- 底本
- Asclepius, In Aristotelis Metaphysicorum Libros A-Z Commentaria. Commentaria in Aristotelem Graeca VI.2, ed. M. Hayduck, Berlin: Reimer 1888, pp. 1-452. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:406.19-407.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿斯克勒庇俄斯注解亚里士多德《形而上学》卷7(1034a9)中关于为何健康等事物既可由技术又可由自发产生而人工制品则不然的疑难,通过质料本身是否具有自身运动能力来解释其原因。
" Ἀπορήσειε δ’ ἄν τις, διὰ τί τὰ μὲν γίνεται καὶ τέχνῃ καὶ ἀπὸ ταὐτομάτου." Ἐντεῦθεν ζητεῖ δι’ ἣν αἰτίαν τινὰ μὲν τῶν πραγμάτων γίνεται καὶ ἀπὸ τέχνης καὶ ἀπὸ ταὐτομάτου, ὥσπερ ὑγεία, τινὰ δὲ οὔ, ὥσπερ τὰ τεχνητά. καί φησιν ὅτι αἴτιον δὲ τῶν μὲν ἡ ὕλη ἡ ἄρχουσα τῆς γενέσεως1 (ἄρχει γὰρ ἡ ὕλη, ἅτε δὴ δεχομένη τὰ εἴδη καὶ ὑποκειμένη τῇ γενέσει) ἐν τῷ ποιεῖν καὶ γίνεσθαί τι τῶν ἀπὸ τέχνης, ἐν ᾗ ὕλῃ καὶ ἐν τῇ φύσει καὶ ἐν τῇ τεχνητῇ ὑπάρχει τι μέρος τοῦ πράγματος· ἡ μὲν τῶν ὑλῶν τούτων τοιαύτη ἐστὶν ὥστε δύνασθαι κινεῖσθαι αὐτὴ ὑφ’ ἑαυτῆς, ὥσπερ ἡ φύσις, ἡ δὲ οὐ δύναται κινεῖσθαι ὑφ’ ἑαυτῆς, ὥσπερ ἡ τεχνητή· καὶ ταύτης οὖν τῆς ὕλης ἡ μὲν δύναται τοιῶσδε κινεῖσθαι, οἷον ἐπαναστῆναι καὶ περιγενέσθαι τῶν νοσοποιῶν αἰτίων· ἡ δὲ τεχνητὴ δύναμιν 〈οὐκ〉 ἔχει κατὰ σύνθεσιν κινηθῆναι αὐτὴ ὑφ’ ἑαυτῆς. καὶ ἐπὶ τῶν φυσικῶν τῶν δυναμένων ὑφ’ ἑαυτῶν κινεῖσθαι οὐ δυνατὸν κατὰ πάντα ἐκ ταὐτομάτου κινεῖσθαι, οἷον ὀρχεῖσθαι, εἰ μὴ ἄρα ὑπὸ τέχνης. οἱ οὖν λίθοι ἀδυνάτως ἔχουσι κατὰ σύνθεσιν κινηθῆναι, εἰ μὴ ὑπὸ τέχνης, τὴν κάτω μέντοι φορὰν καὶ ὑφ’ ἑαυτῶν κινοῦνται·2 ὁμοίως καὶ τὸ πῦρ τὴν ἄνω. διὰ γοῦν τοῦτο, τουτέστι διὰ τὴν ὕλην, τὰ μὲν οὐ κινοῦνται ἐκ ταὐτομάτου ἄνευ τέχνης, τὰ δὲ καὶ χωρὶς τέχνης· ὑπὸ γὰρ τούτων κινοῦνται τὰ φυσικὰ σώματα τῶν οὐκ ἐχόντων τέχνην, οἷον ὑπὸ πόσεως οἴνου, ὑπὸ περιπάτου· γίνονται γὰρ καὶ ἐντεῦθεν κατὰ συμβεβηκὸς ὑγεῖαι. δύνανται οὖν κινεῖσθαι τὰ φυσικὰ καὶ ὑπὸ ἄλλων μὴ ἐχόντων τέχνην, οἷον ὑπὸ ἀνιάτρου πολλοὶ γεγόνασιν ὑγιεῖς, ἢ ὑπὸ μέρους, τουτέστι τοῦ ἐμφύτου θερμοῦ πλεονάσαντος καὶ κατασβέσαντος τὴν ψυχρὰν δυσκρασίαν.
“然而人们也许会疑难,为何有些事物既由技术又由自发而生成……” 从这里开始,他探讨究竟出于什么原因,有些事物既由技术又由自发而生成,如健康,而另一些事物则不然,如人工制品。他说,在某些事物中的原因,乃是开启生成的质料(因为质料由于接受形式并作为生成的底层而开启生成),当由技术产生的某种事物被制作和生成时,在此质料中——无论是在自然的还是在人工的质料中——都存在着该事物的某个部分。这些质料中的一种具有能由自身运动的性质,如同自然;而另一种则不能由自身运动,如同人工的质料。因此在此质料中,一种能够以此特定方式运动,例如奋起克服致病的原因;而人工的质料则不具有按照结合而由自身运动的能力。并且在能够由自身运动的自然事物中,也绝不可能在一切方面都由于自发而运动,例如舞蹈,若非借助技术就无法进行。因此,石头除非借助技术,否则不可能按照结合而运动,然而就向下位移而言,它们甚至由自身运动;火对于向上[位移]同样如此。因此正是由此,亦即由于质料,某些事物若无技术就绝不因自发而运动,而另一些事物脱离技术也能运动。因为自然物体会受到不具有技术的事物的运动,例如由于饮酒、由于散步;因为由此也会偶然产生健康。因此自然事物也能被其他不具有技术的事物所运动,例如许多人在非医生之手下恢复健康,或者由于某个部分,亦即生得之热占据优势并扑灭了寒冷的失调。
- 7.42αἴτιον δὲ τῶν μὲν ἡ ὕλη ἡ ἄρχουσα τῆς γενέσεως
表语名词 αἴτιον(系词 ἐστί 被省略)与主语 ἡ ὕλη 构成主谓结构,后接分词短语 ἡ ἄρχουσα τῆς γενέσεως 作定语修饰。属格 τῶν μέν 作为关系或范围属格,指“对于[能够自发生成的]某些事物而言”。
- 7.42τὴν κάτω μέντοι φορὰν καὶ ὑφ’ ἑαυτῶν κινοῦνται
宾格 τὴν κάτω... φορὰν 与中被动态动词 κινοῦνται 连用,充当同源宾格(内在宾格)或关系宾格,意为“就向下位移(的运动)而言[被运动]”。在后文 ὁμοίως καὶ τὸ πῦρ τὴν ἄνω 中,同样省略并承前补充 [φορὰν κινεῖται]。
