← 特拉勒斯的阿斯克勒庇乌斯

亚里士多德《形而上学》注释(卷A–Z)

§419.1-420.11

关于区分形式的部分与质料的部分之疑难

针对《形而上学》1036a26的论证,阿斯克勒庇俄斯探讨了辨别何为质料、何为形式本身的部分这一疑难。与在多种基底中被观察到的几何图形不同,像人这样的自然事物似乎不可与肌肉骨骼分离,导致在思想中分离质料极为困难;他检视了毕达哥拉斯学派及理念论者试图将万物还原为数与范本的方案,并指出了万物形式归为同一的荒谬后果。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.56

" Ἀπορεῖται δὲ εἰκότως καὶ ποῖα τοῦ εἴδους μέρη καὶ ποῖα οὔ." Φησὶν ὅτι ἀπορεῖται ποῖα ἄρα ὑπάρχουσι τοῦ εἴδους αὐτοῦ καθ’ αὑτὸ λαμβανομένου μέρη, καὶ ποῖα τοῦ συνθέτου. τούτου γὰρ μὴ γνωσθέντος οὐκ ἔστιν ὁρίσασθαι· τοῦ γὰρ καθόλου καὶ τῶν εἰδῶν ὑπάρχουσιν οἱ ὁρισμοί. πρὸς δὲ τοὺς ὁρισμοὺς τῶν εἰδῶν δεόμεθα τῶν μερῶν1 αὐτῶν, ὡς ἀνωτέρω εἴρηται· ἀγνοουμένων οὖν τῶν μερῶν ἀγνοοῦνται καὶ οἱ ὁρισμοί, ὥστε καὶ τὰ εἴδη, καὶ φροῦδα, φησί, πάντα κατ’ αὐτούς. ποῖα οὖν τῶν μερῶν ὕλης χρείαν ἐπέχουσι καὶ ποῖα οὐ παρέχουσι χρείαν ὕλης, ἀλλ’ αὐτὸ τοῦτο μερῶν, ἐὰν μὴ γένηται ἡμῖν φανερά, οὐδὲ ὁρισμὸς τοῦ πράγματος ἔσται φανερός. ποῖα μόρια ὑπάρχουσι τοῦ εἴδους, καὶ ποῖα τοῦ συνθέτου; ὅσα οὖν, φησί, δύναται ἐν διαφόροις ὑποκειμένοις θεωρεῖσθαι, ὥσπερ ὁ κύκλος καὶ ἐν χαλκῷ καὶ ξύλῳ καὶ λίθῳ, δῆλον ὅτι ἐπὶ τούτων οὐδὲν τῆς τοῦ κύκλου οὐσίας2 ἐστὶν ὁ χαλκός, ἀλλὰ ὕλη μόνον. εἰ γὰρ ἦν μέρος τῆς οὐσίας αὐτοῦ, οὐκ ἄν ποτε ἐθεωρεῖτο ἄνευ χαλκοῦ κύκλος. ὅσα δὲ μὴ ὁρῶνται χωριζόμενα, οὐδὲν κωλύει ὁμοίως ἔχειν τούτοις τοῖς κατὰ τὸν κύκλον, καὶ δύνασθαι χωρίζεσθαι κατὰ οἰκείαν φύσιν, εἰ καὶ ἡμῖν ἀγνοεῖται τὸ τοιοῦτο, ὥσπερ ἂν εἰ πάντες οἱ κύκλοι χαλκοῖ ἐφαίνοντο· καὶ οὕτως γὰρ οὐδὲν ἦν ὁ χαλκὸς τῆς τοῦ κύκλου οὐσίας. χαλεπὸν δὲ χωρίσαι τῇ διανοίᾳ, 〈οἷον〉 τὸ τοῦ ἀνθρώπου εἶδος· ἀεὶ γὰρ ἐν ὀστέοις μόνοις θεωρεῖται καὶ σαρξὶ καὶ νεύροις. ἆρα ταῦτα καὶ σάρκες καὶ ὀστᾶ μέρη ὑπάρχουσι τοῦ ἀνθρωπείου εἴδους ἢ ὕλη; ἐπειδὴ δὲ οὐ θεωρεῖται τὸ ἀνθρώπειον εἶδος ἐπὶ ἄλλων ὑποκειμένων, οὐ δυνατὸν χωρίσαι τὸ εἶδος αὐτοῦ ἐκ τῆς ὕλης ταύτης. ἐπεὶ οὖν δοκεῖ ἐνδέχεσθαι χωρίζεσθαι τὸ εἶδος ἐκ τῆς ὕλης ὅσον ἐπὶ τῷ λόγῳ, ἄδηλον δὲ πότε χωρίζεται, ἀποροῦσί τινες καὶ ἐπὶ τοῦ κύκλου καὶ τοῦ τριγώνου, ὅτι οὐδὲ τῶν γραμμῶν ὑπάρχουσιν ὁρισμοὶ οὐδὲ τῶν συνεχῶν, τουτέστι τῶν μεγεθῶν. καὶ ταῦτα γὰρ πάντα, φασίν, ὁμοίως λέγεται ὥσπερ αἱ σάρκες καὶ ὀστᾶ· οὐ δυνατὸν γὰρ χωρίζεσθαι αὐτὰ τῶν γραμμῶν, ὥσπερ οὐδέποτε ἐκεῖνα τῶν σαρκῶν. καὶ ἐντεῦθεν λοιπὸν ἀνάγουσι πάντα εἰς τοὺς ἀριθμοὺς παράδειγμα λέγοντες αὐτούς, καὶ τούτων φασὶν εἶναι τοὺς ὁρισμούς· αὐτὰ γὰρ ὑπάρχουσι τὰ χωριστὰ ὕλης, καὶ μὴ συνεπιφέρουσι τὸν ὄχλον τὸν ἐξ αὐτῆς. καὶ τὸ παράδειγμα τῆς γραμμῆς τὴν δυάδα φασίν, ἐπειδὴ ἔχει δῆλον πρώτη τὸ ποθέν ποι. καὶ πάλιν οἱ τὰς ἰδέας πρεσβεύοντες οἱ μὲν τὸ παράδειγμα τῆς γραμμῆς τὴν δυάδα λέγουσιν, 〈οἱ δὲ τὴν〉ἰδέαν τῆς γραμμῆς. ἔνια γὰρ ὑπάρχουσι ταὐτὸ κατὰ τὸ εἶδος καὶ κατὰ τὸ πρᾶγμα (τὸ γὰρ πρᾶγμα ἐδήλωσε εἰπὼν καὶ οὗ τὸ εἶδος), τὰ ἁπλᾶ, τουτέστιν ἡ δυάς· οὐκ ἀνάγκη γὰρ τὸν λόγον τῆς δυάδος θεωρεῖσθαι ἔν τινι, ὥσπερ τὴν γραμμὴν ἢ τὸν κύκλον· διό φησιν οἷον δυάδα καὶ τὸ εἶδος τῆς δυάδος. ἐπὶ δὲ τῆς γραμμῆς οὐκέτι· ἔνυλος γάρ ἐστιν ἡ γραμμή. τοῖς οὖν ταῦτα λέγουσι συμβαίνει ἓν πρᾶγμα, τουτέστι τὴν δυάδα, πολλῶν εἶναι ἰδέαν διαφόρων κατ’ εἶδος, ὅπερ καὶ τὸν Πυθαγόραν συνέβαινε λέγειν, τὴν τετράδα ἰδέαν εἶναι καὶ φιλίας καὶ δικαιοσύνης καὶ ἄλλων πολλῶν. ἐνδέχεται οὖν πάντων ἓν εἶδος ποιεῖν. εἰ γὰρ δυοῖν τὸ αὐτὸ εἶδος, διὰ τί μὴ καὶ πλειόνων; καὶ οὕτως ἔσονται πάντα ἕν, ὡς ἔδειξεν ἡ θεωρία.

“形式的部分究竟是哪些,哪些不是,这也合理地成为疑难。” 他说,就形式本身而言其部分究竟是哪些,复合体的部分又是哪些,这成为了疑难。因为若不知晓这一点,便不可能做出定义;因为定义属于普遍者和形式。但为了形式的定义,我们需要它们的部分,正如上文所言;因此,当部分不为人知时,定义亦不为人知,从而形式亦不为人知,按照他们的说法,他说,万物皆归于乌有。那么,各部分中究竟哪些承担着质料的作用,哪些不提供质料的作用、而恰恰发挥部分本身的作用——如果这些对我们而言不明显,那么事物的定义也不会显明。究竟哪些部分属于形式,哪些属于复合体?他说,凡是能够在不同基底中被观察到的事物,例如圆既能在青铜中、也能在木料和石头中[被观察到],显而易见,在这些事物上,青铜绝非圆的实质的一部分,而仅仅是质料。因为若青铜是其实质的一部分,圆就绝不可能脱离青铜而被观察到。至于那些未见其被分离的事物,即便我们不知晓此类情况,也丝毫不妨碍它们与圆的情形相似,并且能够按照固有本性被分离;正如即使所有的圆都显现为青铜所制,情况亦会如此;因为即使那样,青铜亦非圆的实质的一部分。然而要在思想中予以分离却是困难的,〈例如〉人的形式;因为它始终仅在骨骼、肌肉和肌腱中被观察到。那么,这些肌肉和骨骼究竟是人类形式的部分呢,抑或是质料?但由于人类形式未在其他基底上被观察到,因而不可能将它的形式从这质料中分离出来。因此,既然就理则而言形式似乎可能脱离质料而被分离,然而何时分离却不明朗,于是某些人甚至在圆和三角形上也提出疑难,说线和连续体、亦即量度并不存在定义。因为他们声称,所有这些也是像肌肉和骨骼一样被言说的;因为它们不可能脱离线而被分离,正如那些[动物]绝不可能脱离肌肉一样。由此,他们进而将万物还原为数,称数为范本,并主张定义属于这些数;因为这些数乃是脱离质料而存在者,且不连带引入源于质料的纷扰。他们声称二是线的范本,因为显而易见,二最先具有“从某处至某处”。再者,在主张理念的人当中,一些人称二是线的范本,〈而另一些人则称其为〉线的理念。因为有些事物依形式和依实情是同一的(因为他说“以及形式所属者”,指明了实情),即单纯的事物,也就是二;因为二的理则没有必要像线或圆那样在某物之中被观察到;因此他说“例如二与二的形式”。但在线上则不再如此;因为线是含有质料的。因此,对于主张这些的人来说,其结论便是一个事物(即二)成为了许多在形式上有别的事物的理念,这正如毕达哥拉斯所面临的结论一样,他也曾说四是友谊的理念、正义的理念以及许多其他事物的理念。于是,将万物归为一个形式就成为可能的了。因为若两事物具有同一形式,为何更多事物不能如此呢?这样一来万物将成为一,正如考察所表明的那样。

语法注2 条
  1. 7.56ποῖα οὖν τῶν μερῶν ὕλης χρείαν ἐπέχουσι καὶ ποῖα οὐ παρέχουσι χρείαν ὕλης, ἀλλ’ αὐτὸ τοῦτο μερῶν

    在由“ποῖα... καὶ ποῖα...”构成的并列分句中,后半句的“ἀλλ’ αὐτὸ τοῦτο μερῶν”需从前文承前补出“χρείαν”,作“部分本身的作用”解。它形成了承担质料功能(ὕλης χρείαν)的部分与承担纯粹形式部分自身功能(αὐτὸ τοῦτο μερῶν [χρείαν])的部分之间的对比。

  2. 7.56ὥσπερ ἂν εἰ πάντες οἱ κύκλοι χαλκοῖ ἐφαίνοντο· καὶ οὕτως γὰρ οὐδὲν ἦν ὁ χαλκὸς τῆς τοῦ κύκλου οὐσίας.

    “ὥσπερ ἂν εἰ”后接未完成过去直陈式动词“ἐφαίνοντο”,构成与事实相反的虚拟条件分句。接续的“οὐδὲν ἦν”省略了“ἄν”,用直陈式表示反事实假定的归结,意为即便以往所有的圆都呈现为青铜材质,青铜也同样不属于圆的本质。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:419.1-420.11