- 底本
- Asclepius, In Aristotelis Metaphysicorum Libros A-Z Commentaria. Commentaria in Aristotelem Graeca VI.2, ed. M. Hayduck, Berlin: Reimer 1888, pp. 1-452. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:412.9-413.27
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿斯克勒庇俄斯注释了亚里士多德在Bekker 1034b32通过引入“部分”的多重涵义来化解第一个疑难之处,解释了质料是复合体的部分而非可分离形式本身的部分(因而不进入定义),并区分了音节的字母等形式部分与圆的分块等质料部分。
" Ἢ πολλαχῶς λέγεται τὸ μέρος." Ἐντεῦθεν τὴν προτέραν ἀπορίαν ἐπιλύεται, καί φησιν ὅτι τὸ μέρος πολλαχῶς λέγεται. λέγεται γὰρ μέρος τὸ καταμετροῦν τὸ ὅλον, ὥσπερ * * * τὸ δὲ σημαινόμενον τοῦτο τοῦ μέρους ἀφείσθω τὰ νῦν ὡς μηδὲν συμβαλλόμενον. ἐξ ὧν δὲ ἡ οὐσία ἐστὶν ὡς μερῶν, ταῦτα ἐπισκεπτέον,1 τουτέστι τὴν ὕλην καὶ τὸ εἶδος· ταῦτα γὰρ μέρη τοῦ συνθέτου ὑπάρχουσιν. εἰ τοίνυν ἐστὶ τὸ μὲν ὕλη2 τὸ δὲ εἶδος, δῆλον ὅτι καὶ ἡ οὐσία ἐκ τῆς τούτων συμπλοκῆς. ἡ οὖν ὕλη τοῦ μὲν συνθέτου λέγεται μέρος, τοῦ δὲ εἴδους αὐτοῦ καθ’ αὑτὸ οὐ λέγεται εἶναι μέρος. οἷον τῆς μὲν κοιλότητος οὐκ ἔστι μέρος ἡ σάρξ, ἐπειδὴ ἡ κοιλότης, ὡς εἴρηται ἐν τῇ θεωρίᾳ, δύναται καὶ αὐτὴ καθ’ αὑτὴν λαμβάνεσθαι· ἡ γὰρ σάρξ ἐστιν ὕλη τῆς κοιλότητος, ἡνίκα γένηται ἐν αὐτῇ· τῆς δὲ σιμότητος μέρος λέγεται εἶναι ἡ ὕλη, ἐπειδὴ οὐ δυνατὸν ἄνευ ὕλης θεωρεῖσθαι τὴν σιμότητα· εἰσάγει γὰρ πάντως ῥῖνα. οὕτως οὖν καὶ τοῦ συνόλου ἀνδριάντος μέρος ἐστὶν ὁ χαλκός. τοῦ δὲ εἴδους αὐτοῦ καθ’ αὑτὸ τοῦ ἀνδριάντος οὐ λέγεται εἶναι μέρος ὁ χαλκός. λεκτέον γὰρ τὸ εἶδος (ἀντὶ τοῦ ὁριστέον) καὶ καθὸ εἶδος ἔχει ἕκαστον, ὅταν δύνηται χωρίζεσθαι τῆς ὕλης,3 τὸ δὲ ὑλικὸν οὐ δεῖ ὁρίζεσθαι, ὅταν δύνηται χωρίζεσθαι τὸ εἶδος αὐτοῦ. πότε δὲ δύναται χωρίζεσθαι; ὅταν μὴ μέρος λαμβάνηται ἡ ὕλη τοῦ εἴδους. διὰ τοῦτο οὖν ὁ τοῦ κύκλου ὁρισμὸς οὐκ ἔχει τὸν τῶν τμημάτων, ὁ δὲ τῆς συλλαβῆς περιλαμβάνει τὸν τῶν στοιχείων· τὰ μὲν γὰρ στοιχεῖα τοῦ λόγου μέρη ὑπάρχουσι τοῦ εἴδους καὶ οὐχ ὕλη, τὰ δὲ τμήματα τοῦ κύκλου οὕτως μέρη ὑπάρχουσιν [οὔτε] ὡς ὕλη, ἐπειδὴ δύναται χωρίζεσθαι ἐφ’ οἷς τμήμασιν ἐπιγίνεται τὸ τοῦ κύκλου εἶδος.4 τὰ γοῦν τμήματα πλησιάζουσι μᾶλλον τῷ εἴδει τοῦ κύκλου ἤπερ ὁ χαλκός, ἐπειδὴ δύναται καὶ ἐν χρυσῷ εἶναι ὁ αἰσθητὸς κύκλος, ἄνευ δὲ τμημάτων εἶναι οὐ δύναται, ὅταν ἐν χαλκῷ κύκλῳ γένηται. ἰστέον δὲ ὅτι οὐδὲ τὰ στοιχεῖα πάντα τῆς συλλαβῆς ἐμπεριέχεται ἐν τῷ ὁρισμῷ αὐτῆς, οἷον ταδὶ τὰ κήρινα, ὥς φησιν αὐτός, ἢ τὰ ἐν ἀέρι. γράφονται γὰρ καὶ συλλαβαὶ ἐν κηρῷ καὶ ἐν χάρτῃ, καὶ τότε ὁ κηρὸς γίνεται μέρος αὐτῶν· καὶ ὅμως οὐ λαμβάνονται ἐν τῷ ὁρισμῷ αὐτῶν. ἰστέον δὲ ὅτι ἡ * * * διαιρουμένη δίχα καὶ ὁ ἄνθρωπος διαιρούμενος εἰς σάρκας καὶ νεῦρα καὶ ὀστέα φθείρονται ὡς σύνθετα, τὸ δὲ ἄυλον εἶδος τοῦ ἀνθρώπου οὐ φθείρεται, οἷον ἡ λογικὴ ψυχή· οὔτε γὰρ ἡ ἄυλος γραμμή. τὰ οὖν ἔνυλα εἴδη ἐκ τούτων ὑπάρχουσι τῶν συνθέτων· τοῦ μὲν γὰρ συνόλου μέρη ὑπάρχουσι, τοῦ δὲ εἴδους τοῦ χωριστοῦ οὐκέτι· διὸ ὡς ἀλλότρια λαμβάνονται ἐν τῷ ὁρισμῷ τοῦ εἴδους. διὰ τοῦτο οὖν ἐπὶ μὲν τῶν ἀύλων εἰδῶν οὐ συμπεριλαμβάνεται ἡ ὕλη, ἐπειδὴ κεχωρισμένα ὑπάρχουσιν· ἐπὶ δὲ τῶν ἐνύλων λαμβάνεται, ἐπειδὴ ἀχώριστα ὑπάρχουσι. διὰ τοῦτο γὰρ ἔνια μὲν ἐκ τούτων, τουτέστι τὰ σύνθετα, ὡς ἀρχῶν εἰσι· διὸ καὶ εἰς αὐτὰ φθείρονται. τὸ οὖν σιμὸν ἢ ὁ χαλκοῦς κύκλος εἰς ταῦτα φθείρονται, ἐξ ὧν καὶ συνετέθησαν, καὶ μέρος αὐτῶν ἡ ὕλη ὑπάρχει. ὅσα δὲ εἴδη μὴ ἐξ ἀνάγκης τῇ ὕλῃ συνδυάζεται, ἀλλ’ ἄνευ τῆς ὕλης ὑπάρχουσιν οἱ λόγοι τοῦ εἴδους, ταῦτα ἢ ὅλως οὐ φθείρονται, ὥσπερ ἡ κοιλότης, ἢ οὐχ ὁμοίως † ἄλλο μέρος σύνθετον * * *, οὐχ ὡς ἡ σιμότης τῆς ῥινὸς φθειρομένης πάντως φθείρεται. ὥστε ἐκείνων μὲν τῶν ἀχωρίστων μέρη καὶ ἀρχαὶ ὑπάρχουσι τὰ ὑφ’ αὑτά, τουτέστιν ἡ ὕλη καὶ τὸ εἶδος, τοῦ δὲ εἴδους τοῦ δυναμένου αὐτοῦ καθ’ αὑτὸ εἶναι οὔτε μέρος ὑπάρχει ἡ ὕλη οὔτε ἀρχὴ ὑλική. καὶ διὰ τοῦτο φθείρεται ὁ πήλινος ἀνδριὰς εἰς πηλὸν καὶ τὴν στέρησιν αὐτοῦ, καὶ ὁ Καλλίας εἰς σάρκα καὶ ὀστέα, καὶ ὁ ἔνυλος κύκλος εἰς τὰ τμήματα· ὁμωνύμως γὰρ λέγεται ὁ κύκλος (καὶ ὁ ἁπλῶς γὰρ καὶ 〈ὁ〉 καθ’ ἕκαστα κύκλος λέγεται), καὶ ἐντεῦθεν ἡ ἀπάτη, ὡς εἴρηται ἐν τῇ θεωρίᾳ.
“或者‘部分’是在多种意义上说的?” 从这里起他解决了前一个疑难,并说“部分”是在多种意义上说的。因为量尽整体的被称为部分,正如……但“部分”的这一涵义目前姑且不论,因为它毫无助益。我们必须考察实体由之作为部分而构成的那些要素,即质料和形式;因为它们是复合体的部分。因此,如果一方面是质料,另一方面是形式,显而易见实体也是由它们的结合构成的。所以质料被称为复合体的部分,但并不被称为形式本身自身的部分。例如,肉不是凹陷的部分,因为正如在义理阐述中所说,凹陷也可以就其自身被把握;因为当凹陷存在于肉中时,肉是凹陷的质料;但质料被称为酒糟鼻(塌鼻)的部分,因为脱离质料来考察塌鼻是不可能的;因为它必然引入了鼻子。因此像这样,青铜也是作为整体的雕像的部分。但青铜不被称为雕像的形式本身自身的部分。因为当形式能够脱离质料被分离时,应当述说形式(即定义形式)并且就各个事物具有形式而言去述说,然而当其形式能够被分离时,质料性的要素不应当被定义。那么何时能够被分离呢?当质料不被当作形式的部分来把握时。因此正因如此,圆的定义并不包含其分块的[定义],而音节的[定义]却包含元素的[定义];因为话语的元素是形式的部分而不是质料,而圆的分块则是作为质料的部分,因为附加有圆的形式的分块能够被分离。至少分块比青铜更接近圆的形式,因为可感觉的圆也可以存在于黄金中,但当它存在于青铜圆中时,没有分块它就无法存在。但必须知道的是,音节的元素也并非全部都包含在其定义中,例如他自己所说的这些蜡制的[元素]或空气中的[元素]。因为音节既被写在蜡板上也被写在纸草上,那时蜡便成为它们的部分;然而它们并未在它们的定义中被采纳。但也必须知道,被一分为二的[线]以及被分割为肉、筋和骨的人,作为复合体而毁灭,然而人的非质料形式并不毁灭,例如理性灵魂;因为非质料的线也不毁灭。因此,具质料的形式是由这些复合体构成的;因为它们是整体的部分,却不再是可分离形式的部分;所以它们在形式的定义中被当作外在之物来把握。因此正因如此,在非质料的形式中质料并不包含在内,因为它们是分离存在的;但在具质料的形式中质料被采纳,因为它们是不可分离地存在的。因为正因如此,某些事物,即复合体,是由这些作为本原而构成的;所以它们也毁灭于这些本原中。因此塌鼻或青铜圆毁灭于它们由之构成的那些要素中,而质料是它们的部分。凡并非必然与质料结合、且形式的话语不带质料而存在的形式,要么完全不毁灭(如凹陷),要么不像……复合体的另一部分……那样毁灭,而不像鼻子毁灭时塌鼻必定随之毁灭那样。因此,对于那些不可分离的事物而言,处于它们之下的要素(即质料和形式)是部分和本原,但对于能够就自身独立存在的形式而言,质料既非部分亦非质料本原。正因如此,泥塑雕像毁灭于泥土及其缺失,卡利亚斯毁灭于肉和骨,具质料的圆毁灭于分块;因为“圆”是同名异义地被说的(因为单纯的圆和个别的圆都被称为圆),而正如在义理阐述中所说,误导正由此而生。
- 7.50ἐξ ὧν δὲ ἡ οὐσία ἐστὶν ὡς μερῶν, ταῦτα ἐπισκεπτέον
关系代词从句 ἐξ ὧν... ἐστὶν 以 ταῦτα 为先行词,意为“实体由之作为部分而构成的那些要素”。ὡς μερῶν 作表语性修饰(“作为部分”)。
- 7.50τὰ δὲ τμήματα τοῦ κύκλου οὕτως μέρη ὑπάρχουσιν [οὔτε] ὡς ὕλη
文中的 οὔτε 被校勘者加括号删除;为了与前面的 τὰ μὲν στοιχεῖα... τοῦ εἴδους καὶ οὐχ ὕλη(“元素是形式的部分而非质料”)形成连贯对比,此处应作肯定解(οὕτως... ὡς ὕλη),即圆的分块是作为质料的部分。
- 7.50λεκτέον γὰρ τὸ εἶδος (ἀντὶ τοῦ ὁριστέον) καὶ καθὸ εἶδος ἔχει ἕκαστον, ὅταν δύνηται χωρίζεσθαι τῆς ὕλης
正如注疏者自己所注释的(ἀντὶ τοῦ ὁριστέον),λεκτέον 在此意为“应当定义”。从句 ὅταν δύνηται χωρίζεσθαι τῆς ὕλης(“当形式能够脱离质料被分离时”)是修饰 λεκτέον 的条件性时间从句,与后文的 τὸ δὲ ὑλικὸν οὐ δεῖ ὁρίζεσθαι(“质料性的要素不应当被定义”)构成对照。
- 7.50ἐπειδὴ δύναται χωρίζεσθαι ἐφ’ οἷς τμήμασιν ἐπιγίνεται τὸ τοῦ κύκλου εἶδος
在 ἐφ’ οἷς τμήμασιν 中,先行词 τμήμασιν 被并入关系从句内(相当于 ἐκεῖνα τὰ τμήματα ἐφ’ οἷς),整个结构表示附加有圆的形式的那些分块能够被分离。
