- 底本
- Asclepius, In Aristotelis Metaphysicorum Libros A-Z Commentaria. Commentaria in Aristotelem Graeca VI.2, ed. M. Hayduck, Berlin: Reimer 1888, pp. 1-452. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:407.8-408.15
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿斯克勒庇俄斯注解亚里士多德《形而上学》1034a21,阐明在自然物、人工物、腐化生成以及证明性三段论中,作用因或形式如何与所生成者同种。随后他探讨了腐化导致的自然生成如何对应于人工中的偶然生成,指出其基础在于质料具有自我运动的能力。
" Δῆλον δὲ ἐκ τῶν εἰρημένων καὶ ὅτι τρόπον τινὰ ἅπαντα γίνεται ἐξ ὁμωνύμου." Δείξας διὰ τῶν προλαβόντων ὅτι τὸ ποιητικὸν αἴτιον ὁμοειδές ἐστι τῷ γινομένῳ, φησὶν ὅτι δῆλόν ἐστιν ἐκ τῶν εἰρημένων ὅτι τρόπον τινὰ ἅπαντα γίνεται ἐξ ὁμωνύμων, τουτέστιν ἐξ ὁμοειδῶν· ἄνθρωπος γὰρ ἄνθρωπον γεννᾷ, καὶ ἵππος ἵππον. ὁμοίως δὲ καὶ ἐπὶ τῶν τεχνητῶν· τὸ γὰρ εἶδος τοῦ οἴκου τὸ ἐν τῇ φαντασίᾳ τοῦ οἰκοδόμου ὁμοειδές ἐστι τῷ γινομένῳ. ὥστε καὶ ἐπὶ τῶν τεχνητῶν καὶ ἐπὶ τῶν φυσικῶν ὁμοειδές ἐστι τὸ γινόμενον τῷ ποιοῦντι. καὶ ἐπὶ τῶν ἐκ σήψεως γὰρ γινομένων ὁ αὐτός ἐστι λόγος· ἔστι γάρ τις λόγος φυσικὸς ὁ ποιῶν ἐκ τῆς σήψεως τὸ ζωύφιον, ἔχων ἐν ἑαυτῷ τὸ εἶδος τοῦ ζωυφίου. ὁμοίως δὲ καὶ ἐπὶ τῆς ὑγείας· ὁ γὰρ ἰατρὸς ἐποίησε τὴν τρῖψιν, ἡ δὲ τρῖψις τὴν θερμότητα, ἡ δὲ θερμότης ποιεῖ τὴν ὑγείαν, καὶ ἢ αὐτὴ γίνεται ὑγεία, καὶ πάλιν οὕτω τὸ ποιητικὸν αἴτιον ὁμοειδὲς γίνεται τῷ γινομένῳ, ἤγουν μέρος γίνεται τῆς ὑγείας συγκιρναμένη τῇ ἐν τῷ σώματι θερμότητι καὶ αὔξουσα αὐτήν· καὶ οὕτως πάλιν μέρος τοῦ ποιητικοῦ μέρει τοῦ γινομένου γίνεται ὁμοειδές. ἢ γὰρ ὅλον γίνεται ἢ μέρος ὁμοειδὲς τὸ ποιοῦν τῷ γινομένῳ. καὶ πάλιν ὡς πρὸς τὸν ἰατρὸν τὸν ποιήσαντα·1 ἔστι γὰρ καὶ ἡ τρῖψις κίνησις καὶ ἡ θερμότης κίνησίς τις, τὸ μέντοι γε ἐρύθημα τὸ ἐκ τῆς τρίψεως γινόμενον κατὰ συμβεβηκὸς ὑπάρχει. δείξας οὖν ὅτι πάντως ὁμοειδές ἐστι τὸ ποιοῦν τῷ γινομένῳ φησὶν ὅτι καὶ τῶν συλλογισμῶν οἱ ἀποδεικτικοὶ ἐξ εἰδῶν ἔχουσι τὴν γένεσιν· ἀρχαὶ γὰρ τῶν ἀποδείξεων οἱ ὁρισμοί, οἱ δ’ ὁρισμοὶ τὰ εἴδη τῶν πραγμάτων ὑπάρχουσιν. ὥστε καὶ ἐνταῦθα τὸ εἶδός ἐστι τὸ γεννῶν, ὥσπερ καὶ ἐκεῖσε τὸ ὁμοειδὲς γεννᾷ τὸ ὁμοειδές. Ταῦτα εἰρηκὼς ζητεῖ ἐφεξῆς, καί φησιν ὅτι ὥσπερ ἐπὶ τῶν τεχνητῶν ὁρῶμεν καὶ ἀπὸ τέχνης γινόμενόν τι καὶ ἐκ ταὐτομάτου, οὕτω καὶ ἐπὶ τῶν φυσικῶν. τὴν γὰρ ὑγείαν ποιεῖ καὶ ὁ ἰατρός, γίνεται δὲ καὶ ἐκ ταὐτομάτου, ἐπειδὴ πέφυκεν ἡ φύσις ἡ ἐν τῷ σώματι ἐπανίστασθαι καὶ βοηθεῖν ἑαυτῇ ἀναστομοῦσα, εἰ τύχοι, ἀγγεῖον καὶ ῥύσιν αἵματος φέρουσα ἢ τάραξιν γαστρὸς ποιοῦσα καὶ ὅσα ἄλλα τοιαῦτα γίνεται τοῦ σώματος φυσικῶς κινουμένου. οὕτως οὖν, φησίν, ὁρῶμεν καὶ ἐπὶ τῶν φυσικῶν πραγμάτων. τὰ μὲν γὰρ γίνεται ὑπὸ σπέρματος καὶ ποιητικοῦ αἰτίου· ἄνθρωπος γὰρ ἄνθρωπον γεννᾷ, καὶ ἵππος ἵππον· τὰ δὲ οὐκ ἐκ σπέρματος ἀλλ’ ἐκ σήψεως, ὥσπερ γίνονται μέλιτται ἐκ τοῦ τεθνεῶτος ταύρου σηπομένου, καὶ πάλιν τινὰ ζῷα ἐξ ἄλλης σήψεως. καὶ ὥς φασιν, ὄφεις γίνονται ἐκ τῶν ἀνθρωπείων σωμάτων. ὡς δέ φησιν ὁ Ἀλέξανδρος, ἐάν τις λάβοι τὴν ὤκιμον βοτάνην καὶ ὑποθείη αὐτὴν πλίνθῳ καθυγρασμένῃ, πάντως σκορπίοι τίκτονται ἐν ἐκείνῳ τῷ τόπῳ. πάλιν οὖν καὶ ἐνταῦθα τὴν ὕλην αἰτιᾶται καὶ φησιν ὅτι ὃν λόγον ἔχει τὸ σπέρμα τοῦ κηφῆνος πρὸς τὸ ποιεῖν μέλιτταν, τὸν αὐτὸν ἔχει λόγον καὶ ὁ λόγος ὁ φυσικὸς ὁ ἐν τῷ σώματι τοῦ τεθνεῶτος ταύρου· ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων τῶν ἐκ σήψεως γινομένων. ὅπου οὖν εὑρεθῇ ἡ ὕλη δύναμιν ἔχουσα τοῦ κινεῖσθαι ὑφ’ ἑαυτῆς2 καὶ ἄνευ σπέρματος, γίνεται τὰ ζῷα, δυνάμενα καὶ ὑπὸ σπέρματος γίνεσθαι, ὡς ἐπὶ τῶν μελιττῶν εἰρήκαμεν· γίνεται γὰρ καὶ ὑπὸ τεθνεῶτος βοὸς καὶ ὑπὸ τοῦ σπέρματος τοῦ κηφῆνος· ὅπου δὲ οὐκ ἔστι λόγος δημιουργικός, ἄνευ σπέρματος ἀδύνατόν ἐστι γενέσθαι.
“从已述诸事也显然可知,在某种方式上一切事物都由同名者生成。” 在通过前文证明了作用因与所生成者同种之后,他说,从已述诸事显然可知,在某种方式上一切事物都由同名者生成,亦即由同种者生成;因为人生人,马生马。在人工物的情形中同样如此;因为建造者表象中房屋的形式与所生成者同种。因此,无论在人工物还是在自然物的情形中,所生成者都与施动者同种。因为对于由腐化而生成的事物而言,道理也是相同的;因为存在着某种自然理性,它由腐化生成小动物,并在自身中具有该小动物的形式。在健康的情形中同样如此;因为医生进行摩擦,摩擦产生热,而热产生健康,并且或者热自身变成了健康——这样作用因便又与所生成者同种——或者它通过与体内的热相混合并使其增长而成为健康的一部分;这样作用因的一部分便又与所生成者的一部分同种。因为施动者之于所生成者,或者作为整体同种,或者作为部分同种。此外,就造成[这些的]医生而言亦是如此;因为摩擦是运动,热也是某种运动,然而由摩擦产生的发红只是偶然具备的。于是,在证明了施动者在一切情形下都与所生成者同种之后,他说在三段论中,证明性的三段论其生成也是来自形式;因为证明的本原是定义,而定义就是事物的形式。因此在这里也是形式在生育,正如在彼处同种者生育同种者一样。 在说了这些之后,他接着探讨并说,正如在人工物的情形中我们看到某物既因技术而生成也自发生成,在自然物的情形中亦是如此。因为医生造成健康,但健康也会自发生成,既然体内的自然具有在偶然有此机缘时自行奋起并自我救助的本性,通过开通血管而导致出血,或引起肠胃排泄,以及当身体自然运动时所生成的诸如此类的其他一切。他说,因此在自然事物的情形中我们也看到同样如此。因为有些事物是由种子和作用因生成的——人产生人,马产生马——而另一些事物则不是由种子而是由腐化生成的,正如蜜蜂由死牛腐化而生成,又有某些动物由其他腐化而生成。而且如人们所说,蛇由人的尸体生成。又如亚历山大所说,如果有人取罗勒草将其置于浸湿的砖块之下,在那个地方必定会产生蝎子。因此在这里他又把原因归于质料,并说雄蜂的种子对于生成蜜蜂具有怎样的比例关系,死牛身体中的自然理性也具有同样的比例关系;在由腐化生成的其他事物的情形中同样如此。因此,凡是发现质料具有无需种子而凭自身运动之潜能的地方,动物就会生成——那些也能由种子生成的动物,正如我们在蜜蜂的情形中所说的那样;因为它们既由死牛生成,也由雄蜂的种子生成;但在没有创制性理性的地方,没有种子是不可能生成的。
- 7.43καὶ πάλιν ὡς πρὸς τὸν ἰατρὸν τὸν ποιήσαντα
介词短语 ὡς πρὸς τὸν ἰατρὸν τὸν ποιήσαντα 是承接前文观点的省略结构,指将“施动者与所生成者同种”这一关系同样适用于施动的医生自身。此处省略了谓语动词(如 ὁ αὐτὸς λόγος ἐστίν,“道理相同”)。
- 7.43δύναμιν ἔχουσα τοῦ κινεῖσθαι ὑφ’ ἑαυτῆς
带冠词的属格不定式短语 τοῦ κινεῖσθαι ὑφ’ ἑαυτῆς(凭自身被运动)作为说明性/宾格性属格修饰名词 δύναμιν,具体规定了质料自身进行内在运动的潜能。
