← 特拉勒斯的阿斯克勒庇乌斯

亚里士多德《形而上学》注释(卷A–Z)

§410.31-412.8

自然物的自发生成与定义部分的疑难

阿斯克勒庇俄斯注解《形而上学》卷七(1034a33–1034b28),解释了自然物中自发生成的条件、实体与其他范畴在生成上的差异,并提出了关于定义的各个部分与其整体的关系(先后次序)的两个疑难。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.46

" Ὁμοίως δὲ καὶ τὰ φύσει συνιστάμενα." Ὥσπερ ἐπὶ τῶν τεχνητῶν γίνεται ὑγεία καὶ ἀπὸ τέχνης καὶ ἐκ ταὐτομάτου, ὁμοίως τούτοις καὶ ἐπὶ τῶν φύσει συνισταμένων ἔχει. ὥσπερ γὰρ ὁ ἰατρὸς ποιεῖ τὴν ὑγείαν, οὕτως καὶ τὸ ἀνθρώπειον σπέρμα ποιεῖ τὸ ἔμβρυον· ἔχει γὰρ ἐν ἑαυτῷ τὸ σπέρμα δυνάμει τὸ ἀνθρώπειον εἶδος, καὶ ἀφ’ οὗ τὸ σπέρμα, τουτέστι τὸ ποιητικὸν αἴτιον, ὁμώνυμόν πώς ἐστι τῷ γινομένῳ. καλῶς δὲ προστέθεικε τὸ πῶς· οὔτε γὰρ κατὰ πάντα, εἰ μὴ μόνον κατὰ τὸ εἶδος· οὔτε γὰρ καὶ κατὰ 〈τὰ〉 παιδουργὰ μόρια, ἐπειδὴ καὶ ἀνὴρ τίκτεται ἐκ γυναικὸς καὶ γυνὴ γεννᾶται ἐξ ἀνδρός. διό φησιν οὐ γὰρ πάντα δεῖ οὕτω ζητεῖν ὡς ἐξ ἀνθρώπου ἄνθρωπον· καὶ γὰρ γυνὴ τίκτεται ἐξ ἀνδρός· διὸ ἡ ἡμίονος οὐκ ἐξ ἡμιόνου τίκτεται, ἐπειδὴ οὐκ ἔχουσι κοινόν τι, ἄνθρωπος δὲ ἐξ ἀνθρώπου, ἐὰν μὴ πήρωμα ὑπάρχῃ. ὥστε ἔχουσί τι κοινὸν καὶ ἡ ἡμίονος καὶ ἡ ἵππος, καθὸ γίνονται ἐξ ἀλλήλων, ὅπερ ἡμῖν οὐκ ὠνόμασται. φησὶν οὖν ὅτι ταῦτα γίνονται ἐκ ταὐτομάτου ἐπὶ τῶν φυσικῶν, ὅσα ἔχουσιν ὕλην ἔχουσαν λόγον δημιουργικὸν καὶ μιμουμένην τὸ σπέρμα (ὅσα δὲ μὴ ἔχει, ἀδύνατόν ἐστι γίνεσθαι ἄνευ σπέρματος), ὥσπερ καὶ ἐπὶ τῶν τεχνητῶν, ὅσων ἡ ὕλη δύναται ὑφ’ ἑαυτῆς κινεῖσθαι.

“依自然构成的事物同样如此。” 正如在人工制品中健康既可由技艺产生亦可自发生成一样,依自然构成的事物也是类似的情况。因为正如医者造成健康,人类的种子同样造成胚胎;因为种子自身中潜在地具有人类的形式,而种子所由来的东西,即动力因,在某种意义上与生成之物是同名的。但他恰当地补充了“在某种意义上”;因为并非在所有方面[都相同],除非仅就形式而言;因为在生殖部位上也是不相同的,既然男子由女子所生,女子亦由男子所生。因此他说:并非应当在一切事物上都像人由人生那样去探求;因为女子确实由男子所生;因此骡子不生自骡子,因为它们没有某种共同的东西,然而人由人生,若非存在残疾。所以骡子和马在相互生成的限度内拥有某种共同的东西,而这是我们未曾命名的。因此他说,在自然事物中,凡是拥有具备创制性理路并摹仿种子的质料的事物,都会自发生成(凡是不具有此种质料的事物,不可能没有种子而生成),正如在人工制品中,凡其质料能够由自身被运动的事物[生成]一样。

§7.47

"Οὐ μόνον δὲ περὶ τῆς οὐσίας." Φησὶν ὅτι οὐ μόνον οὐσία, τουτέστι τὸ εἶδος, οὐ γίνεται αὐτὸ καθ’ αὑτὸ ἄνευ ὕλης, ἀλλ’ ἐπὶ πασῶν τῶν κατηγοριῶν κοινὸς ὁ λόγος ὑπάρχει. ὥσπερ γὰρ ἡ χαλκῆ σφαῖρα γίνεται, ἀλλ’ οὐ τὸ εἶδος τῆς σφαίρας οὐδὲ ὁ χαλκός (ἀεὶ γὰρ δεῖ προυπάρχειν τὴν ὕλην καὶ τὸ εἶδος), οὕτω φημὶ καὶ ἐπὶ τῶν ἄλλων κατηγοριῶν. οὐ γὰρ γίνεται τὸ ποιὸν αὐτὸ καθ’ αὑτό, ἀλλὰ τὸ ποιόν τι ξύλον, οἷον λευκὸν γίνεται τὸ ξύλον ἢ τὸ ἱμάτιον· καὶ πάλιν τὸ σῶμα μέγα γίνεται. τοῦτο δὲ πλεονεκτεῖ ἡ οὐσία, ὅτι1 ἀνάγκη προϋπάρχειν ἑτέραν οὐσίαν ἐνεργείᾳ, εἰ μέλλοι γίνεσθαι ὅμοιον αὐτῇ (ἄνθρωπος γὰρ ἄνθρωπον γεννᾷ) ποιὸν δὲ ἢ ποσὸν οὐκ ἀνάγκη προὑπάρχειν ἐνεργείᾳ, ἀλλὰ μόνον δυνάμει ἐστὶ καὶ ποσὸν καὶ ποιόν.

“不仅关于实体。” 他说,不仅实体(即形式)本身不能脱离质料而生成,而且这一理路对于所有范畴都是共同的。因为正如铜球生成,但既非球体的形式生成亦非铜生成(因为质料和形式必须始终预先存在),我说在其他范畴中也是如此。因为性质本身并不就其自身生成,而是生成了具有某种性质的木头,例如木头或外衣变白;再者,物体变大。然而实体在此点上具有优势:如果将要生成与其相似之物,必然需要另一实体在现实中预先存在(因为人生人),但性质或数量并不必然在现实中预先存在,数量和性质都仅仅是潜在地存在。

§7.48

"Ἐπειδὴ ὁ ὁρισμὸς λόγος ἐστί, πᾶς δὲ λόγος." Ἐντεῦθεν τὰς δύο ἀπορίας κινεῖ, ἃς ἐν τῇ θεωρίᾳ εἰρήκαμεν, καί φησιν ὅτι ἐπειδὴ ὁ ὁρισμὸς τοῦ πράγματος λόγος ἐστίν, ἅπας δὲ λόγος ἐκ μερῶν συνέστηκεν, ὡς δὲ ὁ καθόλου λόγος πρὸς τὸ τέλειον πρᾶγμα, τουτέστιν ὁ ἁπλῶς ὁρισμὸς πρὸς τὸ ἁπλῶς ὁριστόν [τουτέστι], καὶ τὸ μέρος τοῦ λόγου πρὸς τὸ μέρος τοῦ πράγματος ὁμοίως ἔχει,2 τουτέστι πρὸς τὸ μέρος τοῦ ὁριστοῦ, ἀπορεῖται ἆρα δεῖ τὸν λόγον τῶν μερῶν ὑπάρχειν ἐν τῷ ὅλῳ λόγῳ ἢ οὔ; ἐνίων μὲν γὰρ ὁριστῶν φαίνονται ἐνόντα καὶ τὰ μέρη τῶν ὁριστῶν ἐν τῷ ὅλῳ ὁρισμῷ. ὁ μὲν γὰρ ὁρισμὸς τοῦ κύκλου, ὡς εἴρηται ἐν τῇ θεωρίᾳ, οὐκ ἔχει τὸν τῶν τμημάτων αὐτοῦ, ὁ δὲ τῶν συλλαβῶν ἔχει τὸν τῶν στοιχείων. καίτοι ὁ κύκλος διαιρεῖται εἰς τὰ τμήματα, ὥσπερ καὶ αἱ συλλαβαὶ εἰς τὰ στοιχεῖα.

“既然定义是话语(理路),而每一话语。” 从这里起,他提出了我们在义理阐述中提及的两个疑难,并说:既然事物的定义是话语,而每一话语都由部分构成,正如普遍的话语之于完满的事物(即单纯的定义之于单纯的被定义者),话语的部分亦同样地相应于事物的部分(即被定义者的部分),于是产生了疑难:部分的定义究竟应当存在于整体的定义之中,还是不应当?因为在某些被定义者中,被定义者的部分显然也存在于整体的定义中。因为正如在义理阐述中所说,圆的定义并不包含其分块的[定义],而音节的[定义]却包含元素的[定义]。尽管圆被划分为分块,正如音节被划分为元素一样。

§7.49

"Ἔτι δὲ εἰ πρότερα τὰ μέρη." Ἐντεῦθεν τὴν δευτέραν ἀπορίαν ἐκτίθεται, καί φησιν οὕτως ὅτι εἰ πρότερα τὰ μέρη τοῦ ὅλου ὑπάρχουσι, τῆς δὲ3 ὀρθῆς ἡ ὀξεῖα μέρος, ὡς εἴρηται ἐν τῇ θεωρίᾳ, καὶ ὁ δάκτυλος τοῦ ζῴου, * * * δοκοῦσι δὲ τὰ † καθόλου καὶ ὅλων εἶναι πρότερα (δέονται γὰρ τούτων οἱ ὁρισμοὶ τῶν μορίων, ὡς ἐν τῇ θεωρίᾳ ἐδείξαμεν), καὶ ὅτι δύναται καὶ ὁ ἄνθρωπος εἶναι ἄνευ τοῦ δακτύλου καὶ ἡ ὀρθὴ ἄνευ τῆς ὀξείας· τὰ δὲ συναναιροῦντα καὶ μὴ συναναιρούμενα φύσει πρότερα ὑπάρχει.

“此外,若部分在先。” 从这里起他陈述了第二个疑难,并且这样说:如果部分先于整体存在,而正如在义理阐述中所说,锐角是直角的部分,手指是动物的[部分],……然而普遍者和整体似乎是在先的(因为正如我们在义理阐述中所表明的,各部分的定义需要这些),并且因为人没有手指也可以存在,直角没有锐角也可以存在;而那些一同取消他物却不被他物一同取消的事物,按本性是在先的。

语法注3 条
  1. 7.47τοῦτο δὲ πλεονεκτεῖ ἡ οὐσία, ὅτι

    中性宾格代词 τοῦτο 作关系宾格(限制宾格),先预示了后文的 ὅτι 从句内容,构成“实体在这一点上(即……)具有优势”的先取句式。

  2. 7.48ὡς δὲ ὁ καθόλου λόγος ... καὶ τὸ μέρος τοῦ λόγου πρὸς τὸ μέρος τοῦ πράγματος ὁμοίως ἔχει

    表示比例对照的相应句式。在“ὡς A πρὸς B, [οὕτως] καὶ C πρὸς D”的骨架中,主句省略了 οὕτως,由 καὶ ... ὁμοίως ἔχει(……同样有着相应关系)来完成对应的比例关系。

  3. 7.49εἰ πρότερα τὰ μέρη τοῦ ὅλου ὑπάρχουσι ... δοκοῦσι δὲ

    假定条件从句 εἰ πρότερα... 所对应的归结主句原本位于脱落处之前,现存文本在脱落标记( *)后直接转入由 δὲ 引出的转折分句(“然而……似乎”),形成了破格结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:410.31-412.8