← 特拉勒斯的阿斯克勒庇乌斯

亚里士多德《形而上学》注释(卷A–Z)

§400.22-401.38

生成中质料与缺失的语用及形式的非生成性

阿斯克勒庇俄斯注解亚里士多德《形而上学》1033a5,阐明事物被说成从质料或从缺失生成的语用差异取决于缺失是确定的还是不确定的。随后他根据三条公理和无穷倒退的反证法论证形式自身并不生成,生成的是在质料无时间地接受形式过程中的复合体。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.36

" Ἐξ οὗ δὴ γίνεται ὡς ὕλης ἔνια, λέγεται, ὅταν γένηται, οὐκ ἐκεῖνο ἀλλ’ ἐκείνου." Ἐπειδὴ διχῶς λέγονται γίνεσθαι τὰ γινόμενα, τὰ μὲν ὡς ἐξ ὕλης, ἡνίκα φαμὲν ὅτι ὁ χαλκὸς γέγονεν ἀνδριὰς ἢ οἱ λίθοι γεγόνασιν οἰκία, τὰ δὲ ὡς ἐκ τῆς οἰκείας στερήσεως, ἡνίκα φαμὲν ὅτι ἐξ ἀμούσου γέγονε μουσικὸς καὶ ἐκ νοσοῦντος ὑγιαίνων, καὶ τὰ μὲν ἐκ στερήσεως γινόμενα λέγονται ἐκ τοῦδε γίνεσθαι, οἷον ἐκ κάμνοντος ὑγιαίνων, τὰ δὲ ἐκ τῆς ὕλης τόδε,1 καθό φαμεν τόδε γέγονεν ὁ χαλκός, πολλάκις δὲ καὶ ἐπὶ τῶν γινομένων ἐκ τῆς οἰκείας στερήσεως φέρομεν τὸ τόδε λέγοντες ὅτι ὁ ἄμουσος γέγονε μουσικός, πάλιν ἐπὶ τῶν ἐξ ὕλης γινομένων φέρομεν τὸ ἐκ τοῦδε λέγοντες ὅτι ἐξ οὐκ ἀνδριάντος γέγονεν ἀνδριάς, ἐνταῦθα οὖν ζητεῖ τοιοῦτόν τι λέγων ὅτι εἰ πᾶν τὸ γινόμενον καὶ ἐξ ὕλης γίνεται καὶ ἐκ τῆς οἰκείας στερήσεως, ὡς λέγομεν ὅτι ἐκ κάμνοντος γέγονεν ὑγιής, τὰ δὲ ἐκ τῆς ὕλης, ἡνίκα φαμὲν ὅτι ὁ χαλκὸς γέγονεν ἀνδριάς. φησὶν οὖν ἐπιλυόμενος ταύτην τὴν ἀπορίαν ὅτι τῶν στερήσεων αἱ μὲν ὡρισμέναι ὑπάρχουσιν, αἱ δὲ ἀόριστοι. ἐφ’ ὧν οὖν, φησίν, ὑπάρχουσιν ὡρισμέναι αἱ στερήσεις, ἐκ τῶν στερήσεων λέγονται γενέσθαι τὰ γινόμενα· ἐφ’ ὧν δὲ ἀόριστοι ὑπάρχουσιν αἱ στερήσεις, οὐκέτι ἐξ αὐτῶν λέγονται γίνεσθαι διὰ τὸ ἄδηλον καὶ τὸ ἄστατον, ἀλλ’ ἐκ τῆς ὕλης. οἷον ὥρισται ἐπὶ τοῦ ὑγιαίνοντος (πάντως γὰρ ὁ ὑγιαίνων ἐκ τοῦ κάμνοντος γίνεται), καὶ διὰ τοῦτο λέγομεν ὅτι ἐκ κάμνοντος ὑγιὴς γέγονε· καὶ πάλιν ἐξ ἀμούσου μουσικός. ἐπὶ μέντοι γε τοῦ ἀνδριάντος οὐχ ὥρισται ἀλλ’ ἀόριστον ὑπάρχει τὸ τοιοῦτον· δύναται γὰρ τὸ οὐκ ἀνδριὰς καὶ σφαῖρα εἶναι καὶ τρίγωνον καὶ ξύλον καὶ ἄλλα μυρία. τὸ μέντοι γε μὴ ὑγιαῖνον νοσοῦν ἐστιν, ἐπὶ τοῦ δεκτικοῦ δηλονότι. διὰ ταύτην οὖν τὴν αἰτίαν ἐπὶ τούτων ἐκ τῆς ὕλης καὶ οὐκ ἐκ τῆς στερήσεως λέγεται γίνεσθαι τὸ γινόμενον. κυρίως γὰρ ἀεὶ ἐκ τῆς στερήσεως γίνεται τὸ γινόμενον, καὶ εἰκότως· εἰ γὰρ ἡ γένεσις μεταβολὴ ὑπάρχει, δῆλον ὅτι, ἡνίκα γίνεται, οὐ μένει μετὰ τὴν γένεσιν, ὅπερ πρώην ὑπῆρχεν· ὁ δὲ χαλκὸς μένει χαλκὸς καὶ μετὰ τὴν γένεσιν, ὡς καὶ πρὸ τῆς γενέσεως. ὥστε κυρίως δεῖ λέγειν ὅτι ἐξ οὐκ ἀνδριάντος γέγονεν ἀνδριάς· οὐ μένει γὰρ ὁ οὐκ ἀνδριάς, ὁ μέντοι γε χαλκὸς μένει. Ταῦτα εἰρηκὼς ζητεῖ ἐφεξῆς καὶ δείκνυσιν ὅτι οὐκ ἔστι τῶν εἰδῶν γένεσις αὐτῶν καθ’ αὑτά· οὔτε δέ, φησί, γίνονται τὰ εἴδη αὐτὰ καθ’ αὑτά, ὥσπερ οὐδὲ ἡ ὕλη γίνεται. ἵνα δὲ τοῦτο δείξῃ, λαμβάνει τρία ἀξιώματα, ὅτι οὐδὲν γίνεται ἐκ τοῦ μηδαμῇ μηδαμῶς ὄντος, καὶ ὅτι πᾶν τὸ γινόμενον ἔχει καὶ ποιητικὸν αἴτιον καὶ ὑλικόν, καὶ σύνθετόν ἐστιν. οὔτε γὰρ ἡ φύσις οὔτε ἡ τέχνη ποιεῖ τὴν ὕλην, ἐπεί, φησί, δεηθήσεται ἑτέρας ὕλης καὶ τοῦτο ἐπ’ ἄπειρον. εἰ οὖν * * * εἶδος γίνεται αὐτὸ καθ’ αὑτό, ἐπειδὴ πᾶν τὸ γινόμενον ἐξ ὕλης γίνεται (τοῦτο γὰρ ἐν τοῖς ἀξιώμασι λαμβάνει), εἰ γίνεται τὸ εἶδος, δῆλον ὅτι ἐξ ὑποκειμένου τινὸς γίνεται. τοῦτο δὲ τὸ ὑποκείμενον ἢ ἀνείδεόν ἐστιν ἢ εἰδοπεποιημένον. ἀλλ’ εἰ μὲν ὑποθώμεθα αὐτὸ ἀνείδεον εἶναι, ἔσται τὸ εἶδος σύνθετον καὶ οὐχ ἁπλοῦν, καὶ τὸ μέν τι αὐτοῦ ὕλη, τὸ δὲ εἶδος, ὅπερ ἄτοπον· τὰ γὰρ εἴδη αὐτὰ καθ’ αὑτὰ ἁπλᾶ ὑπάρχουσιν. εἰ δὲ ὑποθώμεθα ἐκεῖνο τὸ ὑποκείμενον εἰδοπεποιημένον εἶναι, ἐρωτῶ περὶ αὐτοῦ, ἆρα ἀεὶ ὑπάρχει εἰδοπεποιημένον ἢ οὔ. εἰ μὲν ἀεί, ἔχω τὸ ζητούμενον ὅτι οὐ γίνεται τὸ εἶδος, εἰ δὲ μὴ ἀεὶ ἀλλὰ γέγονε, δῆλον ὅτι ἔκ τινος ὑποκειμένου γέγονε, καὶ πάλιν περὶ τούτου ἐρωτῶ 〈εἰ〉 εἰδοπεποιημένον ἐστὶν ἢ ἀνείδεον,2 καὶ οὕτως ἐπ’ ἄπειρον ὁ λόγος προελεύσεται καὶ οὐκ ἔσται γένεσις. ὥστε οὐ γίνεται τὸ εἶδος αὐτὸ καθ’ αὑτό, ἀλλὰ τὸ σύνθετόν ἐστι τὸ γινόμενον, τῆς ὕλης τοιῶσδε μορφουμένης καὶ δεχομένης ἀχρόνως τὸ τέλειον εἶδος.

“在作为质料而从中生成某些事物的东西中,当它们生成时,它们不是被说成是那个东西,而是被说成是那个东西的。” 因为生成的事物被说成是生成的方式有两种:其一作为出自质料,即当我们说青铜变成了塑像或石头变成了房屋时;其二作为出自其特有的缺失,即当我们说从无教养者生成了有教养者、从患病者生成了健康者时;而且出自缺失而生成者被说成是“从这个”生成,例如从患病者生成健康者,而出自质料者则被说成是“这个”,依我们说青铜变成了这个而言;但我们往往对出自其特有缺失生成的事物也使用“这个”,说无教养者变成了有教养者,又对出自质料生成的事物使用“从这个”,说从非塑像生成了塑像;因此他在这里探究了如此一类的事情,说道:如果凡生成之物既出自质料生成,又出自其特有的缺失生成——正如我们说从患病者生成了健康者,而另一方面当我们说青铜变成了塑像时是出自质料——。因此他在解开这一疑难时说道:缺失之中,有些是确定的,有些是不确定的。因此他说,在那些缺失确定的情形中,生成之物被说成是出自缺失而生成的;但在那些缺失不确定的情形中,由于晦暗与不稳定,它们不再被说成是出自缺失生成,而是出自质料生成。例如,在健康者身上,[缺失]已被确定(因为健康者无论如何都是从患病者生成的),正因如此我们说从患病者生成了健康者;同样,从无教养者生成有教养者。然而在塑像的情形中,这类事情并未被确定,而是作为不确定者存在的;因为“非塑像”既可以是球体、三角形、木头,也可以是无数其他事物。然而不健康者就是患病者——显然是在能接受它的主体上。因此由于这个原因,在这些情形中,生成之物被说成是出自质料生成,而不是出自缺失生成。因为严格而言,生成之物总是出自缺失生成的,而且理所当然;因为若生成是变化,显然,当它生成时,原先存在的东西在生成之后便不复留存;但青铜甚至在生成之后依然作为青铜而留存,正如在生成之前一样。所以严格说来应当说从非塑像生成了塑像;因为非塑像不留存,但青铜留存。说了这些之后,他紧接着探究并表明,形式本身自身并没有生成;他说,正如质料也不生成一样,形式本身自身也不生成。为了表明这一点,他采纳了三个公理:无物从决不以任何方式存在者中生成;凡生成之物既具有作因也具有质料因,并且是复合的。因为自然和技术都不制造质料,他说,因为那样它就会需要另一种质料,并且这会至于无穷。因此,如果[……]形式本身自身生成,既然凡生成之物皆从质料生成(因为他在公理中采纳了这一点),那么如果形式生成,显而易见它是从某种底层主体生成的。而这一底层主体要么是未具形式的,要么是已被赋予形式的。但是,如果我们假定它是未具形式的,形式就将是复合的而非单纯的,其一部分是质料,另一部分是形式,这是荒谬的;因为形式本身自身作为单纯者而存在。如果我们假定那个底层主体是已被赋予形式的,我便就它发问:它究竟是始终已被赋予形式,抑或不是?如果是始终如此,我便得到了所寻求的结论,即形式并不生成;但如果不是始终如此而是生成了,显而易见它是从某种底层主体生成的,而就此我再次发问它究竟是已被赋予形式还是未具形式,这样论证就会进展至无穷,从而生成便不复存在。因此,形式本身自身并不生成,生成的乃是复合体,质料被如此这般地塑造并无时间地接受完全的形式。

语法注2 条
  1. 7.36ἐκ τοῦδε γίνεσθαι [...] τὰ δὲ ἐκ τῆς ὕλης τόδε

    ἐκ τοῦδε(“从这个”)与 τόδε(“这个”)形成了对比,前者是表示生成起点的介词短语,后者是作为表语补足语的形式。后半句省略了不定式动词 γίνεσθαι(或 λέγεται γίνεσθαι),需根据前句的平行结构补充理解。

  2. 7.36ἐρωτῶ 〈εἰ〉 εἰδοπεποιημένον ἐστὶν ἢ ἀνείδεον

    校勘补充的 〈εἰ〉 引导间接疑问句,与后文的 ἢ(“是……还是……”)相关联,构成由 ἐρωτῶ 统辖的双重选择间接疑问从句。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:400.22-401.38