- 底本
- Asclepius, In Aristotelis Metaphysicorum Libros A-Z Commentaria. Commentaria in Aristotelem Graeca VI.2, ed. M. Hayduck, Berlin: Reimer 1888, pp. 1-452. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:417.10-418.36
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
基于亚里士多德《形而上学》卷Z第11章的引文,阿斯克勒庇俄斯探讨了如何辨别形式的部分与复合体的部分这一疑难,批判了毕达哥拉斯学派和理念论者的还原观点并作出象征性诠释,进而阐明普遍定义的性质,并提出了关于单纯实体及定义统一性原因的两个疑难。
" Ἀπορεῖται δὲ εἰκότως καὶ ποῖα τοῦ εἴδους μέρη καὶ ποῖα οὔ." Δείξας ἀνωτέρω ὅτι τὰ μέρη τοῦ ἀύλου εἴδους πρότερα ὑπάρχουσι τοῦ ὅλου ὡς εἰς τὸν ὁρισμὸν αὐτοῦ παραλαμβανόμενα, τὰ μέντοι γε μέρη τοῦ ὁριστοῦ δεύτερα τοῦ ὅλου, ἐντεῦθεν ἀπορεῖ καὶ εἰκότως ἀπορεῖ, ὅτι ὅλως ἀγνοοῦμεν ποῖα μέρη εἰσὶ τοῦ ἀύλου εἴδους καὶ ποῖα τοῦ συνθέτου· πῶς οὖν ἔχομεν διαγνῶναι τοῦ πράγματος ἀγνοουμένου; τούτου γάρ, φησί, μὴ δήλου ὄντος οὐκ ἔστιν ὁρίσασθαι ἕκαστον, εἴ γε οἱ μὲν ὁρισμοὶ τῶν εἰδῶν ὑπάρχουσιν, ἡμεῖς δὲ ἀγνοοῦμεν τὰ εἴδη τὰ ἄυλα καὶ χωριστά. εἶτά φησιν ὅτι ἐπ’ ἐκείνων τῶν θεωρουμένων ἐν πλείοσιν ὑποκειμένοις δυνατόν ἐστι γνῶναι τὰ μέρη τοῦ εἴδους, οἷον ἐπὶ τοῦ κύκλου, ἐπειδὴ θεωρεῖται ὁ κύκλος καὶ ἐν χαλκῷ καὶ ἐν ξύλῳ 〈καὶ λίθῳ〉, ὥστε οὐχ ὑπάρχουσι ταῦτα μέρη τοῦ κύκλου· τὰ γὰρ μέρη ἀχώριστα ὑπάρχουσι τοῦ ὅλου, ἡ δὲ ὕλη ἐστὶν ἡ χωριζομένη τῶν δυναμένων εἰδῶν χωρίζεσθαι.1 εἰ οὖν ἦν μέρος τοῦ κύκλου ὁ χαλκός, οὐκ ἄν ποτε ἐθεωρεῖτο καὶ ἐν ἄλλῃ ὕλῃ ὁ κύκλος· θεωρεῖται δὲ καὶ ἐν λίθῳ, οὐκ ἄρα μέρος ἐστὶν ὁ χαλκὸς τοῦ κύκλου. ποῖα οὖν ὑπάρχουσι μέρη αὐτοῦ; δῆλον ὅτι τὰ ἡμικύκλια· τούτων γὰρ χωρὶς κύκλος εἶναι οὐ δύναται. ὥστε ἐπὶ τινῶν μὲν ἔστιν εὑρεῖν τὰ μέρη τοῦ εἴδους. ἐπὶ τινῶν δὲ οὐκ ἔστιν, οἷον ὡς ἐπὶ ἀνθρώπου· οὔτε γὰρ θεωρεῖταί ποτε ἄνθρωπος ἄνευ σαρκῶν καὶ νεύρων καὶ ὀστέων· οὐδὲ γὰρ ἐν διαφόροις θεωρεῖται ὑποκειμένοις, ὥσπερ καὶ ὁ κύκλος. ὥστε οὐ δυνατόν ἐστιν ὁρισμὸν ἡμᾶς τῶν ζῴων ἀποδοῦναι. ἀμέλει τοι οἱ Πυθαγόρειοι καὶ οἱ τὰς ἰδέας πρεσβεύοντες καὶ πρὸς τὰ μαθηματικὰ ἐνίστανται λέγοντες οὕτως, ὅτι οὐδὲ ταῦτα δυνατόν ἐστιν ὁρίσασθαι· ἔχουσι γὰρ καὶ αὐτὸ τὸ εἶναι ἐν ταῖς γραμμαῖς, οἷον ὁ κύκλος καὶ τὸ τρίγωνον, καὶ οὐ δυνατὸν εἶναι ἄνευ αὐτῶν. ὥσπερ γὰρ τὰ ζῷα οὐ δυνατὸν εἶναι ἄνευ σαρκῶν καὶ ὀστέων, οὕτως οὐδὲ ταῦτα δύνανται εἶναι ἄνευ γραμμῶν. καὶ ἐντεῦθεν ἀνάγουσι πάντα εἰς τοὺς ἀριθμοὺς καὶ τὰς ἰδέας λέγοντες οὕτως, οἷον τὴν γραμμὴν δυάδα, τὴν ἐπιφάνειαν τριάδα, τὸ δὲ στερεὸν τετράδα· καὶ τῶν παραδειγμάτων τούτων φασὶν εἶναι τοὺς ὁρισμούς, ἐπειδὴ εἴδη αὐτὰ ὑποτίθενται, καὶ οἱ μὲν αὐτῶν φασιν γραμμὴν εἶναι τὴν δυάδα καὶ παράδειγμα τῆς γραμμῆς τὴν δυάδα οἴονται, οἱ δὲ αὐτὸ τὸ εἶδος τῆς γραμμῆς φασιν εἶναι παράδειγμα τῆς γραμμῆς. 〈εἶτα〉 λοιπὸν ἐγκαλεῖ αὐτοῖς ὁ Ἀριστοτέλης λέγων ὅτι εἰ τὴν δυάδα φατὲ εἶδος καὶ παράδειγμα εἶναι καὶ τῆς δυάδος καὶ τῆς γραμμῆς, διὰ τί μὴ καὶ πλειόνων; καὶ συμβαίνει οὕτως ἓν εἶδος πολλῶν εἰδῶν ὑπάρχειν παράδειγμα καὶ πάντων, ἐπειδὴ οἱ Πυθαγόρειοι τὸν τέσσαρα ἔλεγον παράδειγμα εἶναι καὶ φιλίας καὶ δικαιοσύνης καὶ ἄλλων πλείστων. εἰ οὖν ἓν τὸ εἶδος πάντων, κατὰ δὲ τὰ εἴδη οἱ ὁρισμοί, ἔσται καὶ εἷς ὁρισμός. ὧν δὲ εἷς ὁρισμός, ἓν καὶ τὸ πρᾶγμα· καὶ οὕτως ἔσονται πάντα ἕν, ὅπερ ἄτοπον. λέγομεν οὖν ἡμεῖς ὅτι τοὺς λόγους τοὺς δημιουργικοὺς ἔλεγον ἐκεῖνοι τὰ παραδείγματα· οὔτε γὰρ ἀλόγως ποιεῖ ἡ δημιουργία ἅπερ ποιεῖ. συμβολικῶς οὖν ἐπρέσβευον, ἐπειδὴ ὥσπερ τὰ εἴδη περιοριστικὰ ὑπάρχουσι τῆς ὕλης, οὕτω δὲ καὶ οἱ ἀριθμοὶ μετρητικοὶ ὑπάρχουσιν ὧν εἰσιν ἀριθμοί. εἶτά φησιν ὁ Ἀριστοτέλης ὅτι ὁ ὁρισμὸς τῷ ὄντι τῶν εἰδῶν ἐστιν, οἷον τοῦ καθόλου ἀνθρώπου, ἐπειδὴ καὶ μέρος ἐκείνου ἐστὶ τὸ καθόλου σῶμα, τὸ ἐν τῇ νοήσει λαμβανόμενον δηλονότι· τοῦ γὰρ καθ’ ἕκαστα ὕλη ἐστίν, ἐπειδὴ καὶ χωρίζεται τοῦ σώματος ἡ ψυχή. † ἡ γὰρ πρότερα ὑπάρχουσι τὰ καθόλου τῶν μερῶν, καὶ οἱ ὁρισμοὶ δὲ τῶν καθόλου ὑπάρχουσιν, εἰσὶν ἄρα καὶ τὰ καθόλου, ἐν δὲ τοῖς καθ’ ἕκαστα τὸ εἶναι ἔχει, ὥσπερ καὶ ὁ ὁρισμὸς τοῦ θνητοῦ ἀεί ἐστι. διὸ τῶν ἀεί φησι γινομένων τοῦτο. ὥστε τῶν καθόλου εἰσὶν οἱ ὁρισμοὶ καὶ ἀεὶ ὑπάρχουσι καὶ ἀμερῆ εἰσὶ τὰ ὑποκείμενα. καὶ οὕτως οὖν ἐστι κύκλος νοητὸς ὁ καθόλου καὶ ὁ ἐν διαστάσει καὶ ὁ καθ’ ἕκαστα. ὁ οὖν κυρίως ὁρισμὸς τοῦ κύκλου † ἐπεὶ τὰ καθόλου ὡς οὐδὲ τῶν τμημάτων προσδεῖται· ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων ἁπάντων. εἶτα λοιπὸν ἀπορεῖ δύο ἀπορίας καὶ ὕστερον αὐτὰς ἐπιλύεται, μίαν μὲν ὅτι ἆρα, φησίν, ἔστι [γάρ] τις οὐσία ἁπλῆ αὐτὴ καθ’ αὑτὴν παρὰ τὸ σύνθετον, ἢ οὐκ ἔστι; καὶ δευτέραν ἀπορίαν τοιαύτην ὅτι ἐπειδὴ ὁρισμὸς πράγματός ἐστι διαιρετοῦ καὶ πολυδυνάμου, εἴτε σώματος ὑποθώμεθα διαιρετοῦ εἴτε σώματος πολυδυνάμου, πῶς συνάπτει τὸ μεριστὸν καὶ ποιεῖ αὐτὸ ἕν;2 τί οὖν, φησίν, ἐστὶ τὸ αἴτιον τῆς ἑνώσεως αὐτῆς;
“形式的部分究竟是哪些,哪些不是,这也合理地成为疑难。” 在上一段指出非质料形式的部分作为被采纳进其定义中的东西在先于整体,而受定义者的部分则在后于整体之后,他由此提出疑难,而且是合理地提出疑难,因为我们全然不知道非质料形式的部分究竟是哪些,复合体的部分又是哪些;既然事物未被知晓,我们又如何能够分辨呢?他说,因为这一点若不明朗,就无法定义各物,如果定义属于形式,而我们却不知道非质料且分离的形式的话。接着他说,在那些于多个基底中被观察到的事物上,是可能认识形式的部分的,例如在圆的情形中,因为圆既在青铜中、又在木料中〈并在石头中〉被观察到,因此这些并不是圆的部分;因为部分作为不可与整体分离者而存在,而质料则是从能够分离的形式中被分离之物。如果青铜是圆的部分,那么圆就绝不可能也在其他质料中被观察到;但它也在石头中被观察到;因此青铜不是圆的部分。那么它的部分究竟是哪些呢?显然是半圆;因为没有这些,圆就无法存在。因此,在某些事物上能够找到形式的部分;而在某些事物上则不可能,例如在人的情形中;因为人绝不会在没有肌肉、肌腱和骨骼的情况下被观察到;人也不会像圆那样在不同的基底中被观察到。因此我们无法给出动物的定义。确实,毕达哥拉斯学派的人以及主张理念的人甚至针对数学对象提出异议,这样说道:连这些也是无法定义的;因为它们的存在本身也是在诸线之中,例如圆和三角形,并且没有线就无法存在。因为正如动物没有肌肉和骨骼就无法存在一样,这些对象没有线也同样无法存在。他们由此将万物还原为数和理念,这样说道,例如称线为二,面为三,立体为四;并且他们主张定义属于这些范本,因为他们将它们设定为形式;他们中的一些人主张线是二,并认为二是线的范本,而另一些人则主张线的形式本身是线的范本。随后,亚里士多德责难他们说,如果你们说二是二和线的形式与范本,为何它不也是更多事物的范本呢?这样就会导致一个形式成为许多形式乃至万物的范本,因为毕达哥拉斯学派的人曾说四既是友谊的范本,也是正义的范本,还是极多其他事物的范本。如果万物的形式是一,而定义又是依照形式的,那么定义也将是一。凡定义为一者,其实情亦为一;如此万物将成为一,这是荒谬的。因此我们说,那些人所说的范本乃是创世的诸理则;因为创世制作其所制作者并非毫无理则。因此他们是以象征的方式主张的,因为正如形式对质料起限定作用,数对以它们为其数的事物也同样起度量作用。接着亚里士多德说,定义实际上属于形式,例如普遍的人,因为普遍的身体——显然是在思辨中被把握的身体——也是其一部分;因为个别的身体是质料,毕竟灵魂也会从身体中分离。†因为普遍者在先于部分,而定义属于普遍者,所以普遍者存在,但其存在是在个别事物之中,正如必死者的定义始终存在一样。†因此他说这是“在恒常生成的事物之中”的。因此定义属于普遍者,且恒常存在,而基底是没有部分的。因此,既有普遍的可思议的圆,也有在维度之中的圆,以及个别的圆。因此圆的严格定义,†既然普遍者甚至不需要线段†[……];在所有其他事物上亦同样如此。随后他提出两个疑难,并在其后予以解决:其一,他说,究竟在复合体之外是否存在某种自身独立的单纯实体,抑或不存在?其二则是这样的疑难:既然定义属于可分的、具有多种潜能的事物,无论我们设定可分的物体还是具有多种潜能的物体,[定义]如何将可分者联结并使其成为一呢?他说,这一结合本身的原因究竟是什么?
- 7.55τῶν δυναμένων εἰδῶν χωρίζεσθαι
分离属格 τῶν δυναμένων εἰδῶν 之后带有补充不定式 χωρίζεσθαι,用以界定质料是“从能够分离的形式中”被分离出来的东西。
- 7.55πῶς συνάπτει τὸ μεριστὸν καὶ ποιεῖ αὐτὸ ἕν;
疑问句中动词 συνάπτει 与 ποιεῖ 的逻辑主语是在前述从句中作为主题的 ὁρισμός(定义)。该结构构成了询问定义如何将可分之物结合为一个整体的核心句式。
