- 底本
- Asclepius, In Aristotelis Metaphysicorum Libros A-Z Commentaria. Commentaria in Aristotelem Graeca VI.2, ed. M. Hayduck, Berlin: Reimer 1888, pp. 1-452. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:413.28-414.26
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
在注解亚里士多德《形而上学》1035b3及后续内容时,阿斯克勒庇俄斯针对部分与整体的先后次序这一疑难,通过区分非质料形式与具质料形式,并根据是否纳入定义这一标准厘清了两者的优先关系。
" Εἴρηται μὲν οὖν καὶ νῦν τὸ ἀληθές, ὅμως δὲ ἔτι σαφέστερον εἴπωμεν." Ἐντεῦθεν τὴν δευτέραν ἀπορίαν ἐπιλύεται τὴν περὶ τῶν μερῶν, ἡνίκα ἐζήτει εἴτε πρότερα τὰ μέρη τοῦ ὅλου εἰσίν, εἴτε τὸ ὅλον τῶν μερῶν. καί φησιν ὅτι διττόν ἐστι τὸ εἶδος, τὸ μὲν ἔνυλον τὸ δὲ ἄυλον, οἷον ὡς ἐπὶ ἀνθρώπου ἐστὶν ἄυλον εἶδος ἡ ψυχή, ἔνυλον δὲ εἶδος τὸ ζῷον λογικὸν θνητόν. τὰ μέρη οὖν τοῦ ἀύλου εἴδους πρότερα ὑπάρχουσι τοῦ ὅλου. εἰ γὰρ τὸ εἶδος τὸ ἄυλον πρότερόν ἐστι τοῦ συνθέτου,1 τοῦ δὲ ἐνύλου εἴδους πρότερα ὑπάρχουσι τὰ μέρη αὐτοῦ, εἴ γε εἰς τὸν ὁρισμὸν αὐτοῦ παραλαμβάνονται, τὰ δὲ εἰς τὸν ὁρισμόν τινος παραλαμβανόμενα πρότερα ὑπάρχουσι. πολλῷ ἄρα μᾶλλον τὰ μέρη τοῦ ἀύλου εἴδους πρότερα ὑπάρχουσι τοῦ συνθέτου * * * ὕστερα δέ εἰσι τοῦ ὅλου, οἷον δάκτυλος, ὀφθαλμός, ἐπειδὴ ὁριζόμενοι αὐτὰ συμπεριλαμβάνομεν τὸ ὅλον. εἰ μὴ γὰρ οὕτως ὁρισόμεθα αὐτά, ὡς ὄργανον ζῴου, εἰ τύχοι, τὴν χεῖρα, οὐδὲν διαφέρει λιθίνης χειρός. ὥστε λέγομεν ὅτι χείρ ἐστιν ὄργανον ἀντιληπτικὸν ἀνθρώπου. οὐ πάντα δὲ τὰ μόρια ὕστερα ὑπάρχουσιν· ἡ γὰρ καρδία καὶ ὁ ἐγκέφαλος ἅμα τῷ παντὶ ὑπάρχουσιν, ἐπειδὴ καὶ συνυπάρχει ἡ αἴσθησις τῷ ἐγκεφάλῳ καὶ συναπόλλυται αὐτῷ. εἶτα ζητεῖ, ἆρα, ὥσπερ ἡ ψυχὴ αὐτὴ καθ’ αὑτὴν ὑφέστηκεν, οὕτως καὶ τὸ ἀνθρώπειον εἶδος· ὁμοίως καὶ ἐπὶ τῶν ἄλλων εἰδῶν. καί φησιν ὅτι ὁ καθόλου ἄνθρωπος καὶ ὁ καθόλου ἵππος ἐπὶ τῶν καθ’ ἕκαστα * * καθόλου δὲ οὐκ ἔστιν οὐσία. λέγει δὲ καθόλου μὴ εἶναι οὐσίαν τὴν ὑστερογενῆ τὴν ἐν τῇ φαντασίᾳ,2 καθ’ ἣν ἔχομεν τὸ εἶδος ἁπλῶς τοῦ ἀνθρώπου. τὸ γὰρ εἶδος τῷ ὄντι ἀνυπόστατόν ἐστιν αὐτὸ καθ’ αὑτὸ καὶ ἐν μόνῃ τῇ ἡμετέρᾳ φαντασίᾳ ἔχον τὸ εἶναι. ἐὰν οὖν ἔρηταί τις ἡμᾶς, φησί, πότερον τὰ μέρη πρότερα ὑπάρχουσι τοῦ ὅλου ἢ τὸ ἀνάπαλιν, ἐροῦμεν πρὸς αὐτὸν ὅτι εἰ μὲν τὰ μέρη εἰς τὸν ὁρισμὸν παραλαμβάνονται τοῦ ὅλου, πρότερα ὑπάρχουσιν, εἰ δὲ τὸ ὅλον εἰς τὸν ὁρισμὸν τῶν μερῶν, τὸ ὅλον ἐστὶ πρῶτον τῶν μερῶν. διὸ τῆς ψυχῆς πρότερόν ἐστι τὸ ζῷον, εἴ γε παραλαμβάνοιτο εἰς τὸν ὁρισμὸν τῆς ψυχῆς τὸ ζῷον, καὶ πάλιν ἡ ψυχὴ προτέρα τοῦ ὅλου, εἰ παραλαμβάνοιτο εἰς τὸν ὁρισμὸν τοῦ ὅλου. ὁμοίως δὲ καὶ τὸ ἄυλον εἶδος τοῦ κύκλου πρότερον ὑπάρχει τοῦ ἁπλῶς κύκλου καὶ ἐνύλου, ἐπειδὴ παραλαμβάνεται εἰς τὸν ὁρισμὸν αὐτοῦ, καὶ ἡ ἄυλος ὀρθὴ τῆς ἁπλῶς ὀρθῆς· ἡ μέντοι ἁπλῶς ὀρθὴ τῆς χαλκῆς ὀρθῆς, καὶ ὁ ἁπλῶς κύκλος τοῦ χαλκοῦ κύκλου.
“因此真理如今也已述及,但我们仍要说得更加清楚一些。” 从这里起,他解决了关于部分的第二个疑难,当时他探究的是究竟部分在先于整体,还是整体在先于部分。他说形式是双重的,一种是具质料的,另一种是非质料的;例如就人而言,灵魂是非质料的形式,而理性的会死的动物则是具质料的形式。因此非质料形式的部分在先于整体。因为如果非质料形式在先于复合体,而具质料形式的部分若被纳入其定义中便在先于该形式——因为被纳入某物定义中的要素是在先存在的——,那么非质料形式的部分远更为在先于复合体[……]。但[某些部分]在后于整体,例如手指和眼睛,因为我们在定义它们时把整体一并包含在内。因为倘若我们不这样去定义它们,比如说不把手定义为动物的器官,它就与石手毫无分别。因此我们说,手是人用于抓握的器官。但并非所有部分都是在后的;因为心脏和大脑与整体同时存在,因为感觉与大脑共存并与之共同消灭。随后他探究,是否正如灵魂自身独立持存一样,人的形式也是如此;在其他形式上亦同。他说,普遍的人和普遍的马在各个个别事物之上[……],但普遍并不是实体。然而他所说的并非实体的普遍,是指构想力中的后生者,依据它我们具有单纯的人的形式。因为形式在实情上就其自身而言并非独立自存的,而仅仅在我们的构想力中具有其存在。他说,因此如果有人问我们,究竟是部分在先于整体,还是相反,我们将对他说:如果部分被纳入整体的定义中,部分就是在先的;但如果整体被纳入部分的定义中,整体就先于部分。因此,如果动物被纳入灵魂的定义中,动物就在先于灵魂;反过来,如果灵魂被纳入整体的定义中,灵魂就在先于整体。同样地,圆的非质料形式也在先于单纯的圆以及具质料的圆,因为它是被纳入其定义中的;而非质料的直角[在先于]单纯的直角;不过,单纯的直角[在先于]青铜的直角,而单纯的圆[在先于]青铜的圆。
- 7.51εἰ γὰρ τὸ εἶδος τὸ ἄυλον πρότερόν ἐστι τοῦ συνθέτου
由 εἰ γὰρ 引导的条件句结构。在主句 πολλῷ ἄρα μᾶλλον 之前插入了陈述理由的从句(τὰ δὲ εἰς τὸν ὁρισμόν τινος παραλαμβανόμενα...);尽管存在文本脱落( *),该结构与下文的 ὕστερα δέ εἰσι τοῦ ὅλου 构成对比。其核心逻辑框架为:如果非质料形式在先且构成定义的要素在先,则非质料形式的部分远更为在先于复合体。
- 7.51λέγει δὲ καθόλου μὴ εἶναι οὐσίαν τὴν ὑστερογενῆ τὴν ἐν τῇ φαντασίᾳ
带有不定式的双重宾语结构。受 λέγει 支配的宾语是 καθόλου(“普遍”),否定不定式短语 μὴ εἶναι οὐσίαν 作述谓成分。后接的阴性单数宾格短语 τὴν ὑστερογενῆ τὴν ἐν τῇ φαντασίᾳ 作为同位限定语,指明所指的是何种普遍(阴性形式受隐含的名词如 οὐσία 或概念的引力所致)。
