← 特拉勒斯的阿斯克勒庇乌斯

亚里士多德《形而上学》注释(卷A–Z)

§40.17-41.16

爱利亚学派的唯一说及其在原因考察中的排除

关于亚里士多德在986b8以下总结主张多种原型的早期哲学家并转向将万物视作“一”的爱利亚学派(巴门尼德、梅利梭、色诺芬尼)之处,阿斯克勒庇俄斯解释了他们因否定运动与生成而被排除在原因考察之外的理由,并阐释了有限(着眼于形式)与无限(着眼于质料)的分歧。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.47

" Τῶν μὲν οὖν παλαιῶν καὶ πλείω τὰ στοιχεῖα λεγόντων." Φησὶν ὅτι τῶν παλαιοτέρων καὶ εἰρηκότων πλείονα στοιχεῖα τῆς φύσεως, ἐκ τούτων τῶν εἰρημένων ἱκανόν ἐστι θεωρῆσαι τὴν διάνοιαν, ὅτι οἱ μὲν ὑλικὸν αἴτιον ὑπετίθεντο, οἱ δὲ καὶ ποιητικόν· πλείω δὲ στοιχεῖα τῆς φύσεως ἀντὶ τοῦ τῶν τῇ φύσει γινομένων.1 πλείω δὲ λέγει ἤτοι τὰ ὑλικὰ ἢ τὰ στοιχεῖα, φημὶ δὴ τὰ αἴτια· πρὸς γὰρ τῇ ὕλῃ τινὲς καὶ τὸ ποιητικὸν εἰρήκασιν αἴτιον. ἕτεροι δὲ γεγόνασιν (λέγει δὲ Παρμενίδην καὶ Μέλισσον καὶ Ξενοφάνην τὸν διδάσκαλον Παρμενίδου), οἵτινες περὶ τοῦ παντὸς ὡς περὶ μιᾶς φύσεως ἀπεφήναντο. ὁ μὲν γὰρ Παρμενίδης ἔλεγεν ἓν εἶναι τὸ ὂν καὶ ἀκίνητον καὶ πεπερασμένον, ὁ δὲ Μέλισσος ἓν καὶ ἀκίνητον καὶ ἄπειρον, ὁ δὲ Ξενοφάνης ἓν μόνον· διό φησι τρόπον δὲ οὐ τὸν αὐτὸν πάντες, οὔτε τοῦ καλῶς οὔτε τοῦ κατὰ φύσιν.2 μᾶλλον δὲ κατορθοῖ ὁ Παρμενίδης λέγων πεπερασμένον, διότι ἡ φύσις ὅρον τινὰ καὶ εἶδος περιτίθησιν, οὐκ ἀπειρίαν. ὅθεν οὗτος μᾶλλον καὶ καλῶς εἶπε· κατὰ τοῦτο γὰρ καὶ τῇ φύσει ἠκολούθησεν. ὁ δὲ Μέλισσος τὸ ἐναντίον, λέγων ἄπειρον. διὸ καὶ ἐν τῇ Φυσικῇ ἔλεγεν ὅτι φορτικώτερος ὁ τοῦ Μελίσσου λόγος ὑπάρχει. οὐδαμῶς οὖν ἐν τῇ νῦν σκέψει τῶν αἰτίων ἁρμόττει περὶ αὐτῶν λέγειν· εἰ γὰρ ἓν τὸ ὄν, φανερὸν ὅτι οὐδὲν ὑπετίθεντο αἴτιον οὔτε ὑλικὸν οὔτε ἄλλο τι· οὔτε γὰρ γεννῶσί τι ἐκ τοῦ ἑνός, καθάπερ οἱ φυσιολόγοι οἱ ὑποτιθέμενοι ἓν εἶναι τὸ ὑλικὸν αἴτιον καὶ τὰ ἄλλα ἐξ αὐτοῦ γεννῶντες. διὸ καὶ ἐν τῇ Φυσικῇ ἔλεγεν ὅτι ἐξαγώνιός ἐστιν ὁ περὶ τούτων λόγος. ἄχρηστος οὖν ἡ τούτων δόξα εἰς τὴν περὶ τῶν αἰτίων ζήτησιν· οὐ γὰρ ἀρχὴν καὶ αἰτίαν τὸ ἓν ἐτίθεντο οὗτοι, ὡς οἱ ὕδωρ ἢ πῦρ ἢ ἀέρα λέγοντες καὶ γεννῶντες ὡς ἐξ ὕλης τοῦ ἑνὸς τὰ ἄλλα, ὥσπερ ὁ Θαλῆς ἀπὸ τοῦ ὕδατος ἐγέννα τὰ ἄλλα. ἕτερον οὖν τρόπον λέγουσιν· ἐκεῖνοι μὲν γὰρ οἱ φυσικοὶ προστιθέασι κίνησιν καὶ οὕτως γεννῶσι τὰ ἄλλα ἐκ τοῦ ὑλικοῦ αἰτίου, οὗτοι δὲ ἀκίνητον εἶναί φασιν. οὐ μὴν τὸν αὐτὸν τρόπον ἀπεφήναντο ἀμφότεροι περὶ τοῦ παντός, ἓν αὐτὸ λέγοντες εἶναι, οὔτε τοῦ καλῶς οὔτε τοῦ κατὰ φύσιν. τοῦ κατὰ φύσιν μέν, ὅτι ὁ μὲν αὐτῶν ἐπὶ τὴν ὡς ὕλην φύσιν ἔβλεψεν, ὁ δὲ ὡς εἶδος· τοῦ δὲ καλῶς, ὅτι ὁ μὲν αὐτῶν κάλλιον, ὁ δὲ χεῖρον. ὁ μὲν γὰρ Παρμενίδης ἐπὶ τὸν λόγον βλέψας καὶ τὸ εἶδος εἶπε τὸ ὂν ἓν εἶναι καὶ πεπερασμένον· τοῦ γὰρ λόγου καὶ τοῦ εἴδους τὸ περατοῦν3 τοῦτο ἐν ᾧ ἐστιν. Μέλισσος δὲ ἐπὶ τὴν ὕλην ἠνέχθη, ὅθεν ἄπειρον αὐτὸ ὑπετίθετο· ἡ γὰρ ἀπειρία τῆς ὕλης.

“因此在主张元素较多的古人中”他说,关于那些更古老且主张了较多自然元素的人,从上述内容中足以考察他们的用意,即一些人假定了质料因,另一些人也假定了动力因。而“较多的自然元素”是代替“通过自然生成之物的[元素]”。他又说“较多”,指的是质料性的事物或元素,也就是指原因;因为在质料之外,有些人还陈述了动力因。但还有另一些人(他说的是巴门尼德、梅利梭以及巴门尼德的老师色诺芬尼),他们关于整体作了表述,仿佛是关于单一的自然。因为巴门尼德说存在是一、不动且有限的,梅利梭说它是一、不动且无限的,而色诺芬尼则仅仅说是一;因此他说“然而并非所有人都以同样的方式,既非在妥当的方面,亦非在合乎自然的方面[相同]”。巴门尼德说“有限”更为正确,因为自然赋予某种界限和形式,而不是无界。所以此人说得更好且更妥当;因为在这方面他也顺应了自然。而梅利梭则相反,说“无限”。因此他在《物理学》中也说过梅利梭的论证较为粗鄙。因此,在当前对原因的考察中,谈论他们无论如何都是不适宜的;因为如果存在是一,显然他们没有假定任何原因,既非质料因,亦非任何别的原因;因为他们并没有从这一中生成任何东西,不像那些假定质料因是一并从其中生成其余事物的自然哲学家。因此他在《物理学》中也说过,关于这些人的论证是离题的。因此,这些人的意见对于探求原因是没有用处的;因为这些人并没有像那些主张水、火或气并把一作为质料从其中生成其他事物的人那样(如同泰勒斯从水中生成其他事物),把一设定为原理和原因。因此他们的说法方式不同;因为那些自然哲学家加入了运动,并以此方式从质料因中生成其余事物,而这些人则声称它是不动的。确实,他们二者在谈论整体时,虽然都说它是一,但并没有以同样的方式表述,无论在妥当的方面还是在合乎自然的方面[都不同]:就合乎自然而言,是因为他们其中一人着眼于作为质料的自然,而另一人着眼于作为形式的自然;就妥当而言,是因为他们其中一人表述得更好,另一人较差。因为巴门尼德着眼于定义与形式,说存在是一且有限的;因为限定其所在之物属于定义与形式。但梅利梭却被引向了质料,所以他假定它是无限的;因为无限属于质料。

语法注3 条
  1. 1.47πλείω δὲ στοιχεῖα τῆς φύσεως ἀντὶ τοῦ τῶν τῇ φύσει γινομένων

    介词短语 ἀντὶ τοῦ 引导名词化的属格分词短语 τῶν τῇ φύσει γινομένων。注疏者在此解释亚里士多德的原话 πλείω στοιχεῖα τῆς φύσεως(“自然的较多元素”),指出其中的 τῆς φύσεως 实指 τῶν τῇ φύσει γινομένων(“由自然生成之物的[元素]”)。

  2. 1.47οὔτε τοῦ καλῶς οὔτε τοῦ κατὰ φύσιν

    引自亚里士多德原文(986b10)。中性属格冠词 τοῦ 分别将副词 καλῶς 和介词短语 κατὰ φύσιν 名词化,用作表示涉及、视角的属格(genitive of respect / reference),意为“无论在妥当的方面还是在合乎自然的方面[都不同]”。下文注疏者随即以 τοῦ κατὰ φύσιν μέν, ὅτι... τοῦ δὲ καλῶς, ὅτι... 对此进行了对称的拆解说明。

  3. 1.47τοῦ γὰρ λόγου καὶ τοῦ εἴδους τὸ περατοῦν

    属于性质或特征的属格谓语构词:属格 τοῦ λόγου καὶ τοῦ εἴδους 用作表语,中性分词短语 τὸ περατοῦν 用作主语,意为“界定/限定属于定义与形式”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:40.17-41.16