- 底本
- Asclepius, In Aristotelis Metaphysicorum Libros A-Z Commentaria. Commentaria in Aristotelem Graeca VI.2, ed. M. Hayduck, Berlin: Reimer 1888, pp. 1-452. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:41.17-42.34
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿斯克勒庇俄斯依照亚里士多德(986b17)考察爱利亚派一元论对形式因与质料因的启示,并对比了色诺芬尼、梅利梭和巴门尼德。他梳理了柏拉图与亚里士多德对巴门尼德论证前提的不同评判,阐释了巴门尼德关于理知界之一与感觉界二元(火与土)的双重学说。
" Οὐ μὴν ἀλλὰ τοσοῦτόν γε οἰκεῖόν ἐστι τῇ νῦν σκέψει." Τὰ μὲν γὰρ ἄλλα φησὶν οὐκ οἰκεῖον εἶναι τῷ περὶ αἰτίων λόγῳ τὸ τὴν δόξαν ἐκτίθεσθαι τῶν ἓν τὸ πᾶν λεγόντων·1 οἱ γὰρ οὕτως λέγοντες οὐχ ὡς ἀρχὴν τὸ ἓν τίθενται οὐδὲ ὡς αἴτιον. ἐπὶ τοσοῦτον δὲ χρήσιμον εἶναι καὶ τὴν τούτων ἱστορίαν, ὅτι καὶ τούτων ὁ μὲν ἐπὶ τὴν ὕλην βλέψας ἄπειρον εἶπε τὸ ὄν,2 ὁ δὲ ἐπὶ τὸ εἶδος πεπερασμένον. διό φησι Παρμενίδης μὲν γὰρ ἔοικε τοῦ κατὰ λόγον ἑνὸς ἅπτεσθαι, φημὶ δὲ τοῦ κατ’ εἶδος· τὸ γὰρ πέρας πρὸς τῷ εἴδει ἐστίν. ἐν γὰρ τοῖς αἰτίοις καὶ ἡ ὕλη καὶ τὸ εἶδος· ὥστ’ εἰ καὶ μὴ αἴτιον λέγουσιν, ἀλλά γε λέγουσιν ὕλην καὶ εἶδος. ἱστορεῖ δὲ τὸν Ξενοφάνην πρῶτον τῆς δόξης ταύτης ἁψάμενον· ὁ γὰρ Παρμενίδης μαθητὴς τούτου ἐγένετο. διό φησι Ξενοφάνης δὲ πρῶτος τούτων ἑνίσας (ἀντὶ τοῦ ἓν εἰρηκώς) οὐδὲν παντελῶς διεσάφησεν, οὐδὲ τῆς φύσεως οὐδετέρας ἥψατο· οὔτε γὰρ ἄπειρον ὑπέθετο οὔτε πεπερασμένον· ἀλλ’ εἰς τὸν ὅλον οὐρανὸν ἀποβλέψας (τουτέστι τὸν κόσμον) τὸ ἓν εἶναί φησι τὸν θεόν. φησὶ δὲ τὸν κόσμον οὐ καλῶς· ὁ γὰρ δημιουργὸς τοῦ κόσμου ἐστὶν ὁ θεός. λέγομεν οὖν ὅτι ἕνα ἔλεγε τὸν θεόν, τὸ πρῶτον αἴτιον· οὐ γὰρ οὕτως ἠλιθίως εἶχεν, ὡς φησιν ὁ ἡμέτερος φιλόσοφος,3 ὥστε τὸν κόσμον ὅλον καὶ θεὸν ὑποτίθεσθαι καὶ ἕνα λέγειν αὐτόν. οὗτοι οὖν ὡς μὴ ὑποτιθέμενοι αἴτια ἐξαγώνιοι ὑπάρχουσι πρὸς τὴν νῦν ζήτησιν· οἱ μὲν δύο καὶ παντελῶς, ὡς ὄντες μικρὸν ἀγροικότεροι, διότι οὐ συνελογίζοντο δεόντως. λέγει δὲ τὸν Ξενοφάνην καὶ τὸν Μέλισσον· καὶ ἐν τῇ Φυσικῇ γὰρ ἀκροάσει ἔλεγεν ὅτι ὁ Μελίσσου λόγος φορτικώτερος καὶ οὐκ ἔχων ἀπορίαν. ὁ μέντοι γε τοῦ Παρμενίδου δοκεῖ εὔλογος εἶναι. ἔλεγε γὰρ οὕτως ‘τὸ παρὰ τὸ ὂν οὐκ ὄν· τὸ οὐκ ὂν οὐδέν· ἓν ἄρα τὸ ὄν.’ καὶ ὁ μὲν Πλάτων δέχεται τὴν πρότασιν ταύτην τὴν λέγουσαν ‘τὸ παρὰ τὸ ὂν οὐκ ὄν’· τῷ ὄντι γὰρ ὂν ἔλεγε τὸ νοητόν, τὸ οὖν μὴ νοητὸν οὐκ ὄν ἐστιν. κυρίως γὰρ ὄντα τὰ νοητὰ ὑπάρχουσιν ὡς καὶ ἀεὶ ὄντα. “τί τὸ ὂν μὲν ἀεί, γένεσιν δὲ οὐκ ἔχον, καὶ τί τὸ γινόμενον, ὂν δὲ οὐδέποτε”. ὥστε τὰ αἰσθητὰ ὡς πρὸς τὰ νοητὰ οὐκ ὄντα ἐστίν. τὴν δὲ πρότασιν τὴν λέγουσαν ‘τὸ οὐκ ὂν οὐδέν’ οὐκ ἐδέχετο. οὐκ ἐπειδὴ γὰρ τὰ αἰσθητὰ οὐκ ὄντα ὑπάρχουσιν, ἤδη καὶ παντελῶς οὐκ εἰσίν· εἰσὶ γὰρ τὰ πῇ μὲν ὄντα, πῇ δὲ οὐκ ὄντα, τὸ δὲ μηδαμῇ μηδαμῶς ὑπάρχον οὔτε δοξαστόν ἐστιν οὔτε νοητόν. διὸ καὶ τὸ πρῶτον λέγει ὂν μηδαμῇ μηδαμῶς εἶναι, ὡς ὑπερβεβηκὸς πᾶν εἶδος καὶ ἐπέκεινα ὑπάρχον τοῦ ὄντος. ὁ μέντοι γε Ἀριστοτέλης τῶν δύο προτάσεων ἐπιλαμβάνεται. κακῶς γάρ, φησί, λέγεις τὸ ὂν οὐκ ὄν· τὸ γὰρ ὂν κατὰ τί μέν ἐστιν ὄν, κατὰ τί δὲ οὐκ ὄν· ὁ γὰρ ἄνθρωπος ὡς μὲν ἄνθρωπος ὄν, ὡς δὲ ἵππος οὐκ ὄν. ὥστε τὸ πῇ ὑπάρχον ἁπλῶς λαμβάνων παραλογίζῃ λέγων τὸ ὂν οὐκ ὄν. πάλιν καὶ ‘τὸ οὐκ ὂν οὐδέν’ οὐ καλῶς λέγεις· ὁ γὰρ ἄνθρωπος οὐκ ὄν ἐστιν, ὡς πρὸς ἵππον, καὶ ὅμως ἔστιν. φησὶν οὖν ὅτι ὁ Παρμενίδης μᾶλλον ἐκείνων κατορθοῖ· παρὰ γὰρ τὸ ὂν τὸ μὴ ὂν οὐδὲν ἀξιῶν εἶναι, ἐξ ἀνάγκης ἓν οἴεται τὸ ὄν, καὶ ἄλλο οὐδέν, περὶ οὗ σαφεστέρως εἰρήκαμεν ἐν τῇ Φυσικῇ ἀκροάσει. ἀναγκαζόμενος δέ, φησίν, ἀκολουθεῖν τοῖς φαινομένοις τὸ ἓν κατὰ τὸν λόγον πλείονα ἔλεγε κατὰ τὴν αἴσθησιν· πῦρ γὰρ καὶ γῆν ὑπετίθετο εἶναι, ἐξ ὧν τοῖς αἰσθητοῖς ἡ γένεσις. λέγομεν οὖν ὅτι ἐν τοῖς περὶ δόξης, ἐπειδὴ περὶ αἰσθητῶν διελέγετο, ὑπετίθετο δύο εἶναι τὰ στοιχεῖα, πῦρ καὶ γῆν (καὶ τὰ μεταξὺ συνεπινοεῖται) καὶ ἐκ τούτων τὰ αἰσθητὰ πάντα ὑπετίθετο· ἡνίκα δὲ περὶ νοητῶν διελέγετο, ἓν εἶναι τὸ ὄν, δηλῶν τὴν μίαν τῶν πάντων ἀρχήν, ἐξ ἧς τὰ πάντα· διό φησιν “οὐ γὰρ ἔην, οὐκ ἔσται ὁμοῦ πᾶν, ἔστι δὲ μοῦνον οὐλοφυές.” λέγων οὖν πῦρ καὶ γῆν τὸ μὲν θερμὸν ἔλεγεν εἶναι ὄν, τὸ δὲ ψυχρὸν μὴ ὄν, ὡς χεῖρον καὶ κρεῖττον. ἐκ μὲν οὖν τῶν εἰρημένων καὶ τῶν συνηδρευκότων καὶ σχολασάντων λόγοις σοφῶν ταῦτα παρειλήφαμεν.
“尽管如此,至少这许多内容切合于当前的考察。” 因为他说,在其他方面,陈述那些主张整体为一之人的意见并不切合于关于原因的论证;因为如此主张的人并没有将一设定为原理或原因。但关于这些人的叙述在以下限度内也是有用的:即在他们之中,着眼于质料的人称存在为无限,而着眼于形式的人称其为有限。因此他说,巴门尼德似乎触及了合乎定义的一,我指的是合乎形式的一;因为界限属于形式的一方。因为在原因中既有质料也有形式;所以即便他们没有言及原因,至少他们言及了质料和形式。他又记载,色诺芬尼最先触及了这一意见;因为巴门尼德成了此人的学生。因此他说,而在这些人中最先使之一体化(即主张一)的色诺芬尼,完全没有把任何事情阐明清楚,也没有触及这两种自然中的任何一种;因为他既没有假定它是无限的,也没有假定它是有限的;而是放眼整个天空(即宇宙),声称神是一。但他称之为宇宙是不妥当的;因为神是宇宙的造物主。因此我们说,他是称神——即第一原因——为一;因为正如我们的哲学家所说,他并没有如此愚钝,以至于把整个宇宙假定为神并称其为一。因此,这些人由于不假定原因,对于当前的探求而言是离题的;其中两人完全如此,因为他们略显粗野,未能适当地推导。他说的是色诺芬尼和梅利梭;因为在《物理学》中他也说过梅利梭的论证较为粗鄙且不包含疑难。然而巴门尼德的论证似乎是有理的。因为他这样说:“存在之外的事物是非存在;非存在是无;因此存在是一。”而柏拉图确实接受了“存在之外的事物是非存在”这一前提;因为他把可理知之物称为真正存在之物,所以不可理知之物就是非存在。因为严格意义上的存在者是可理知之物,作为永恒存在之物。“什么是那永远存在而没有生成的,什么又是那生成着却从未存在的?”因此,感觉之物相对于可理知之物而言是非存在。但他并不接受“非存在是无”这一前提。因为并不是因为感觉之物是非存在,它们就彻底不存在了;因为有些事物在某种意义上存在,在某种意义上不存在,而无论如何都不存在的事物既不可被意见把握,也不可被理智把握。因此他也说,第一原理在任何意义上都不是存在,因为它超越了一切形式并居于存在之上。然而亚里士多德对这两个前提都进行了反驳。因为他说,你说存在是非存在是错误的;因为存在在某种意义上是存在,在某种意义上是非存在;人作为人是存在,但作为马是非存在。因此,你把某种意义上成立的事物径直加以把握,说存在是非存在,这就是在进行谬误推导。同样,你说“非存在是无”也是不妥的;因为人相对于马是非存在,但却依然存在。因此他说,巴门尼德比那些人更切中要害;因为他认为存在之外的非存在是无,从而必然认为存在是一,且无其他事物,关于这一点我们在《物理学》中已更清楚地谈过。然而他说,迫于顺应现象,他主张依定义而言为一的事物依感觉而言是多数;因为他假定火与土存在,感觉之物正是由此生成。因此我们说,在论意见的诗篇中,由于他讨论的是感觉之物,他假定元素有两个,即火与土(中间的事物也一同被构想),并假定一切感觉之物都由它们构成;但当他讨论可理知之物时,他假定存在是一,表明了万物所由出的万物的单一原理。因此他说:“因为它既不是曾经存在,也不会全都在[未来]存在,而是全然一体地唯一存在。”因此,在言及火与土时,他称热的为存在,冷的为非存在,视其为较差者与较优者。因此,从前人所言以及共同聚会、在论证上花费余暇的智者那里,我们承袭了这些见解。
- 1.48Τὰ μὲν γὰρ ἄλλα φησὶν οὐκ οἰκεῖον εἶναι τῷ περὶ αἰτίων λόγῳ τὸ τὴν δόξαν ἐκτίθεσθαι τῶν ἓν τὸ πᾶν λεγόντων
Τὰ μὲν ἄλλα 是宾格,在此作为关系宾格(限制性宾格)或副词性宾格,意为“在其他方面”。不定式间接引语的真正主语是带有冠词的不定式短语 τὸ τὴν δόξαν ἐκτίθεσθαι(“阐述……意见”),与谓语 οὐκ οἰκεῖον εἶναι 构成主谓关系。
- 1.48τὸ παρὰ τὸ ὂν οὐκ ὄν
介词 παρὰ 接宾格 τὸ ὄν,意为“在存在者之外/之旁的事物”。它作为归于巴门尼德的三段论的第一前提,表明凡在存在者之外的事物皆为非存在。
- 1.48ὁ ἡμέτερος φιλόσοφος
短语 ὁ ἡμέτερος φιλόσοφος(“我们的哲学家”)在阿斯克勒庇俄斯的著作中按照亚历山大里亚学派的惯例,指代其导师赫尔米亚之子阿摩尼乌(Ammonius Hermeiou)。
