- 底本
- Asclepius, In Aristotelis Metaphysicorum Libros A-Z Commentaria. Commentaria in Aristotelem Graeca VI.2, ed. M. Hayduck, Berlin: Reimer 1888, pp. 1-452. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:402.31-403.35
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿斯克勒庇俄斯注解亚里士多德《形而上学》卷Z的Bekker 1033a24,论证形式本身并不生成,工匠所制造的乃是由质料与形式构成的复合体。他指出,若形式本身生成,就必然需要底层主体,从而要么陷入无穷后退,要么导致单纯的形式被分割为质料与形式的荒谬结果。
" Ἐπεὶ δὲ ὑπό τινος γίνεται τὸ γινόμενον." Ἐντεῦθεν 〈βούλεται〉 δεῖξαι ὅτι οὐ γίνεται τὸ εἶδος αὐτὸ καθ’ αὑτό. φησὶν οὖν ὅτι πᾶν τὸ γινόμενον ὑπό τινος ποιητικοῦ γίνεται αἰτίου καὶ ἔκ τινος, τουτέστιν ἐξ ὑλικοῦ αἰτίου (νῦν γὰρ τὸ ἔκ τινος τὸ ὑλικὸν αἴτιον δεῖ ἐκδέχεσθαι, οὐ τὴν στέρησιν), καὶ ὃ γίνεται, τουτέστι τὸ σύνθετον·1 διὸ ἑρμηνεύων τὸ καὶ σύνθετόν φησι τοῦτο δ’ ἐστὶν ἡ σφαῖρα ἢ κύκλος. ὥσπερ τὸ ποιητικὸν αἴτιον, οἷον ὁ χαλκεύς, οὐ ποιεῖ τὸν χαλκόν, οὕτως οὐδὲ τὴν σφαῖραν, τουτέστι τὸ εἶδος αὐτὸ καθ’ αὑτό, εἰ μὴ κατὰ συμβεβηκός, ἐπειδὴ συνέβη τὴν σφαῖραν χαλκῆν εἶναι, ἐκείνην δὲ ποιεῖ, τουτέστι τὸ σύνθετον. εἰ γὰρ ποιεῖ εἶδος, ἐπειδὴ πᾶν τὸ γινόμενον ἔκ τινος ὑποκειμένου γίνεται, δῆλον ὅτι καὶ τὸ εἶδος ἔκ τινος ὑποκειμένου ποιήσει. τὸν γὰρ χαλκὸν ποιῆσαι στρογγύλον τοῦτό ἐστι τὸ σύνθετον· οὐ μέντοι δυνατόν ἐστιν αὐτὸ καθ’ αὑτὸ ποιῆσαι τὸ στρογγύλον ἢ τὴν σφαῖραν, ἀλλ’ ἕτερόν τι, οἷον τὸ εἶδος ἐν ἄλλῳ, φημὶ δὴ τὸ σύνθετον. εἰ γὰρ ποιεῖ τὸ εἶδος αὐτὸ καθ’ αὑτό, ἔκ τινος ὑποκειμένου ποιήσει αὐτὸ ὡς γινόμενον, καθάπερ ἐν τῇ θεωρίᾳ εἰρήκαμεν, οἷον τὴν χαλκῆν σφαῖραν. τοῦτο δὲ ἐξ ὑποκειμένου, ὅπερ ἐστὶ χαλκός, τοδὶ ποιεῖ, τουτέστι τὸ εἶδος, ὅ ἐστιν ἡ σφαῖρα. εἰ γὰρ τι * * * ἐξ ὑποκειμένου γίνεται, καὶ οὕτως εἰς ἄπειρον αἱ γενέσεις βαδιοῦνται, καθάπερ ἐν τῇ θεωρίᾳ εἰρήκαμεν. ὥστε δῆλον ἡμῖν ἐντεῦθεν γέγονεν ὅτι οὐ γίνεται τὸ εἶδος, οὔτε δέ ἐστιν αὐτοῦ γένεσις, οὔτε 〈ὁ〉 ὁρισμὸς αὐτοῦ, ὡς γίνεσθαι αὐτὸ καθ’ αὑτό.2 τοῦτο γάρ ἐστι τὸ γινόμενον, ὅπερ ἐν ἄλλῳ γίνεται ἢ ὑπὸ τέχνης ἢ ὑπὸ φύσεως ἢ δυνάμεως, οἷον θερμοῦ. τὸ οὖν σύνθετον ποιεῖ· ποιεῖ γὰρ ἐκ χαλκοῦ καὶ σφαίρας. εἰ γὰρ πάλιν ποιεῖ τὸ εἶδος, καὶ τοῦτό ἐστι χαλκῆ σφαῖρα, χαλκὸς δὴ τοιῶσδε σχηματισθεὶς ὑπὸ τεχνίτου. εἰ οὖν ἔστιν ὅλως, φησί, τοῦ εἴδους τῆς σφαίρας ἡ γένεσις, ἐξ ὑποκειμένου τινὸς γίνεται. καὶ εἰ μὲν τὸ ὑποκείμενον εἰδοπεποιημένον ἐστίν, εἰσαχθήσεται τὸ ἄπειρον, ὡς ἀνωτέρω ἔδειξεν· εἰ δὲ ἀνείδεον, διαιρετὸν ἔσται τὸ εἶδος, καὶ ἔσται ὅπερ ἐστὶ τὸ μὲν αὐτοῦ ὕλη, τὸ δὲ εἶδος, καὶ ἔσται οὕτω σύνθετον τὸ ἁπλοῦν εἶδος, ὅπερ ἐστὶν ἄτοπον. εἰ τοίνυν τοῦτό ἐστι σφαῖρα, ὅταν αἱ ἀπὸ τοῦ κέντρου αὐτῆς πρὸς τὴν ἐπιφάνειαν προσπίπτουσαι ἴσαι ὑπάρχωσι * * * τὸ δὲ εἶδος ἐντιθέμενον ἐν τῇ ὕλῃ τοιῶσδε σχηματίζει αὐτήν, καὶ ἔστι τὸ σύνθετον τὸ γινόμενον. φανερὸν οὖν ἡμῖν γέγονεν ὅτι τὸ μὲν ὡς εἶδος ἢ οὐσία λεγόμενον οὐ γίνεται, ἡ δὲ σύνθεσίς ἐστιν ἡ γινομένη, ὡς εἴρηται ἐπὶ τῆς χαλκῆς σφαίρας, καὶ ὅτι, φησίν, ἐν ἅπαντι τῷ γινομένῳ ὕλη ἐστί, καὶ ἔστι τὸ μὲν ὕλη, τὸ δὲ εἶδος.
“既然生成之物是由某物生成的。” 从此开始,他意在表明形式本身并不凭自身生成。因此他说,凡生成之物都是由某种动力因生成的,且是从某物,即从质料因生成的(因为现在必须将“从某物”理解为质料因,而非缺失),并且[生成]所生成之物,即复合体;因此他在解释“以及复合体[生成]”时说“而这就是球体或圆”。正如动力因(例如铜匠)并不制造青铜,同样他也不制造球体,即不制造形式本身自身,除非是偶适地,因为球体适好是铜制的,但他制造那个[铜球],即制造复合体。因为如果他制造形式,既然凡生成之物皆从某种底层主体生成,显然他也将从某种底层主体制造形式。因为使青铜变圆——这就是复合体;然而不可能凭自身制造圆形或球体,而是制造别的东西,例如制造在别物中的形式,我指的是复合体。因为如果他凭自身制造形式本身,他就会像我们在通论中所说的那样,把它作为生成之物而从某种底层主体制造出来,例如制造铜球。而他从底层主体(即青铜)制造这个,即制造形式(也就是球体)。因为如果某物……从底层主体生成,那么生成就会这样走向无穷,正如我们在通论中所说的那样。因此由此对我们而言已变得明晰:形式并不生成,既没有它的生成,也没有[表明]形式凭自身生成的定义。因为生成之物,乃是在别物之中生成的东西,或是由于技术,或是由于自然,或是由于诸如热的潜能。因此[制作者]制造复合体;因为他是从青铜和球体[形式]制造出来的。因为如果他又制造形式,且这就是铜球,那它确实就是被工匠如此赋形的青铜。因此他说,如果球体的形式根本存在生成,那么它就是从某种底层主体生成的。如果底层主体已被赋予形式,就会引入无穷后退,正如他在上文所指出的那样;但如果底层主体是无形式的,形式就将是可分的,而形式之为形式就会一部分是质料,另一部分是形式,这样单纯的形式就将成为复合的,而这是荒谬的。因此,如果在从中心达到表面的[直线]相等时,这就是球体……而植入质料中的形式则将质料如此赋形,生成之物乃是复合体。因此对我们而言显而易见:作为形式或实体而被谈及的东西并不生成,生成的是复合,正如在铜球的情形中所说的那样;并且他说,在每一个生成之物中都有质料,其中一部分是质料,另一部分是形式。
- 7.38καὶ ὃ γίνεται, τουτέστι τὸ σύνθετον
与前面的介词短语(ὑπό τινος... καὶ ἔκ τινος...)并列的关系代词从句 ὃ γίνεται,承接亚里士多德原文中的 τί γίνεται(“生成什么”),作名词性从句表示生成的结果或产物(复合体),构成生成的第三个要素。
- 7.38οὔτε 〈ὁ〉 ὁρισμὸς αὐτοῦ, ὡς γίνεσθαι αὐτὸ καθ’ αὑτό
连词 ὡς 带有不定式 γίνεσθαι,修饰前面的 〈ὁ〉 ὁρισμὸς αὐτοῦ(“它的定义”),表结果或内容规定(“以至于其凭自身生成的那种定义”),意指形式的本质定义中绝不包含生成这一契机。
