- 底本
- Asclepius, In Aristotelis Metaphysicorum Libros A-Z Commentaria. Commentaria in Aristotelem Graeca VI.2, ed. M. Hayduck, Berlin: Reimer 1888, pp. 1-452. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:399.21-400.21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
本节依据亚里士多德的论述,阐明热作为健康的一部分、石头作为房屋的一部分所必须具备的预先存在性,并通过区分不完全形式与完全形式,回答了形式是否如质料一样也是复合体的可分割生成部分的疑难。随后确认了部分(质料)在生成物中的必然内在性,并以青铜圆圈为例解释复合体在定义中如何兼涉形式与质料。
" Ἡ θερμότης τοίνυν." * * * ἡ θερμότης * * * ὑγείας ἢ ἕπεται αὐτῇ τι τοιοῦτον, ὅ ἐστι μέρος τῆς ὑγείας. καὶ μέρος ἐστὶ τῆς ὑγείας θερμότης, αὐτὸ τὸ διαπεφοιτηκὸς διὰ τοῦ βάθους, ἐκμοχλεῦον ἄνευ τινὸς μηχανῆς τὰ νοσοποιὰ αἴτια· λέγει δὲ τὸ ἔμφυτον θερμόν. ἢ ἕπεται αὐτῇ τι τοιοῦτον, ὃ μέρος ἐστὶ τῆς ὑγείας, τῇ θερμότητι ἢ τῇ τέχνῃ, οἷον οἷς χρῶνται ἰατροὶ ἀλείμμασιν, οἷον μαρκιάτῳ ἤ τινι ἄλλῳ τοιούτῳ, λοιπὸν συνεπιλαμβάνεται καὶ τὸ φυσικὸν θερμόν, καὶ οὕτω κολάζεται τὸ ἀτακτοῦν. ἢ διὰ πλειόνων γινόμενον τοῦτο,1 οἷον τῆς τέχνης τῆς χρωμένης ἀλείμμασι καὶ ἑτέροις βοηθήμασι διὰ τὴν κακοήθειαν τοῦ νοσήματος, καὶ λοιπὸν καὶ τῆς φύσεως συνεπιλαμβανομένης γίνεται βοήθεια. τοῦτο δέ, φησίν, ἐστὶν ἔσχατον τὸ ποιοῦν, ὅπερ ἐστὶ μέρος τῆς ὑγείας, καὶ τῆς οἰκίας λίθοι.2 ὥστε ἀδύνατον τι γενέσθαι, εἰ μὴ προυπάρχει τι ἕτερον, οἷον οἰκίαν, εἰ μή εἰσι λίθοι, καὶ ἐπὶ τῆς ὑγείας. ὡς γάρ φασιν οἱ φυσικοί, οὐδὲν γίνεται ἐκ τοῦ μηδαμῇ μηδαμῶς 〈ὄντος〉· δεῖ γὰρ προϋπάρχειν τὴν ὕλην ἐπὶ τῶν γινομένων. εἶτα λοιπὸν ζητεῖ ὅτι ὥσπερ ἡ ὕλη μέρος γίνεται τοῦ συνθέτου, ἆρά γε οὕτως καὶ τὸ εἶδος. καὶ αὐτὸς μὲν οὕτως ἐάσας τὴν ἀπορίαν ἀπαλλάττεται· ἡμεῖς δέ φαμεν ὅτι ὥσπερ ἡ ὕλη μεριστή ἐστιν εἰς χεῖρας καὶ πόδας καὶ τὰ ἄλλα, οὕτω δὴ καὶ τὸ ἀτελὲς εἶδος μεριστόν ἐστι καὶ γίνεται· πρότερον γάρ, εἰ τύχοι, σφαιροῦται ἡ κεφαλή, εἶτα γίνεται καρδία, ὁμοίως δὲ καὶ τὰ ἄλλα μόρια. τὸ μέντοι γε τέλειον εἶδος οὔτε μεριστόν ἐστιν οὔτε γίνεται, εἴ γε ἀχρόνως ἐπιγίνεται·3 τὸ γὰρ ζῷον λογικὸν θνητὸν ἀδιαίρετον ὑπάρχει· διὸ ἁρμόζει καὶ μεγάλῳ ἀνθρώπῳ καὶ μικρῷ.
“因此热。” [……]热[……]健康的[部分,或者]某种此类事物随之而来,而这事物是健康的一部分。热是健康的一部分,即那渗透于深处、不用任何器具便排除了致病起因的本身;他所指的是生来的热。或者某种此类作为健康一部分的事物随它而来,即随热或随技术而来,例如医生所使用的油膏,如马尔基亚图姆油膏或某种其他此类之物,此后自然的热也协同协助,这样失调的事物便受到克制。或者这是经过更多阶段生成的,例如由于病症的恶性,技术使用油膏和其他辅助手段,此后自然也协同协助,救治便得以产生。而他说道,这作为健康的一部分的事物,是最终的制造者,而在房屋则是石头。因此,若无某种其他事物预先存在,任何事物生成都是不可能的,正如若没有石头,房屋[便不可能生成]一样,在健康上也是如此。因为正如自然哲学家们所说,无物从决不以任何方式存在者中生成;因为对于生成的事物而言,质料必须预先存在。随后他进一步探究,是否正如质料成为复合体的一部分那样,形式也是如此。而他自己就这样撂下疑难离去了;但我们则说,正如质料可分割为手、足及其他部分一样,不完全的形式确实也是可分割的并且生成着;因为碰巧首先是头部被塑成球形,然后是心脏生成,其他各部分也同样如此。然而完全的形式既不可分割也不生成,如果它是无时间地附加而来的话;因为“理性的能死的动物”作为不可分割者而存在;因此它既适合于大身材的人,也适合于小身材的人。
"Ὅτι μὲν οὖν τι μέρος ἐξ ἀνάγκης ὑπάρξει, φανερόν." Φησὶν ὅτι πᾶσα ἀνάγκη μέρος τι ἐξ ἀνάγκης ὑπάρχειν ἐν τῷ ἑπομένῳ4 ὡς μέρος αὐτοῦ λαμβανόμενον. ἡ γὰρ ὕλη μέρος ἐστίν· ἐνυπάρχει γὰρ αὐτῇ κατὰ φύσιν προσδέξασθαι τὸ εἶδος. ἆρα οὖν, φησί, καὶ τὸ εἶδος γίνεται; τὰ γὰρ σύνθετα καὶ κατὰ τὴν ὕλην προσαγορεύεται καὶ κατὰ τὸ εἶδος, οἷον, ὥς φησιν αὐτός, τοὺς χαλκοῦς κύκλους λέγομεν καὶ τὴν ὕλην ὅτι χαλκός ἐστι * * * τοιόνδε ἔχων σχῆμα· καὶ τοῦτό ἐστι τὸ γένος τοῦ χαλκοῦ κύκλου, εἰς ὃ πρῶτον τίθεται, τουτέστι τὸ εἶδος τοῦ σχήματος τοῦ κύκλου εἶδος αὐτοῦ ἐστιν. ὁ δὲ χαλκοῦς κύκλος ἔχει ἐν τῷ ὁρισμῷ καὶ τὴν ὕλην, καθάπερ εἰρήκαμεν.
“因此,某个部分必然会存在,是显而易见的。” 他说道,必然在后随者中必然存在作为其一部分被领会的某个部分,这是完全必然的。因为质料是部分;因为依照自然接受形式是内在属于它的。他说道:“那么形式也是生成的吗?”因为复合体既依照质料被称呼,也依照形式被称呼,例如正如他自己所言,对于青铜圆圈,我们既依据质料说它是青铜,[……]具有如此这般的形状;而这是青铜圆圈的属,它被首先置于其中,亦即圆圈形状的形式就是它的形式。正如我们已经说过的,青铜圆圈在定义中也包含质料。
- 7.34ἢ διὰ πλειόνων γινόμενον τοῦτο
γινόμενον 是一个较为松散的述谓分词(或作独立宾格分词结构),用以提出另一种情况(“或者这是经过更多阶段生成的……”),其下接续了承前省略 διὰ 的属格短语(τῆς τέχνης...)与独立属格结构(τῆς φύσεως συνεπιλαμβανομένης)以说明具体的协同过程。
- 7.34οἷον οἰκίαν, εἰ μή εἰσι λίθοι
οἰκίαν 是前文非人称结构 ἀδύνατον [ἐστι] 所统辖的不定式 γενέσθαι 的逻辑主语(宾格主语);此处承前省略了 γενέσθαι,结构为“正如若没有石头,房屋[便不可能生成]一样”。
- 7.34εἴ γε ἀχρόνως ἐπιγίνεται
带语气词 γε 的条件从句(εἴ γε)具有限制性地提示理由或预设前提的作用(“如果确实……”、“既然……”)。此处将完全形式在时间之外瞬时生成(附加)这一特征,作为其既不可分割也不历时生成的根据。
- 7.35ἐν τῷ ἑπομένῳ
τῷ ἑπομένῳ 是中性现在分词的名词化用法,意为“后随者”或“结果产生之物”,指在先在的原因、质料及制作过程之后作为结果出现的“已生成的复合实体”。
