- 底本
- Asclepius, In Aristotelis Metaphysicorum Libros A-Z Commentaria. Commentaria in Aristotelem Graeca VI.2, ed. M. Hayduck, Berlin: Reimer 1888, pp. 1-452. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:409.32-410.30
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿斯克勒庇俄斯注解《形而上学》1034a21–25,阐明了在自然物、人工物以及医疗活动中,生成如何从与原因同形式(同义)的事物或其部分产生的逻辑结构。
" Δῆλον ἐκ τῶν εἰρημένων." Δείξας ὅτι ὁμοειδές ἐστι τὸ γεννῶν τῷ γεννωμένῳ, φησὶν ὅτι δῆλον ἡμῖν γέγονεν ἐκ τῶν εἰρημένων καὶ ὅτι τρόπον τινὰ ἅπαντα γίνεται ἐξ ὁμωνύμων, τουτέστιν ἐκ συνωνύμων·1 ἄνθρωπος γὰρ ἄνθρωπον γεννᾷ, ταῦτα δὲ συνώνυμα. καλῶς δὲ προσέθηκε τὸ τρόπον τινά· οὐ γὰρ ἐπὶ πάντων εὐοδεῖ αὐτῷ ὁ λόγος, καὶ μάλιστα ἐπὶ τῶν τεχνητῶν καὶ τῶν ἐκ σήψεως. οὐ γὰρ τὸ εἶδος τοῦ ἀβακίου τὸ ἐν τῷ τέκτονι συνώνυμόν ἐστι τῷ γινομένῳ ἀβακίῳ· διὸ καὶ αὐτὸς ἐπήγαγεν ὥσπερ τὰ φύσει, ἢ ἐκ μέρους, φησίν, ὁμωνύμου, οἷον ἡ οἰκία γίνεται ἐξ οἰκίας, ἢ ὑπὸ νοῦ· ἡ γὰρ τέχνη τὸ εἶδος ποιεῖ τῆς οἰκίας, τοῦ νοῦ ἔχοντος ἐν ἑαυτῷ τὸ εἶδος τοῦ ἀβακίου. καλῶς οὖν εἶπε καὶ τὸ ἐκ μέρους· οὔτε γὰρ ἡ οἰκία ἡ αὐτή ἐστι τῷ τέκτονι, ὥσπερ ὁ Ἕκτωρ τῷ Πριάμῳ, ἀλλὰ κατὰ μέρος, κατὰ τὴν φαντασίαν, ἣν ἔχει ἐν ἑαυτῷ ὁ τέκτων τοῦ ἀβακίου. ἢ ἐκ μέρους γινομένου ὁμωνύμου ἔχοντός τι μέρος, ἐὰν μὴ κατὰ συμβεβηκὸς γένηται. τὸ γὰρ θερμὸν τὸ ἐκ τῆς τρίψεως γινόμενον μέρος ἐστὶ τοῦ ποιήσαντος καὶ ποιεῖ μέρος τι θερμασίας ἐν τῷ σώματι ὅμοιον ἑαυτῷ, αὖξον αὐτὴν ἢ καὶ γεννῶν διαφορουμένης τῆς ὑγρότητος. τὸ γοῦν μέρος, τουτέστι ἡ ἐγγενομένη θερμότης, μέρος τι ὁμώνυμον ἐποίησεν ἑαυτῇ, τουτέστι θερμότητα ἢ ὑγείαν, ἧς ὑγείας μέρος γίνεται. καλῶς δὲ εἶπεν ἐὰν μὴ κατὰ συμβεβηκὸς γένηται· ἐκ γὰρ τῆς τρίψεως πολλάκις γίνεται ἐρύθημα ἐκ τῆς θερμότητος, οὐ μέντοι γε ὑγίεια, τὸ δὲ ἐρύθημα κατὰ συμβεβηκός· διὰ τοῦτο γὰρ 〈οὐ〉 γέγονεν ἡ τρῖψις.
“由已说者显然可见。” 在证明了生成者与被生成者同属一种形式之后,他说,由已说者对我们而言也变得清楚:在某种意义上,万物都是由同名者生成的,亦即由同义者生成的;因为人生人,而这些是同义的。但他恰当地补充了“在某种意义上”;因为他的论断并非在一切事物上都行得通,尤其在人工制品和由腐化生成的事物上并非如此。因为工匠心中的书写板形式与生成的书写板并不是同义的;因此他自己也接着说“正如自然生成的事物一样,或者由同名的部分”,他说,“例如房屋由房屋生成,或者由理智生成”;因为技术造成了房屋的形式,因为理智在自身之中拥有书写板的形式。于是他恰当地也说了“由部分”;因为房屋与工匠并不相同,不像赫克托耳之于普里阿摩斯那样[相同],而是部分地、按照工匠在自身中拥有的关于书写板的表象[相同]。或者,如果并非偶然生成的话,[事物]是由生成一个拥有某种部分的同名部分而生成的。因为由摩擦生成的发热是施动者的一部分,并在身体中产生某种与自身相似的发热部分,通过散发湿气而增加它乃至生成它。无论如何,这个部分,即产生的热,造成了与自身同名的某个部分,即热或健康,而它成了这健康的一部分。他恰当地说了“如果并非偶然生成”;因为由摩擦往往由热生成红斑,然而决不是健康,而红斑是偶然的;因为摩擦并非为了这个缘故而发生。
"Τὸ γὰρ αἴτιον τοῦ ποιεῖν πρῶτον καθ’ αὑτό." Ὃ λέγει τοῦτό ἐστι· τὸ ὑπὸ τοῦ καθ’ αὑτὸ ποιοῦντος πρῶτον ἐγγινόμενον τῷ ποιουμένῳ μέρος γίνεται τῆς ὑγείας.2 ἡ γὰρ θερμότης ἐγγινομένη ἐκ τῆς τρίψεως, θερμότητα ἐποίησεν ἐν τῷ σώματι, τουτέστιν ηὔξησε τὴν ἐν τῷ σώματι θερμότητα· αὐξηθεῖσα δὲ ἡ θερμότης ὑγεία ἐστίν· ὁμαλότης γὰρ γέγονεν. ἡ οὖν γενομένη θερμότης ἐν τῷ σώματι ἢ ὑγεία ἐστὶν ἢ μέρος τῆς ὑγείας, ἢ ἀκολουθεῖ αὐτῇ μέρος τι τῆς ὑγείας, ὡς μέρους δυσκρασίας ἐκμοχλευθέντος, ἢ τελεία γίνεται ὑγεία· διὸ καὶ λέγεται ποιεῖν ὑγείαν ἡ θερμότης ἐκ τῆς τρίψεως, ὅτι ἐκεῖνο τὸ θερμὸν ποιεῖ τὴν ὑγείαν, ᾧ θερμῷ ἠκολούθησεν ἡ ὁμαλότης. ὥσπερ οὖν ἐν τοῖς συλλογισμοῖς ἀρχαὶ ὑπάρχουσιν οἱ ὁρισμοὶ καὶ τὰ εἴδη, οὕτως καὶ ἐπὶ τῶν γινομένων αἱ ἀρχαὶ τὰ εἴδη ὑπάρχουσιν, εἴ γε ὁμοειδῆ τὰ γινόμενα τοῖς ποιοῦσιν ἐδείχθησαν.
“因为自身首先产生作用的原因。” 他的意思是:由自身施动者在受动者之中首先产生的东西,成了健康的一部分。因为由摩擦产生的热在身体中造成了热,也就是说增加了身体中的热;而增加了的热就是健康;因为产生了均等状态。因此,身体中生成的热要么是健康,要么是健康的一部分,要么健康的某个部分伴随着它(正如不良体液混合的一部分被驱除出去一样),要么生成了完全的健康;因此摩擦产生的热也被说成造成健康,因为均等状态所伴随的那个热造成了健康。因此,正如在推论中定义和形式是原理一样,在生成的事物中诸原理同样是形式,如果确实被证明了生成之物与施动者同形相的话。
- 7.44ἐξ ὁμωνύμων, τουτέστιν ἐκ συνωνύμων
注疏者将亚里士多德原文(1034a21–22)的“由同名者”(ἐξ ὁμωνύμων)转述为“亦即由同义者”(ἐκ συνωνύμων)。参照《范畴篇》开头的术语定义,这是为了通过说明原因与结果共享名称与本质定义(形式)来解释同形式的生成(ὁμοειδές)。
- 7.45τὸ ὑπὸ τοῦ καθ’ αὑτὸ ποιοῦντος πρῶτον ἐγγινόμενον τῷ ποιουμένῳ μέρος γίνεται τῆς ὑγείας
该句的基本结构为主语 τὸ ... πρῶτον ἐγγινόμενον(首先产生的东西)和谓语 μέρος γίνεται τῆς ὑγείας(成为健康的一部分)。表示施动者的介词短语 ὑπὸ τοῦ καθ’ αὑτὸ ποιοῦντος(由自身施动者)与表示受动对象或位置的与格 τῷ ποιουμένῳ(在受动者之中)共同修饰分词 ἐγγινόμενον。
