- 底本
- Asclepius, In Aristotelis Metaphysicorum Libros A-Z Commentaria. Commentaria in Aristotelem Graeca VI.2, ed. M. Hayduck, Berlin: Reimer 1888, pp. 1-452. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:408.15-409.31
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿斯克勒庇俄斯阐明形式与偶性范畴不能独立生成,对比了实体与偶性在生成上的差异,进而通过具质料与无质料形式的区别解释了定义是否包含部分的难题,并论证了整体优先于部分。
ταῦτα εἰρηκώς φησιν ἐφεξῆς ὅτι ὥσπερ ἐδείξαμεν ὅτι οὐ δυνατόν ἐστι τὸ εἶδος γίνεσθαι αὐτὸ καθ’ αὑτό, οὕτω οὐδὲ τὸ ποσὸν οὐδὲ τὸ ποιὸν οὐδὲ ἄλλην τινὰ κατηγορίαν. ἐν γὰρ τῇ ὕλῃ τὸ εἶναι ἔχουσι· πλὴν διαφέρουσιν αἱ οὐσίαι τῶν συμβεβηκότων, ὅτι αἱ μὲν οὐσίαι ἐξ ἄλλων οὐσιῶν γίνονται προυφεστηκυιῶν· ἄνθρωπος γὰρ ἄνθρωπον γεννᾷ (ἀπορεῖ δὲ ὁ Ἀλέξανδρος, ὅτι ἐπὶ τῶν ἐκ σήψεως γινομένων ποία οὐσία προϋφέστηκε; καὶ αἰτιᾶται τὴν τῶν οὐρανίων κίνησιν. ἡμεῖς δὲ λέγομεν ἐπιβάλλοντες,1 ὅτι κἀκεῖνα ἐξ ἑτέρας οὐσίας γίνονται, οἷον τῶν σεσηπότων σωμάτων)· τὰ μέντοι γε συμβεβηκότα οὐ γίνεται ἐξ ἄλλων προϋφεστώτων συμβεβηκότων. οὐ γάρ ἐστι τὸ λευκὸν αὐτὸ καθ’ αὑτὸ καὶ ποιεῖ ἄλλο λευκόν· γίνεται γὰρ λευκὸν καὶ ἐξ οὐ λευκοῦ, οἷον ὑπὸ τοιᾶσδε κράσεως καὶ κινήσεως· ὁμοίως καὶ ἐπὶ τῶν ἄλλων χρωμάτων. Ταῦτα εἰπὼν ζητεῖ ἐφεξῆς δι’ ἣν αἰτίαν ἐπὶ τινῶν μὲν ὁρισμῶν ἐμπεριέχεται καὶ τὰ μέρη τῶν ὁριστῶν, ἐπὶ τινῶν δὲ οὐκ ἐμπεριέχονται. ἐπὶ μὲν γὰρ τῶν συλλαβῶν ἐμπεριέχονται· ὁριζόμενοι γὰρ τὴν συλλαβήν φαμεν ‘σύλληψις συμφώνων μετὰ φωνηέντων’· ἐν τούτοις γὰρ εἶναι λέγεται ἡ συλλαβή· ὁριζόμενοι δὲ τὸν κύκλον οὐκέτι συμπεριλαμβάνομεν τὰ μέρη, τουτέστι τὰ τμήματα αὐτοῦ· οὐ γάρ φαμεν ὅτι ὁ ἐκ δύο ἡμικυκλίων συνιστάμενος, ἀλλὰ λέγομεν σχῆμα ἐπίπεδον ὑπὸ μιᾶς γραμμῆς περιεχόμενον. καὶ ἐπιλυόμενος τὴν ἀπορίαν ταύτην φησὶν ὅτι τῶν ὁρισμῶν οἱ μὲν τοῦ εἴδους μόνον ὑπάρχουσιν, οἱ δὲ τῆς ὕλης, οἱ δὲ τοῦ συναμφοτέρου. ἐπειδὴ οὖν ἔστι καὶ ἔνυλα εἴδη καὶ ἄυλα, ἡνίκα μὲν τὰ ἔνυλα εἴδη ὁριζόμεθα, πάντως συμπεριλαμβάνομεν καὶ τὰ μέρη καὶ τὴν ὕλην, ὥσπερ τὸ σιμὸν ὁριζόμεθα, ἐπειδὴ οὐδέποτε δυνατὸν χωρίζεσθαι τῆς ὕλης· ἐν γὰρ ῥινὶ τὸ εἶναι ἔχει. τὸ μέντοι γε κοῖλον δυνατόν ἐστι καὶ ἄνευ ὕλης ὁρίσασθαι, ἐπειδὴ οὐκ ἀφωρισμένως θεωρεῖται ἔν τινι ὑποκειμένῳ· καὶ ἐν χαλκῷ γὰρ θεωρεῖται καὶ ἐν ὄρει καὶ ἐν ἄλλοις πλείστοις. οὕτως οὖν φημι καὶ περὶ τοῦ κύκλου, ἐπειδή ἐστι καὶ ἔνυλος κύκλος καὶ ἄυλος. ἡνίκα μὲν οὖν ὁριζόμεθα τὸν ἄυλον κύκλον, οὐδὲν κεχρήμεθα τοῖς μέρεσι, διὸ καὶ ὁ ὁρισμὸς τοῦ εἴδους ἐφαρμόττει καὶ παντὶ κύκλῳ καὶ μεγίστῳ καὶ ἐλάττονι ὡς ἀύλοις· ἡνίκα δὲ τὸν ἔνυλον ὁριζόμεθα, προσλαμβάνομεν καὶ τὰ μέρη αὐτοῦ. ἐπεὶ δὲ οὐκ ἐφρόντισεν ἡ συνήθεια θεῖναι ἄλλο μὲν ὄνομα τῷ ἀύλῳ κύκλῳ, ἄλλο δὲ τῷ ἐνύλῳ, ἀλλ’ ἀμφότερα τῷ τοῦ κύκλου ὀνόματι προσηγόρευσεν, ἐντεῦθεν ἡ ἀπάτη γέγονεν ἐκ τῆς ὁμωνυμίας. † ἧσπερ ἐφρόντισε, καὶ τὸν μὲν ἁπλῶς ἐκάλεσεν ἄνθρωπον, τὸν δὲ κατὰ μέρος Σωκράτην Καλλίαν.2 πάλιν ζητεῖ δευτέραν ἀπορίαν τοιαύτην· ἆρά γε, φησί, τὰ μέρη πρότερα ὑπάρχουσι τοῦ ὅλου, ἢ τὸ ὅλον πρότερον τῶν μερῶν; καὶ δείκνυσιν ὅτι τὸ ὅλον· τοῦ γὰρ ὅλου ἀναιρουμένου ἀναιρεῖται τὸ μέρος, τουτέστιν ὁ δάκτυλος, τοῦ δὲ δακτύλου ἀναιρουμένου οὐκ ἀναιρεῖται τὸ ὅλον. καὶ πάλιν τῆς ὀρθῆς γωνίας ἀναιρουμένης ἀναιρεῖται καὶ ἡ ὀξεῖα, ἐπειδὴ εἰς τὸν ὁρισμὸν τῆς ὀξείας δεόμεθα τῆς ὀρθῆς, ὥστε ἀναιρουμένης τῆς ὀρθῆς ἀναιρεῖται καὶ ὁ ὁρισμὸς τῆς ὀξείας, καὶ διὰ τοῦτο καὶ ἡ ὀξεῖα·3 εἰς δὲ τὸν ὁρισμὸν τῆς ὀρθῆς οὐ δεόμεθα τῆς ὀξείας.
在说了这些之后,他接着说,正如我们证明了形式不可能自身独立地生成,数量、性质以及其他任何范畴同样不能;因为它们的存在是在质料之中的。然而实体与偶性有所不同,因为实体是由预先存在的其他实体生成的;因为人生人(但亚历山大提出疑问:在由腐化生成的事物中,预先存在着何种实体?并归因于天体的运动;而我们通过仔细考察后说,那些事物也是由另一实体生成的,例如由已腐化的物体)——然而偶性绝不是由预先存在的其他偶性生成的。因为并不是白自身独立存在并造成另一个白;因为白也可以由非白生成,例如通过某种调和与运动;在其他颜色的情形中同样如此。在说了这些之后,他接着探讨为什么在某些定义中被定义项的部分也被包含在内,而在某些定义中却不被包含。因为在音节的情形中,部分是被包含的;因为我们在定义音节时说“辅音与元音的结合”,因为音节被说成存在于这些之中;但在定义圆时,我们便不再连同其部分,亦即它的切片一起包含在内;因为我们不说它是“由两个半圆组成的”,而是说“由一条线包围的平面图形”。在解决这一疑难时他说,在定义中,有些仅属于形式,有些属于质料,有些则属于两者的结合体。既然既有具质料的形式,也有无质料的形式,那么当我们定义具质料的形式时,必定会把部分和质料也一并包含进去,正如我们定义塌鼻一样,既然它绝不可能与质料相分离;因为它的存在是在鼻子之中的。然而凹即便是没有质料也是能够被定义的,因为它并不是特定地在某一基底中被观察到的;因为在青铜中、在山中以及在极多其他事物中都能观察到它。因此我说对于圆也是如此,既然既有具质料的圆,也有无质料的圆。于是,当我们定义无质料的圆时,完全不用到部分,因此形式的定义既适用于最大的圆,也适用于较小的圆,亦即适用于作为无质料之物的所有圆;但当我们定义具质料的圆时,我们便也把它的部分附加进去。然而,既然习惯的语言用法并未费心为无质料的圆立一个名称,而为具质料的圆立另一个名称,而是用“圆”这同一个名称来称呼两者,由此便因同名性而产生了误解;†而对此它确实注意到了,把前者单纯地称为“人”,把后者个别地称为“苏格拉底”或“卡利亚”。他又探讨这样第二种疑难:他说,部分是先于整体存在,还是整体先于部分?他证明是整体[先于部分];因为整体被取消时,部分亦即手指也被取消,但手指被取消时,整体并不被取消。此外,直角被取消时,锐角也被取消,既然对于锐角的定义我们需要用到直角,因此直角被取消时,锐角的定义也被取消,并因此锐角本身也被取消;然而对于直角的定义,我们并不需要用到锐角。
- 7.43ἐπιβάλλοντες
现在分词 ἐπιβάλλοντες 在此作不及物用法,意为“倾注注意力”、“深入考察”(隐含 νοῦν),引出注疏者自身对阿芙洛狄西亚的亚历山大观点的审思与修正。
- 7.43† ἧσπερ ἐφρόντισε, καὶ τὸν μὲν ἁπλῶς ἐκάλεσεν ἄνθρωπον, τὸν δὲ κατὰ μέρος Σωκράτην Καλλίαν.
标有残缺符号(crux)的受损文本。针对前文的 οὐκ ἐφρόντισεν ἡ συνήθεια…(语言习惯并未费心……),此处带有关系代词 ἧσπερ(或 ὥσπερ 之误抄),形成“但在[人的情形中]却注意到了,把前者单纯称为人……”的对照,但句法上与主节脱节,应视为以 ἡ συνήθεια 为主语的残缺或脱文对照句。
- 7.43ὥστε ἀναιρουμένης τῆς ὀρθῆς ἀναιρεῖται καὶ ὁ ὁρισμὸς τῆς ὀξείας, καὶ διὰ τοῦτο καὶ ἡ ὀξεῖα
属格独立结构 ἀναιρουμένης τῆς ὀρθῆς(当直角被取消时)作为条件和前提修饰主动词 ἀναιρεῖται,并通过 καὶ διὰ τοῦτο καὶ ἡ ὀξεῖα[ἀναιρεῖται]得出逻辑结论。该结构呈现出两阶段的推论:定义的消灭导致被定义项自身的消灭。
