- 底本
- Asclepius, In Aristotelis Metaphysicorum Libros A-Z Commentaria. Commentaria in Aristotelem Graeca VI.2, ed. M. Hayduck, Berlin: Reimer 1888, pp. 1-452. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:415.34-417.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
本节注解亚里士多德《形而上学》卷Z第10章末尾(1035b31–1036a13),阐释非质料形式与复合体在定义、部分和质料上的区分,对比感知质料与理知质料,并阐明就整体与部分孰先孰后这一问题应如何作审慎的区别应答。
" Μέρος μὲν οὖν ἐστι καὶ τοῦ εἴδους." Φησὶν ὅτι ἐστὶ μέρος καὶ τοῦ εἴδους τοῦ ἀύλου, διό φησι τὸ τί ἦν εἶναι· τῶν γὰρ εἰδῶν οἱ ὁρισμοὶ ὑπάρχουσιν· εἰσὶ δὲ μέρη καὶ τοῦ εἴδους τοῦ συνθέτου καὶ τῆς ὕλης. ἐπὶ δὲ τοῦ ἀύλου εἴδους τὰ τοῦ λόγου μέρη τοῦ εἴδους μόνου ἐστίν· οὐ γὰρ τοῦ συνθέτου·1 ἄυλον γὰρ ὑπέθεντο τὸ εἶδος, οἱ δὲ ὁρισμοί, ὡς μεμαθήκαμεν ἐν τῇ Ἀποδεικτικῇ, τῶν καθόλου εἰσὶ καὶ τῶν εἰδῶν. ταὐτὸν γάρ ἐστι τὸ κύκλῳ εἶναι καὶ κύκλος, καὶ ψυχῇ εἶναι καὶ ψυχή· ἁπλᾶ γάρ εἰσι τὰ ἄυλα εἴδη, καὶ συντρέχει ὁ ὁρισμὸς τῷ εἴδει, ὡς ἀνωτέρω ἐμάθομεν. τοῦ τοίνυν συνθέτου κύκλου τοῦ χαλκοῦ καὶ τῶν καθ’ ἕκαστα αἰσθητῶν ἢ μαθηματικῶν, πάντων, φησί, τῶν τοιούτων οὐκ ἔστιν 〈ὁρισμός, ἀλλὰ μετὰ νοήσεως ἢ αἰσ〉θήσεως γνωρίζονται·2 φθαρέντα δὲ οὐκέτι δῆλόν ἐστι πότερον ἔστιν ἢ οὔ· οἱ δὲ ὁρισμοὶ τῶν ἀεὶ ὄντων ὑπάρχουσιν, ὥστε διὰ τοῦ καθόλου λόγου καὶ ταῦτα γνωρίζονται διὰ τὸν ἁπλοῦν κύκλον ἢ τὸ ἁπλῶς τρίγωνον. καὶ γὰρ καὶ τὰ μαθηματικὰ τὰ ἐν τῇ ὕλῃ φθείρονται, ἅτε δὴ ἐν τῇ ὕλῃ ὑπάρχοντα. ἡ δὲ ὕλη ἀγνοίας ἐστὶν αἰτία. τῆς δὲ ὕλης, φησίν, ἡ μὲν ἐστιν αἰσθητή, ἡ δὲ νοητή· αἰσθητὴ μὲν οἷον χαλκός, ξύλον καὶ πᾶσα ἡ κινητὴ ὕλη, ἡ δὲ νοητὴ ἡ ἐν τοῖς αἰσθητοῖς ὑπάρχουσα, καθὸ αἰσθητά, οἷον τὰ μαθηματικά. κύκλον γὰρ νοῶ ἐν τῷ σώματι, καὶ ἐξ ἀφαιρέσεως αὐτὸν λαμβάνω· τοιαῦτα δὲ τὰ μαθηματικά. ὥστε αὐτάρκη εἰρήκαμεν περὶ ὅλου καὶ μέρους, καὶ πότερον πρότερον τὸ μέρος ἢ τὸ ὅλον.
“因此部分也是形式的部分。” 他说,[部分]也是非质料形式的部分,因此他说“本质”;因为定义属于形式;但既有复合体形式的部分,也有质料的部分。然而在非质料形式的情形中,定义的各部分仅属于形式;因为它们不属于复合体;因为他们设定形式是非质料的,而定义,如我们在《后分析篇》中所学到的,属于普遍者和形式。因为“圆之为圆”与圆是同一的,“灵魂之为灵魂”与灵魂是同一的;因为非质料形式是单纯的,且定义与形式重合,正如我们在上文所学到的。因此,关于青铜的复合圆,以及各个别感知事物或数学事物,他说,所有这类事物并无〈定义,而是伴随思想或感知〉被认识的;而当它们毁灭后,它们存在与否便不再明朗;但定义属于恒常存在之物,因此通过普遍定义,这些事物也通过单纯的圆或单纯的三角形被认识。因为即便是质料中的数学事物也会毁灭,正因它们存在于质料之中。而质料是不可知的原因。他说,质料有一种是感知的,另一种是理知的:感知质料如青铜、木料及一切可运动的质料,而理知质料则是存在于感知事物中、就其作为感知事物而言的质料,例如数学事物。因为我在物体中思索圆,并通过抽象把握它;而数学事物便是此类。因此关于整体与部分,以及究竟是部分在先还是整体在先,我们已经说得足够了。
"Πρὸς δὲ τὴν ἐρώτησιν." Ὡς φησιν ὁ ἡμέτερος διδάσκαλος ὅτι ἐνταῦθα τὰ αὐτὰ λέγει ἔτι σαφέστερον ποιῶν τὸν λόγον. καί φησιν ὅτι ἐάν τις ἡμᾶς ἔρηται πότερον ἡ ὀρθὴ καὶ ὁ κύκλος καὶ τὸ ζῷον καὶ ἁπλῶς εἰπεῖν τὰ ὅλα πρότερα ὑπάρχουσιν ἢ τὰ μέρη αὐτῶν, οὐ δεῖ ἁπλῶς καὶ ἀβασανίστως ἀποκρίνεσθαι. εἰ μὲν γάρ ἐστι καὶ ἡ ψυχὴ ζῷον καὶ μέρος τοῦ ἐμψύχου τὸ ζῷον (ἡ ἑκάστου γὰρ ψυχή, ᾗ ἕκαστόν ἐστι), καὶ πάλιν μέρος τοῦ κύκλου ἐστὶ τὸ εἶναι κύκλῳ, καὶ ὀρθῆς τὸ ὀρθῇ εἶναι, τουτέστι τὸ ἄυλον εἶδος τῆς ὀρθῆς, ἐὰν οὖν, φησίν, ἔρηταί τις ἡμᾶς, φατέον ὕστερα εἶναι ἐκεῖνα τῶν ἐν τῷ ὁρισμῷ † τὰ μέρη παραλαμβάνονται·3 εἰς γὰρ τὸν ὅρον τῆς τινὸς ὀρθῆς, οἷον τῆς χαλκῆς, παραλαμβάνεται ἡ ἁπλῶς ὀρθή, ὥστε προτέρα ὑπάρχει καὶ ἐν ταῖς γραμμαῖς ταῖς καθ’ ἕκαστα ἡ ἁπλῶς γραμμή. ἡ τοίνυν ἄνευ ὕλης, τουτέστιν ἡ καθόλου, ὑστέρα ἐστὶν ἐκείνων τῶν παραλαμβανομένων εἰς * * * ὥσπερ ψυχὴ τοῦ ζῴου, εἰ παραλαμβάνοιτο τὸ ζῷον εἰς τὸν ὁρισμὸν τῆς ψυχῆς· τῶν δὲ καθ’ ἕκαστα μορίων προτέρα, ἅτε δὴ καὶ εἰς τὸν ὁρισμὸν αὐτῶν παραλαμβανομένη, ὡς ἀνωτέρω εἴρηται. εἰ δὲ ἑτέρα ἐστὶν ἡ ψυχὴ παρὰ τὸ ζῷον, οὐ δεῖ λέγειν πρότερον τὸ ζῷον, † ὥστε ἐντεῦθεν κρίνονται, οὕτως δεῖ λέγειν τὰ μὲν πρότερα εἶναι τὰ δὲ οὔ. [ἰστέον ὅτι ὁ πυρετὸς ἡνίκα ἐπιπόλαιός ἐστι, τότε συμβεβηκὸς ὑπάρχει, ἡνίκα δὲ φθείρει τὸ ὑποκείμενον, οὐκ ἔστι συμβεβηκός, εἴ γε φθαρτικός ἐστι τῆς οὐσίας. τὰ γὰρ πράγματα ἐκ τῶν τελῶν χαρακτηρίζονται, οἷον ποσὸν λέγομεν τὸ εἰς μέγεθος τελευτῆσαν, καὶ ποιὸν τὸ εἰς χρῶμα. οὕτως οὖν καὶ συμβεβηκός ἐστι τὸ 〈μὴ〉 φθεῖραν τὸ ὑποκείμενον. εἰ τοίνυν ὁ πυρετὸς φθείρει τὴν οὐσίαν, οὐκ ἄρα συμβεβηκός ἐστιν.]
“然而针对这一问题。” 正如我们的老师所说,在这里他述说着同样的事情,使论述更加清楚。他说,如果有人问我们,究竟直角、圆、动物以及简言之整体在先于它们的部分而存在,还是它们的部分[在先于它们],我们不可单纯且不加审察地回答。因为如果灵魂也是动物,且动物是有生命者的部分(因为各物的灵魂就是各物之所以为各物者),而且圆的部分又是“圆之为圆”,直角的部分又是“直角之为直角”,亦即直角之非质料形式,那么他说,如果有人问我们,就必须说那些事物在后于其定义中†部分被采纳†的事物;因为在某一特定直角(例如青铜直角)的定义中,绝对的直角被采纳,因此在各个别的线之中,绝对的线也是在先的。因此,无质料者、亦即普遍者,在后于那些被采纳进[……]的事物,如同在动物被采纳进灵魂的定义中时灵魂相对于动物;但它在先于各个别的组成部分,因为它也被采纳进它们的定义中,正如上文所言。但若灵魂有别于动物,就不可说动物是在先的,†从而由此判定†;必须以这种方式说有些是在先的,有些则不是。[应当知道,发热当其停留于表层时,它作为偶性而存在;但当它毁灭底层基质时,它便不是偶性,若它确是毁灭实体的。因为事物是由其终极目的来表征的,例如我们称终结于大小者为数量,终结于颜色者为性质。因此,偶性也是〈未〉毁灭底层基质者。如果发热毁灭实体,那么它就不是偶性。]
- 7.53ἐπὶ δὲ τοῦ ἀύλου εἴδους τὰ τοῦ λόγου μέρη τοῦ εἴδους μόνου ἐστίν· οὐ γὰρ τοῦ συνθέτου
介词短语 ἐπί 带属格引出所论及的领域(“在……的情形中”)。主句中 τὰ τοῦ λόγου μέρη 为主语,τοῦ εἴδους μόνου 为表语性属格(表示所有/归属);随后的 οὐ γὰρ τοῦ συνθέτου 同样承前省略 ἐστίν,延续表语性属格结构。
- 7.53οὐκ ἔστιν 〈ὁρισμός, ἀλλὰ μετὰ νοήσεως ἢ αἰσ〉θήσεως γνωρίζονται
此处为校勘者填补手抄本脱文之处。在 πάντων τῶν τοιούτων 之后,否定句 οὐκ ἔστιν 接补出的主语 ὁρισμός,而 ἀλλά 之后的从句则以被提及的复数复合事物为主语,连接被动语态复数动词 γνωρίζονται。
- 7.54ἐὰν οὖν, φησίν, ἔρηταί τις ἡμᾶς, φατέον ὕστερα εἶναι ἐκεῖνα τῶν ἐν τῷ ὁρισμῷ † τὰ μέρη παραλαμβάνονται
动词性形容词 φατέον 支配带宾格的不定式结构,以 ἐκεῖνα 为主格受词(宾格主语),ὕστερα 为表语,后接比较属格 τῶν...。十字符(crux)所标示处关系从句语法受损,但整体句式骨架表明,那些事物后于其定义中吸收了部分的事物。
