν περὶ τῶν ἡμικυκλίων ζητεῖ, καί φησι διὰ τί μὴ λέγομεν μέρη τοῦ κύκλου τὰ ἡμικύκλια· οὔτε γὰρ αἰσθητὰ ταῦτα, ὥσπερ σάρκες καὶ νεῦρα. ἰστέον οὖν ὅτι οὐδὲν διαφέρει τὸ λέγειν σάρκα ἢ ἡμικύκλιον. ἔστι γὰρ ἡ ὕλη ἐπ’ ἐνίων καὶ μὴ ὄντων αἰσθητῶν, καὶ παντὸς πράγματος μὴ ὄντος εἴδους χωριστοῦ. ὥστε τοῦ καθόλου κύκλου τοῦ ἀδιαστάτου οὐχ ὑπάρχουσι μέρη ταῦτα τὰ ἡμικύκλια, εἴ γε καὶ διαστατὰ αὐτὰ ὑπεθέμεθα· τῶν δὲ καθ’ ἕκαστα μέρη ταῦτα ὑπάρχουσιν, ὥσπερ εἴρηται πρότερον· 〈οὐ〉 γὰρ τοῦ λόγου τοῦ κύκλου·2 ἐν τούτοις γὰρ θεωροῦνται οἱ καθ’ ἕκαστα κύκλοι. ἔστι γὰρ ὕλη ἡ μὲν αἰσθητὴ οἷον χαλκῆ ξυλίνη κύκλῳ, ἡ δὲ νοητὴ ἡ τῶν ἡμικυκλίων· οὔτε γὰρ πάντως ἐν ὕλῃ τὸ εἶναι ἔχουσιν, 〈ἀλλ’〉 ἅμα καὶ ἐν τῇ νοήσει τῇ ἡμετέρᾳ. ἰστέον οὖν ὅτι ἡ ψυχὴ ἡ λογικὴ οὐσία ἐστὶν ἡ πρώτη, τουτέστι τὸ ἄυλον εἶδος, τὸ δὲ σῶμα ὕλη, ᾧ κέχρηται ὡς ὀργάνῳ, ὁ δὲ ἄνθρωπος καὶ τὸ ζῷον τὸ ἐκ ψυχῆς καὶ σώματος, ὡς καθόλου ὁ ἁπλῶς ἄνθρωπος καὶ τὸ ἁπλῶς ζῷον, ὡς ἐν τῇ θεωρίᾳ εἰρήκαμεν· Σωκράτης δὲ καὶ ὁ Κορίσκος εἰ μὲν κατὰ * * * ψυχὴν μόνην χαρακτηρίζονται, διττόν ἐστι συγκείμενον ἐκ ψυχῆς καὶ σώματος·3 οἱ μὲν γὰρ τὴν ψυχήν φασι τὸν ἄνθρωπον, οἱ δὲ τὸ σύνθετον· εἰ δὲ ἁπλῶς λέγονται, τουτέστι μοναχῶς, ἡ ψυχὴ καὶ τὸ σῶμα ὡς ἕν, ὥσπερ ἡ βα συλλαβή ἐστι τὸ καθόλου τε καὶ τὸ καθ’ ἕκαστον (λέγεται δὲ ἡ βα συλλαβὴ καὶ ἁπλῶς καὶ καθ’ ἕκαστον, ἡνίκα συνταχθῇ ἐν λέξει ἐν τῇ βάρος) οὕτως οὖν ἐστι καὶ ἁπλῶς ἄνθρωπος καὶ ὁ καθ’ ἕκαστα· ὁ γὰρ ἁπλῶς καὶ καθ’ ἕκαστα θεωρεῖται· οὗτος δέ ἐστιν ὁ λόγος ὁ δημιουργικός.

“关于数学对象。” 由此他探究半圆,并问为何我们不说半圆是圆的部分;因为半圆并不像肌肉和肌腱那样是感觉对象。因此应当知晓,说肌肉与说半圆毫无区别。因为质料亦存在于某些非感觉对象之上,以及存在于并非分离形式的一切事物之上。因此,这些半圆并不是普遍的、无广延的圆的部分,既然我们确实假定了它们是具有广延的;相反,正如之前所言,它们是个别圆的部分;因为它们并不是圆的理则的[部分];因为个别的圆乃是在这些之中被观察到的。因为质料一方面是感觉质料,例如圆的青铜质料或木质质料,另一方面是理智质料,即半圆的质料;因为它们的存在并不全然在质料之中,而同时亦在我们的思惟之中。因此应当知晓,理性灵魂是第一实质,即非质料的形式,而身体是质料,灵魂将身体作为工具来使用;至于人和动物,则是源自灵魂与身体之物,正如普遍者是无条件的纯粹的人与无条件的纯粹的动物,正如我们在通论中所说的那样;另一方面,苏格拉底与科里斯库斯,如果仅依灵魂来表征,由灵魂与身体所构成之物便是双重的;因为有人称灵魂为人,有人则称复合体为[人];但如果是无条件地、亦即单义地言说,灵魂与身体便作为一个整体[被言说],正如ba这个音节既是普遍的又是特殊的(因为ba音节既被无条件地言说,而在被拼入一个词、如baros之中时也被特殊地言说)。因此,以这种方式既存在无条件的人,也存在个别的人;因为无条件的人亦在个别者之中被观察到;而这就是创制性的理则。

语法注3 条
  1. 7.57οὐδὲ ἄνευ τῶν μερῶν ἐχόντων τὴν κυρίως ἐνέργειαν

    此句为接续在前文 οὐκ ἔστιν ὁρίσασθαι 之后的第二个并列短语。属格分词 ἐχόντων 定语修饰 μερῶν,意为“[若无]具有固有现实活动的部分[便不能对复合动物做出定义]”。紧随其后的 οὔτε γὰρ ἡ τυχοῦσα χεὶρ 进一步阐发了此理由。

  2. 7.58〈οὐ〉 γὰρ τοῦ λόγου τοῦ κύκλου

    该句借助校勘所补充的否定词 〈οὐ〉,与前句 τῶν δὲ καθ’ ἕκαστα μέρη ταῦτα ὑπάρχουσιν(“它们是个别圆的部分”)形成对照。此处省略了主语、动词以及名词 μέρη,理解为“[因为它们]并非圆的理则的[部分]”。

  3. 7.58εἰ μὲν κατὰ * * * ψυχὴν μόνην χαρακτηρίζονται, διττόν ἐστι συγκείμενον ἐκ ψυχῆς καὶ σώματος

    底本虽标有脱文(lacuna),但句法骨架构成了 εἰ μὲν ... 与 εἰ δὲ ἁπλῶς λέγονται 的对比。主句 διττόν ἐστι συγκείμενον 意为“由灵魂与身体所构成之物是双重的”,紧接着由 οἱ μὲν γὰρ ... οἱ δὲ ... 解释了分歧的两种观点:有人称灵魂为人,有人称复合体为人。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:420.12-421.19