- 底本
- Asclepius, In Aristotelis Metaphysicorum Libros A-Z Commentaria. Commentaria in Aristotelem Graeca VI.2, ed. M. Hayduck, Berlin: Reimer 1888, pp. 1-452. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:414.27-415.33
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿斯克勒庇俄斯在对1035b3的注解中,通过直角与锐角、圆与半圆以及身体器官等例证,论述了包含在定义中的形式部分在先于整体,而作为复合体的质料部分则在后于整体,但心脏和大腦等主导部分则与整体共存。
" Εἴρηται μὲν οὖν καὶ νῦν τὸ ἀληθές." Ἤδη, φησίν, εἴρηται τὸ ἀληθὲς περὶ τῶν μερῶν, ὅτι τὰ συναναιροῦντα, μὴ συναναιρούμενα δὲ πρότερα ὑπάρχουσιν· ὅμως δὲ δεῖ ἡμᾶς ἔτι σαφέστερον περὶ τούτων εἰπεῖν. ὅσα μὲν γὰρ μέρη ὑπάρχουσι τοῦ λόγου, ὡς ἔδειξεν ἡ θεωρία, ἢ πάντα ἢ ἔνια.1 καλῶς δὲ προστέθεικε τὸ ἔνια, ἐπειδὴ πολλάκις ὁριζόμενοι τὸ εἶδος συμπεριλαμβάνομεν καὶ μέρη τοῦ συνθέτου, ἅτινα ὕστερα ὑπάρχουσιν, οἷον ζῷον ἄλογον χρεμετιστικόν. εἰ οὖν ὁριζόμενοι τὴν ὀρθὴν * * * ὁριζόμενοι δὲ τὴν ὀξεῖαν δεόμεθα τῆς ὀρθῆς, λέγοντες ἡ ἐλάττων ὀρθῆς, δῆλον ὅτι πρότερόν ἐστιν ἐνταῦθα τὸ ὅλον τοῦ μέρους, τουτέστιν ἡ ὀρθὴ τῆς ὀξείας. ὁμοίως δὲ καὶ κύκλος καὶ ἡμικύκλιον ἔχουσιν· ὁριζόμενοι γὰρ τὸ ἡμικύκλιον κεχρήμεθα τῷ κύκλῳ, οὐκἔτι ἀνάπαλιν. ὁμοίως καὶ ἐπὶ τοῦ δακτύλου· τὸ γὰρ τοιόνδε μέρος τοῦ ἀνθρώπου δάκτυλος ὑπάρχει. ὥστε τὰ μὲν μέρη τοῦ συνθέτου ὕστερα τοῦ ὅλου ὑπάρχουσι. τὰ δὲ μέρη τοῦ ἀύλου εἴδους πρότερα ἢ πάντα ἢ ἔνια, ὡς εἰρήκαμεν, ἐπειδὴ τῶν ζῴων προτέρα ἐστὶν ἡ ψυχή· τοῦτο γάρ ἐστι τὸ ἄυλον εἶδος τοῦ ἐμψύχου· τὸ γὰρ εἶδος τοῦ ἐμψύχου σώματος ἡ ψυχή ἐστιν. ἀμέλει τοι ἕκαστον μέρος τοῦ σώματος ἐὰν δεόντως ὁρίζηται, οὐκ ἄνευ τοῦ οἰκείου ἔργου καὶ τῆς οἰκείας ἐνεργείας ὁρισθήσεται· αὕτη δὲ ἡ ἐνέργεια οὐχ ὑπάρχει τῷ μορίῳ ἄνευ ψυχῆς· ὥστε τὰ τῆς ψυχῆς μέρη, ἐπειδὴ ἄυλον εἶδός ἐστι, πρότερα ὑπάρχει τοῦ ὅλου ζῴου ἢ πάντα ἢ ἔνια· καὶ καθ’ ἕκαστον δὲ ζῷον ὁμοίως ὁ αὐτὸς λόγος ὑπάρχει. τὸ μέντοι γε σῶμα καὶ τὰ μόρια αὐτοῦ ὕστερα ὑπάρχουσι τοῦ ὅλου, καὶ διαιρεῖται εἰς ταῦτα τὰ μόρια τὸ σύνθετον ὡς ὕλην, ὁ Σωκράτης εἰς χεῖρας καὶ πόδας καὶ κεφαλήν, οὐκ αὐτὸ τὸ εἶδος δηλῶν ἀλλὰ τὸ σύνθετον.2 ὥστε τοῦ συνθέτου τὰ μέρη κατὰ τὶ μὲν πρότερα ὑπάρχουσι, κατὰ τὶ δὲ οὔ. τὰ γὰρ μέρη τοῦ σώματος οὐ δύνανται ὑποστῆναι αὐτὰ καθ’ αὑτὰ ἄνευ τοῦ ὅλου. οὐ γὰρ ὁ παντοίως ἔχων δάκτυλος δάκτυλος ζῴου ἐστίν· ὁ γὰρ τοῦ τεθνεῶτος δάκτυλος ὁμωνύμως ἐστὶ δάκτυλος μηδὲν ἔτι διαφέρων τοῦ λιθίνου· οὐδὲ γὰρ ποιεῖ τὰ τοῦ δακτύλου. ἔνια δὲ τῶν μορίων ἅμα συνυπάρχουσι τῷ ὅλῳ, ὅσα κύρια ὑπάρχουσι καὶ ἐν οἷς πρώτως θεωρεῖται τὸ εἶδος, οἷον καρδία καὶ ἐγκέφαλος· διαφέρει γὰρ οὐδέν, εἴτε ἐν τῇ καρδίᾳ, φησί, τὸ ἡγεμονικὸν ὑποθώμεθα εἴτε ἐν ἐγκεφάλῳ, πλὴν ὅτι ἀναιρούμενα συναναιροῦσι τὸ ὅλον. ὁ δὲ ἄνθρωπος ὁ ἁπλῶς καὶ ὁ ἵππος ἐπὶ τῶν καθ’ ἕκαστα θεωροῦνται· καθόλου δὲ οὐκ ἔστιν οὐσία, ὡς εἰρήκαμεν ἐν τῇ θεωρίᾳ, ἀλλὰ τὸ σύνθετον γίνεται τὸ ἁπλῶς ἐκ τουδὶ τοῦ λόγου οἷον τοῦ ἀνθρωπείου τοῦ ζῴου λογικοῦ θνητοῦ καὶ τησδὶ τῆς ὕλης ὡς καθόλου, ἐπειδὴ οὐ τὴν καθ’ ἕκαστα ὕλην ἐλάμβανε· διό φησι καθ’ ἕκαστον δὲ ἐκ τῆς ἐσχάτου ὕλης, τουτέστιν ἐκ τῆς ἀτόμου. ἐκ ταύτης οὖν ὁ Σωκράτης γίνεται, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως τῶν καθ’ ἕκαστα ζῴων.
“因此真理如今也已述及。” 他说,关于部分的真理已经述及,即那些共同毁灭而不被共同毁灭的要素是在先存在的;但我们仍须对这些事情说得更加清楚一些。因为凡是作为定义的组成部分者,如理论考查所表明的,或者全部或者一部分[是在先的]。他恰当地加上了“一部分”,因为我们在定义形式时往往也会把属于复合体的各部分包含进来,而这些部分是在后的,例如“无理性的能嘶叫的动物”。因此,如果在定义直角时[……],而我们在定义锐角时却需要直角,说锐角是“小于直角者”,那么很明显,在此处整体在先于部分,亦即直角在先于锐角。圆和半圆的情况亦相同;因为在定义半圆时我们使用了圆,反过来却不再如此。在手指的情形中亦相同;因为手指是人的这样那样的部分。因此复合体的各部分在后于整体。但正如我们所说,非质料形式的部分或者全部或者一部分是在先的,因为灵魂在先于动物;因为这便是有灵魂者的非质料形式;因为灵魂是有生命肉体的形式。诚然,身体的每个部分若要得到恰当的定义,就不能脱离其特有的功能与特有的现实活动而被定义;而若没有灵魂,这种现实活动便不存在于该肢体之中;因此灵魂的部分既然是非质料的形式,就或者全部或者一部分在先于整个动物;并且就每一个别动物而言,同样的道理亦同样成立。然而肉体及其各部分则在后于整体,并且复合体被分割为作为质料的这些部分,如同苏格拉底[被分割为]手、足和头,这不是指示形式本身而是指示复合体。因此复合体的各部分在某种意义上是在先的,在某种意义上则不是。因为身体的各部分在没有整体的情况下无法自身独立持存。因为并非处于任何状态的手指都是动物的手指;死者的手指只是同名异义的手指,与石手指再无分别;因为它并不执行手指的功能。但某些部分与整体同时共存,即那些主要的、并且形式最初在其中显现的部分,例如心脏和大脑;他说,无论我们把主导中心假定在心脏还是在大脑中,都毫无分别,只是它们若被毁灭就会将整体一并毁灭。而单纯的人和单纯的马是在各个个别事物中被考察的;如我们在理论考查中所说,普遍并不是实体,而是单纯的复合体由这个定义——例如人的定义,即理性的会死的动物——和作为普遍的这种质料所生成,因为他并未取个别的质料;因此他说个别事物是由最终质料、即由不可分的质料生成的。因此苏格拉底便是由这种质料生成的,在其他个别动物的情形中亦同。
- 7.52ὅσα μὲν γὰρ μέρη ὑπάρχουσι τοῦ λόγου, ὡς ἔδειξεν ἡ θεωρία, ἢ πάντα ἢ ἔνια.
与关系从句 ὅσα... ὑπάρχουσι τοῦ λόγου 相应的主句谓语(如 πρότερά ἐστι)在此被省略。根据前句的 πρότερα ὑπάρχουσιν 以及后文平行的 πρότερα ἢ πάντα ἢ ἔνια,可补足出“凡是定义的组成部分,或者全部或者一部分是在先的”之意。
- 7.52οὐκ αὐτὸ τὸ εἶδος δηλῶν ἀλλὰ τὸ σύνθετον
阳性单数主格分词 δηλῶν 在语法上既可与紧邻的名词“苏格拉底”(ὁ Σωκράτης)一致,也可指说话者(亚里士多德)。在上下文语境中,它被理解为修饰“苏格拉底”这一主体或名辞,表示“[苏格拉底这一名辞]指示的不是形式本身而是复合体”。
