← 特拉勒斯的阿斯克勒庇乌斯

亚里士多德《形而上学》注释(卷A–Z)

§404.1-405.9

否定分离形式与同种生成

针对亚里士多德《形而上学》卷7否定形式独立存在处(1033b19),阿斯克勒庇俄斯阐明若形式在现实中先在则生成将沦为混合,反驳理念论并确立生成必源于同形式者(通过无名的共通形式消解骡子的反例),最后结合质料的本性解释了为何自然物可兼由技术与自发生成而人工物只能由技术生成。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.39

" Πότερον οὖν ἔστι τις σφαῖρα παρὰ τάσδε ἢ οἰκία παρὰ τὰς πλίνθους." Δείξας ὅτι οὐ γίνεται τὸ εἶδος αὐτὸ καθ’ αὑτό, ἐντεῦθέν φησιν ὅτι οὐ δυνατόν ἐστιν αὐτὰ καθ’ αὑτὰ ὑπάρχειν ἐνεργείᾳ τὰ εἴδη· εἰ γὰρ τοῦτο, φησίν, ὑποθώμεθα, ἀναιρεθήσεται ἡ γένεσις. ἡ γὰρ γένεσις ἐκ τοῦ δυνάμει ὄντος προέρχεται εἰς ἐνέργειαν. τῶν οὖν μήπω παρόντων δυναμένων δὲ γενέσθαι ἐστὶν ἡ γένεσις. εἰ οὖν ὑποθώμεθα προυφεστάναι κατ’ ἐνέργειαν τὰ εἴδη καὶ οὕτως γίνεσθαι ἐν τῇ ὕλῃ, τῷ ὄντι οὕτως οὐκ ἔσται γένεσις, ἀλλὰ μῖξις. εἶτα ταῦτα εἰρηκὼς λοιπὸν ἀποτείνεται καὶ πρὸς τοὺς τὰς ἰδέας πρεσβεύοντας, καί φησιν ὅτι οὐ δυνατὸν λέγειν ἡμᾶς ἰδέας κεχωρισμένας αὐτὰς καθ’ αὑτάς, καὶ οὕτως ἐξ αὐτῶν γεννᾶσθαι τὰ ἔνυλα εἴδη. ὁρῶμεν γὰρ ὅτι καὶ ἐπὶ τῶν τεχνητῶν καὶ ἐπὶ τῶν φυσικῶν πάντα τὰ γινόμενα ἐξ ὁμοειδῶν γίνονται. καὶ ὁ τέκτων γὰρ ἔνυλος ὑπάρχει καὶ τὸ ἀβάκιον τὸ γινόμενον ἐξ αὐτοῦ· ὁμοίως δὲ καὶ τὸ εἶδος ἔχει αὐτοῦ τοῦ ἀβακίου· ὁμοειδὲς γάρ ἐστι τῷ γινομένῳ ἀβακίῳ. ὡσαύτως δὲ καὶ ἐπὶ τῶν φυσικῶν ὁμοειδές ἐστι τὸ ποιοῦν τῷ γινομένῳ, εἴ γε ἄνθρωπος ἄνθρωπον γεννᾷ, καὶ ἔχουσα ἡ φύσις τῆς μητρὸς τοὺς λόγους ἐν ἑαυτῇ τοῦ βρέφους ὁμοειδεῖς ὄντας τῷ βρέφει οὕτως γεννᾷ.1 τὰς δὲ ἰδέας, ἃς ἐκεῖνοι ὑποτίθενται, οὐ δυνατὸν ὁμοειδεῖς εἶναι, ἐπεὶ οὕτως ἔσονται ἔνυλοι, καὶ γένη αὐτῶν ἕτερα, καὶ τοῦτο ἐπ’ ἄπειρον· καὶ περὶ ἐκείνων γὰρ ὁ αὐτὸς ἔσται λόγος· ὥστε ἀνομοειδεῖς. εἰ οὖν ἀνομοειδεῖς ὑπάρχουσιν, ἔδει τὰ ἐνταῦθα μὴ γίνεσθαι ἂν ὁμοειδῆ,2 τουτέστι μὴ ἐξ ἀνθρώπου ἄνθρωπον ὡς ἐπὶ τὸ πλεῖστον, εἴ γε πρὸς τὰ ἀνομοειδῆ ἀποβλέπουσα ἡ φύσις οὕτω παράγει ἅπερ παράγει. καὶ ὅτι ἀναιρεῖται καὶ γένεσις, ὅπερ ἐστὶ παρὰ τὰ προφανῆ καὶ ἐν ποσὶ κείμενα. εἰ δέ τις εἴποι περὶ τῆς ἡμιόνου ὅτι ‘καὶ πῶς ὁρῶμεν ἐξ ἵππου τικτόμενον ἡμίονον; ἄντικρυς γὰρ ἀνομοειδὲς ἐγένετο ἐξ ὁμοειδοῦς’, ἐροῦμεν πρὸς αὐτὸν ὅτι καὶ ἐπ’ ἐκείνων ἐστί τι ὁμοειδές, ἀλλ’ ἀνώνυμον καὶ λανθάνον ἡμᾶς· ἔχουσα γὰρ ἡ ἵππος ἐν ἑαυτῇ λόγον ἡμιόνου καὶ εἶδος οὕτως αὐτὸ γεννᾷ· καὶ καλεῖ τὸ εἶδος τοῦτο τὸ κοινὸν Ἀριστοτέλης οἷον ἡμίονον. ὥστε ἔστι μὲν κοινὸν εἶδος, ὡς προείρηται, ἀλλ’ ἀνώνυμον. ταῦτα εἰρηκὼς ζητεῖ ἐφεξῆς, διὰ τί τῶν γινομένων τὰ μὲν καὶ ἀπὸ τέχνης γίνεται καὶ ἀπὸ τύχης, τὰ δὲ ἀπὸ τέχνης μόνης. τὰ γὰρ φυσικὰ γίνεται καὶ ἀπὸ τέχνης καὶ ἐκ ταὐτομάτου, οἷον ἡ ὑγεία γίνεται καὶ ἀπὸ τοῦ ἰατροῦ [γίνεται] καὶ ἐκ ταὐτομάτου, τῆς φύσεως ῥωσθείσης ἢ ὑπὸ πόσεως ἢ ὑπὸ περιπάτου ἢ ὑπὸ τοῦ ἐμφύτου θερμοῦ, εἰ κατέπαυσε τὴν ψυχρὰν δυσκρασίαν. ἐπὶ μέντοι τῶν τεχνητῶν ὑπὸ μόνης τέχνης γίνεται, οὐκέτι δὲ καὶ ἐκ ταὐτομάτου· ἡ γὰρ οἰκία οὐ γίνεται ἐκ ταὐτομάτου, ἀλλ’ ὑπὸ μόνης τέχνης. οὕτως ἀπορήσας αἰτιᾶται τὴν ὕλην, καί φησιν ὅτι ἐπὶ τῶν φυσικῶν ἡ ὕλη κινεῖται καὶ οἴκοθεν, εἴ γε ἀρχή ἐστι κινήσεως καὶ ἠρεμίας. ἡ γὰρ φύσις ἡ ὑγιαστικὴ κινεῖται καὶ ὑπὸ οἴνου καὶ ὑπὸ περιπάτου καὶ ὑπὸ τοῦ θερμοῦ καὶ ὑπὸ τοῦ ἀνιἰατροῦ3 ἔστιν ὅτε κατὰ συμβεβηκός, καὶ οὕτω ποιεῖ τὴν ὑγίειαν. οἱ μέντοι γε λίθοι ἐπὶ τὸ κάτω κινηθῆναι δύνανται, τεχνικῶς δὲ συντεθῆναι οὐ δύνανται· οὔτε γὰρ ἔλαχον τοῦτο ὑπὸ φύσεως, ὥσπερ οὐδὲ τὰ φυσικὰ σώματα πάντα ἐκ ταὐτομάτου δύνανται ὀρχεῖσθαι, ἐπεὶ μηδ’ ἔλαχον τοῦτο ὑπὸ φύσεως, εἰ μὴ ἄρα ὑπὸ τέχνης.

“那么,在这些[球体]之外是否存在某种球体,或者在砖块之外是否存在房屋?” 在指明形式本身并不凭自身生成之后,从此开始他说,形式在现实中凭自身存立是不可能的;因为他说,如果我们假设这一点,生成就会被取消。因为生成是从潜在的存在向现实的推进。因此,生成属于那些尚未现前但能够生成的事物。所以,如果我们假设形式在现实中预先存在,并以此方式在质料中生成,那么实际上以此方式将不是生成,而是混合。接着在说了这些之后,他随后也把论锋转向那些尊奉理念的人,并说我们不可能主张存在凭自身分离的理念,并以此方式从它们产生出具质料的形式。因为我们看到,无论在人工物的情形中还是在自然物的情形中,凡生成之物都是从同形式之物生成的。因为木匠作为具质料者存在,从他生成的托盘也是如此;同样,那托盘自身的形式也是如此,因为它与所生成的托盘是同形式的。同样在自然物的情形中,制作之物与生成之物也是同形式的,既然人产生人,而且母亲的自然在自身中保持着与胎儿同形式的胎儿本性比例,便如此产生了它。然而那些人所假设的理念不可能是同形式的,因为这样它们就将是具质料的,并且会有它们所属的其他属,而这会走向无穷;因为关于那些属也将有同样的论述;所以它们是不同形式的。因此,如果它们是不同形式的,那么如果自然是朝向不同形式之物注视而如此产生出它所产生之物的,这里的事物本来就不应当在绝大多数情形下作为同形式之物生成,也就是说人本不该由人生出。并且生成也会被取消,而这是违背明显且摆在眼前的事实的。但如果有人关于骡子说:“那么我们如何看到骡子是由马所生的?因为显然从同形式之物生成了不同形式之物”,我们将对他说,在那些情形中也存在某种同形式的东西,只是无名且逃过了我们的注意;因为母马自身具有骡子的本性比例和形式,便如此产生了它;亚里士多德称这种共通形式为“类骡”。因此,正如前述,共通形式固然存在,却是无名的。在说了这些之后,他接着探讨,在生成之物中,为何有些既由技术生成又由偶然生成,有些则仅由技术生成。因为自然物既由技术生成也自发生成,例如健康既由医生[生成]也自发生成,即当自然因饮品、散步或先天之热(若它止息了寒冷的体质失调)而强健起来时。然而在人工物的情形中,仅由技术生成,而不再也自发生成;因为房屋并不自发生成,而是仅由技术生成。在如此提出疑难后,他归咎于质料,并说在自然物的情形中,既然质料是运动与静止的本原,质料也是自发运动的。因为带来健康的自然既被酒、散步和热所推动,有时也被非医生偶适地推动,并以此方式产生健康。然而石头虽能向下运动,却不能合乎技术地组装起来;因为它们并未从自然获得这一分赋,正如并非所有自然物体都能自发跳舞一样,因为它们并未从自然获得这一分赋,除非是借由技术。

语法注3 条
  1. 7.39καὶ ἔχουσα ἡ φύσις τῆς μητρὸς τοὺς λόγους ἐν ἑαυτῇ τοῦ βρέφους ὁμοειδεῖς ὄντας τῷ βρέφει οὕτως γεννᾷ

    该句核心结构为 ἡ φύσις ... ἔχουσα ... οὕτως γεννᾷ。分词 ἔχουσα 的直接宾语为 τοὺς λόγους ... τοῦ βρέφους,分词短语 ὁμοειδεῖς ὄντας τῷ βρέφει 为阳性宾格复数,作为表语性修饰与 τοὺς λόγους 一致(意为“母亲的自然在自身中保持着胎儿的比例,而这些比例与胎儿是同形式的”)。

  2. 7.39ἔδει τὰ ἐνταῦθα μὴ γίνεσθαι ἂν ὁμοειδῆ

    此处是由非人称未完成过去时动词 ἔδει 结合带宾语的不定式结构(τὰ ἐνταῦθα μὴ γίνεσθαι)及语气小词 ἄν 构成的非真实条件句归结分句。它表示“此界事物本不应当作为同形式者生成(但实际上并非如此)”,以此承接前面的假设 εἰ οὖν ἀνομοειδεῖς ὑπάρχουσιν 及从属分句 εἴ γε ... παράγει,引出理念若与可感物异类则生成之物不可能同类的荒谬推论。

  3. 7.39ἀνιἰατροῦ

    底本印文 ἀνιἰατροῦ 当系 ἀντʼ ἰατροῦ(“代替医生”)或指“非医生”之词的排印误讹。由于上下文讨论的是由专业医生之外的人偶然施行处置而恢复健康的附带性因果,故将其理解并翻译为“非医生”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:404.1-405.9