← 特拉勒斯的阿斯克勒庇乌斯

亚里士多德《形而上学》注释(卷A–Z)

§405.10-406.18

分离形式之不可能与作因引起的生成

阿斯克勒庇俄斯注解亚里士多德《形而上学》1033b19–26,指出形式若在现实中脱离个别事物而自立,生成便不可能;并论证在生成中只要有具同形式的作因,就无需假设柏拉图式的理念。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.40

" Πότερον οὖν ἔστι τις σφαῖρα παρὰ τάσδε ἢ οἰκία παρὰ τὰς πλίνθους." Φησὶν ἆρά γε αὐτὰ καθ’ αὑτὰ1 ὑπάρχουσιν ἐνεργείᾳ τὰ εἴδη, οἷον τὸ τῆς σφαίρας εἶδος παρὰ τὰς σφαίρας τὰς ἐνταῦθα ἢ τὸ τῆς οἰκίας εἶδος παρὰ τὰς καθ’ ἕκαστον οἰκίας, ἢ οὐδέποτε γίνεται γένεσις, καθάπερ ἐν τῇ θεωρίᾳ εἴρηται, εἰ οὕτως τὸ εἶδος χωριστὸν κατ’ ἐνέργειαν, καὶ μὴ τοιόνδε τι ἐδήλου, καθάπερ ἐν Κατηγορίαις εἴρητο τὸ ‘περὶ οὐσίαν δὲ τὸ ποιὸν ἀφορίζει’. τὸ οὖν εἶδος οὐκ ἔστιν αὐτὸ καθ’ αὑτὸ ὡρισμένον ὑπάρχον, ἀλλὰ ποιεῖ καὶ ὁ τεχνίτης καὶ ἡ φύσις, καὶ γεννᾷ ἐκ τῆς ὕλης τοῦ χαλκοῦ τὴν σφαῖραν, καὶ ἐκ τοῦ σπέρματος ἢ τῶν τεσσάρων στοιχείων τὸ ἔμβρυον· καὶ ἡνίκα γεννηθῇ, ἔστι δῆλον τοιόνδε, τουτέστιν ἔνυλον εἶδος ὡς ἐν ὕλῃ θεωρούμενον. ὡς γὰρ ἐν τοῖς καθ’ ἕκαστα, ὅπερ λέγει ἅπαν τόδε, Καλλίας ἢ Σωκράτης τὰ καθ’ ἕκαστα, ὥσπερ καὶ ἥδε ἡ σφαῖρα ἡ χαλκῆ καθ’ ἕκαστά ἐστι· τὸ δὲ ἁπλῶς εἶδος θεωρεῖται ἐν τῇ ἁπλῶς ὕλῃ, ὥσπερ ὁ ἄνθρωπος καὶ τὸ ζῷον, καὶ ὥσπερ ἡ ἁπλῶς σφαῖρα ἡ χαλκῆ. τὰ μὲν γὰρ αὐτῶν ἐπὶ τῶν καθ’ ἕκαστα ἐθεώρησε, τὰ δὲ ἁπλῶς ἐπὶ τῆς ὕλης.

“那么,在这些[球体]之外是否存在某种球体,或者在砖块之外是否存在房屋?” 他的意思是:形式究竟是在现实中凭自身存立——例如在现世的球体之外存在球体的形式,或者在个别的房屋之外存在房屋的形式——还是说,如果形式按此方式在现实中分离,并且不表示“这样的一种事物”,正如他在《范畴篇》中所说“它就实体规定性质”,那么生成就绝不会发生,如同在概论中所说的那样?因此,形式并非凭自身作为被限定者而存立,而是工匠和自然都进行制作,从青铜质料中生出球体,从种子或四元素中生出胚胎;而当它生成时,显然是“这样的一种事物”,即作为在质料中被观照的具质料形式。因为正如在个别事物中那样——他所说的“每一个这一个”,即作为个别事物的卡利亚斯或苏格拉底,正如这具青铜球体是个别事物一样——单纯的形式则在单纯的质料中被观照,如人与动物,以及单纯的青铜球体。因为他把它们中的一些放在个别事物上观照,把另一些单纯放在质料上观照。

§7.41

"Φανερὸν ἄρα ὅτι ἡ τῶν εἰδῶν αἰτία, ὡς εἰώθασι λέγειν τινές." Ἐντεῦθεν, ὡς εἴρηται ἐν τῇ θεωρίᾳ, πρὸς τοὺς τὰς ἰδέας πρεσβεύοντας ἀποτείνεται. φησὶ γὰρ ὅτι, εἴπερ εἰσὶν αἱ ἰδέαι, καθάπερ τινὲς λέγουσιν, ἕτεραι οὖσαι καὶ ἀνομοειδεῖς παρὰ τὰ καθ’ ἕκαστα εἴδη, οὐδὲν ἡμῖν συμβαλοῦνται πρός τε τὰς γενέσεις καὶ τὰς οὐσίας, ὡς ἐν τῇ θεωρίᾳ ἐδείξαμεν, καὶ διὰ τοῦτο, ἅτε δὴ μηδὲν συμβαλλόμεναι, οὐδὲ ὑπάρχουσιν οὐσίαι καθ’ αὑτάς· δεῖ γὰρ τὰ γεννῶντα ὁμοειδῆ ὑπάρχειν. καὶ ἐπί τινων τὸ τοιοῦτο φανερὸν ὑπάρχει, ὅτι τὸ γεννῶν τοιοῦτόν ἐστιν οἷον τὸ γεννώμενον κατ’ εἶδος· οὐ γὰρ κατ’ ἀριθμόν· ἄνθρωπος γὰρ ἄνθρωπον γεννᾷ, ἐὰν μή τι παρὰ φύσιν γένηται, οἷον ἡνίκα ἵππος τίκτει ἡμίονον. ἰστέον δὲ ὅτι καὶ ἐπὶ τούτων τῶν δοκούντων ἀνομοειδῶν ἔστι τις κοινότης τοῦ εἴδους, ἀλλ’ ἀνώνυμος ὑπάρχει * * * εἴρηται ἀμφότερα ὅ τε ἵππος καὶ ὁ ὄνος οἷον ἡμίονος, αὕτη ἡ κοινότης αὐτῶν. ὥστε δῆλον ἡμῖν ἐντεῦθεν ὅτι οὐ δεῖ παραδείγματα καὶ ἰδέας ὑποτίθεσθαι. μάλιστα δὲ συνεβάλλοντο αὗται εἰς τὰς συνθέτους οὐσίας· εἰ τοίνυν ἐπὶ τούτων ἄχρηστοι ἐδείχθησαν, δῆλον ὅτι οὐδαμῶς ἡμῖν συμβάλλονται. ἱκανὸν τοίνυν ἐστὶ τὸ γεννῶν, τουτέστι τὸ ποιητικὸν αἴτιον, ἐνθεῖναι τὸ εἶδος ἐν τῇ ὕλῃ, τουτέστι τὸ αἴτιον τοῦ εἴδους. ἡνίκα 〈δὲ〉 κατ’ ἐνέργειαν τὸ εἶδος τοῦτο ἐν τῇ ὕλῃ, τότε ἤδη ἅπαν τὸ τοιόνδε εἶδος 〈ἐν〉 ταῖσδε ταῖς σαρξὶ καὶ τοῖς ὀστέοις θεωρεῖται Καλλίας καὶ Σωκράτης. καὶ κατὰ μὲν τὴν ὕλην διαφέρουσι τό τε γεννῶν καὶ τὸ γεννώμενον (ἄλλη γὰρ καὶ ἄλλη), κατὰ δὲ τὸ εἶδος οὐ διαφέρουσιν, ἐπειδή, ὡς αὐτός φησιν, ἄτομόν ἐστι τὸ εἶδος, τουτέστιν ἓν καὶ ταὐτόν· ἓν γάρ ἐστι τὸ εἶδος καὶ τὸ Σωκράτους καὶ τὸ Σωφρονίσκου. καὶ βουλόμενος δηλῶσαι τὸ ἓν ἐπήγαγε τὸ ἄτομον,2 τὴν ταὐτότητα τοῦ εἴδους ἐνδεικνύμενος.

“因此显然,正如某些人习惯说的那样,形式的原因……” 从这里开始,正如在概论中所说的,他把论锋转向那些尊奉理念的人。因为他说,即使理念按照某些人的说法存在,作为在个别形式之外互异且不同形式的事物存在,正如我们在概论中所指出的,它们在生成和实体方面对我们也毫无助益;正由于此,既然毫无助益,它们甚至不能作为凭自身存在的实体而存立;因为生育者必须与[所生者]同形式。而在某些情形中这是显而易见的,即生育者在形式上与被生育者是同类的——因为不是在数目上[同一];因为人产生人,除非发生某种反常之事,如母马生下骡子时那样。但应当知晓的是,即使在这些看似不同形式的事物中也存在形式的某种共通性,只是它无名地存立着[……]马与驴两者都被称为“类骡”,这就是它们的共通性。因此我们由此显然得知,不应当假设范型和理念。而这些[理念]本来被认为对复合实体贡献最大;既然在这些情形中它们被证明是无用的,显然它们对我们毫无助益。因此,生育者,即作因,换言之即形式的原因,足以将形式植入质料中。而当此形式在现实中处于质料中时,那时所有这般形式便已在这些血肉与这些骨骼中被观照为卡利亚斯与苏格拉底。在质料方面,生育者与被生育者互有差异(因为质料彼此不同),但在形式方面它们并无差异,因为正如他自己所说,形式是不可分的,即单一且同一的;因为苏格拉底的形式与索弗罗尼斯科的形式是单一的。而他由于意图指明这“单一”,便追加了“不可分的”,以此标明形式的同一性。

语法注2 条
  1. 7.40Φησὶν ἆρά γε αὐτὰ καθ’ αὑτά

    此处是由主动词 φησίν 引出的间接选择疑问句结构(ἆρά γε ... ἢ ...),意为“他问/意思是究竟是……,还是……”。

  2. 7.41ἄτομον

    此处的 ἄτομον 并非指一般逻辑学意义上的“个相/个体”,而是取其字面词源义“不可分的”(ἄ-τομον)。注解者紧接着将其解释为 ἓν καὶ ταὐτόν(单一且同一),指形式在父子之间(索弗罗尼斯科与苏格拉底)是同一且不可分的种形式。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:405.10-406.18