← 特拉勒斯的阿斯克勒庇乌斯

亚里士多德《形而上学》注释(卷A–Z)

§402.1-402.30

生成物以质料派生词命名的原因与缺失的区分

阿斯克勒庇俄斯注解亚里士多德《形而上学》卷Z第7章(1033a5),解释了为何生成物不是以质料本身的名称相称,而是以“石制的”“木制的”等派生词相称;他通过区分确定的缺失(从疾病到健康)与不确定的缺失(从非塑像到塑像)以及底层主体的留存性来阐明这一论题。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.37

" Ἐξ οὗ δὲ ὡς ὕλης γίνεται ἔνια, λέγεται." Φησὶν ὅτι ἔνια τῶν γινομένων ἐξ ὕλης, ἡνίκα γίνονται, οὐ λέγονται ἐκεῖνο ἀλλ’ ἐξ ἐκείνου, τουτέστι παραγώγως. ὁ γὰρ ἀνδριὰς ἡνίκα γένηται ἐκ λίθου, λίθινος λέγεται· πρὸ γὰρ τῆς γενέσεως λίθος ὑπῆρχε· πῶς οὖν δύναται καὶ προσλαβὼν ἕτερον σχῆμα ὁμοίως λέγεσθαι, † ὥστε ἀνείδεος πρὸ τοῦ σχήματος ὑπῆρχεν. ὁ μέντοι γε ἄνθρωπος ὑγιαίνων οὐ λέγεται ἐκεῖνος ἐξ οὗ γέγονε παραγώγως, οἷον κάμνων, ἀλλὰ κεκμηκώς. αἴτιον δὲ ὅτι τὰ γινόμενα πάντα γίνεται ἐκ τῆς οἰκείας στερήσεως καὶ ἐξ ὑποκειμένου, καθάπερ ἐν τῇ θεωρίᾳ εἴρηται· 〈ὑγιὴς〉 γὰρ γίνεται καὶ ὁ ἄνθρωπος καὶ ὁ κάμνων. μᾶλλον δὲ λέγεται ἐκ κάμνοντος ὑγιὴς γενέσθαι ἤπερ ἐξ ἀνθρώπου· διὸ ὑγιὴς κάμνων οὐ λέγεται (μετέβαλεν γὰρ κατ’ ἐκεῖνο), ἄνθρωπος δὲ λέγεται, καὶ ἄνθρωπος ὑγιής. ὧν δέ ἐστιν ἡ στέρησις ἄδηλος καὶ ἀνώνυμος1 (ἐπὶ γὰρ τῆς ὑγείας ἔχει ὄνομα τὴν νόσον, ἐπὶ δὲ τοῦ ἀνδριάντος οὐκ ἔχει ὡρισμένον ὄνομα, ὥσπερ ἐν χαλκῷ σχῆμα ὁποιονοῦν· ἄδηλον γὰρ ὁ οὐκ ἀνδριὰς τί ἐστι, πότερον τρίγωνον ἢ σφαῖρα ἤ τι ἄλλο τοιοῦτον. ὁμοίως καὶ ἡνίκα φαμὲν ὅτι ἐξ οὐκ οἰκίας γέγονεν οἰκία· ἄδηλον γὰρ ἡ στέρησις πότερον πλίνθοι ἢ ξύλα ἤ τι τοιοῦτον ἄλλο) ἐπὶ γοῦν τῶν ἐχόντων ἄδηλον τὴν στέρησιν ἐξ ὕλης δοκοῦσι γίνεσθαι τὰ γινόμενα, ὥσπερ ἐπὶ τῶν ἐχόντων ὡρισμένην τὴν στέρησιν ἐξ αὐτῆς τῆς στερήσεως. διὸ φησιν ὡς ἐκεῖ ἐκ κάμνοντος. ἀμέλει τοι ὡς ἐπὶ τῶν ἐχόντων ὡρισμένην τὴν στέρησιν οὐ λέγομεν τὴν ὀνομασίαν τῆς ὕλης (οὐ γὰρ λέγεται ὁ ὑγιὴς ἄνθρωπος νοσερός), οὕτως καὶ ἐπὶ τῶν ἐξ ὕλης λεγομένων γίνεσθαι οὐ καλοῦνται μετὰ τὴν γένεσιν τῷ τῆς ὕλης ὀνόματι· οὐ γὰρ λέγεται ὁ ἀνδριὰς ξύλον, ἀλλ’ εἰ ἄρα, ξύλινος, καὶ χαλκοῦς ἀλλ’ οὐ χαλκός· ὁμοίως καὶ λίθινος, ἀλλ’ οὐ λίθος. τῷ γὰρ ὄντι, φησίν, οὐδὲ ὡς ἐκ ξύλου γίνεται ἀνδριὰς ἢ ἐκ πλίνθων οἰκία, ἐάν τις ἀκριβῶς σκοπῇ, οὐκ ἂν εἴποι·2 τὸ γὰρ γινόμενον ἐν μεταβολῇ θεωρεῖται, ὥστε οὐχ ὑπομένει τὸ αὐτὸ ὑπάρχον καὶ πρὸ τῆς γενέσεως καὶ μετὰ τὴν γένεσιν. ὥστε οὐ δεῖ λέγειν ὅτι ὁ χαλκὸς γέγονεν ἀνδριάς· οὐδὲν γὰρ ἧττον καὶ μετὰ τὴν γένεσιν ἔμεινε χαλκός, οὐ μέντοι γε οὐκ ἀνδριάς.

“在作为质料而从中生成某些事物的东西中,被说及。” 他说,出自质料而生成的某些事物,当它们生成时,并不被说成是那个东西,而是从那个东西[派生出的],也就是派生地被说及。因为塑像从石头生成时,被说成是石制的;因为在生成之前它是石头;那么它既已接受了另一种形状,怎能同样被说及呢,†以至于它在形状之前曾是未具形式的。然而,健康的人并不派生地被说成是他从中生成的那个东西,例如“患病者”,而是被说成“曾患病者”。原因在于,正如在通论中所说的那样,凡生成之物皆从其特有的缺失生成,且从底层主体生成;因为人和患病者两者都变成〈健康者〉。但人们宁可说从患病者生成健康者,而非从人生成;因此人们不说“健康的患病者”(因为他在那一方面已经变化了),而是说“人”,以及“健康的人”。但对于那些缺失晦暗且无名的事物(因为在健康的情形中具有“疾病”之名,但在塑像的情形中并没有确定的名称,正如在青铜中的无论何种形状一样;因为非塑像究竟是什么并不明确,究竟是三角形还是球体抑或其他这类事物;同样当我们说从非房屋生成了房屋时也是如此;因为缺失究竟是砖瓦、木料还是其他这类事物并不明确)——至少在具有晦暗缺失的事物上,生成之物似乎是从质料生成的,正如在具有确定缺失的事物上似乎是从缺失本身生成一样。因此他说,正如在那里的“从患病者”。诚然,正如在具有确定缺失的事物上我们不说出质料的名称(因为健康的人不被称为多病的),同样在那些被说成从质料生成的事物上,在生成之后也不以质料的名称相称;因为塑像不被称为木头,而是若称呼的话被称为木制的,被称为铜制的而非青铜;同样也被称为石制的而非石头。他说,事实上若有人精确考察,甚至不会说从木头生成了塑像或从砖瓦生成了房屋;因为生成之物是在变化中被观察的,以至于它不能在生成之前和生成之后都作为同一事物而持存。所以不应当说青铜变成了塑像;因为即使在生成之后它依然毫无减损地留存为青铜,但决不作为非塑像[而留存]。

语法注2 条
  1. 7.37ὧν δέ ἐστιν ἡ στέρησις ἄδηλος καὶ ἀνώνυμος

    关系代词属格 ὧν 位于句首构成悬垂(或先取)结构以引出主题;在经过长篇插入句解释后,其所指在主句中由介词短语 ἐπὶ γοῦν τῶν ἐχόντων ἄδηλον τὴν στέρησιν 予以复指(resumption)。

  2. 7.37οὐδὲ ὡς ἐκ ξύλου γίνεται ἀνδριὰς ἢ ἐκ πλίνθων οἰκία, ἐάν τις ἀκριβῶς σκοπῇ, οὐκ ἂν εἴποι

    句首的 οὐδέ 起强调否定作用(“甚至不会有人说……”),与条件从句 ἐάν τις ἀκριβῶς σκοπῇ 之后的主动词 οὐκ ἂν εἴποι 呼应,构成重叠强调否定。从属从句 ὡς ἐκ ξύλου γίνεται ἀνδριάς 作 εἴποι 的宾语从句。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:402.1-402.30