← 特拉勒斯的阿斯克勒庇乌斯

亚里士多德《形而上学》注释(卷A–Z)

§39.10-40.16

毕达哥拉斯学派的十对原理与阿尔克迈翁

对亚里士多德《形而上学》986a22的注解。阿斯克勒庇俄斯比较了确立十对原理的毕达哥拉斯学派与主张无规定对立的克罗同的阿尔克迈翁的学说,并解释了亚里士多德将数的原理归为质料因的根据及其批判意图。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.46

" Ἕτεροι δὲ τῶν αὐτῶν τούτων τὰς ἀρχὰς δέκα λέγουσιν εἶναι." Ἄλλοι τινες Πυθαγόρειοι ὑποτίθενται δέκα ἀρχὰς εἶναι τῶν ἀγαθῶν καὶ δέκα τῶν κακῶν· οὐχ ὅτι τὰ κακὰ ἐν ὑποστάσει εἰσίν, ἀλλὰ τὰ ἥττονα κακὰ λέγει. οἷον πέρας πρὸς τῷ ἀγαθῷ, ἄπειρον πρὸς τῷ ἐναντίῳ, περιττὸν ἀγαθόν, ἄρτιον ἐναντίον, ἓν ἀγαθόν, πλῆθος οὐ καλόν, δεξιὸν καλόν, ἀριστερὸν ἐναντίον, ἄρρεν ἀγαθόν, θῆλυ ἐναντίον, ἠρεμοῦν ἀγαθόν (διὸ καὶ τὸ πρῶτον αἴτιον ἀκίνητον), κινούμενον ἐναντίον (οὐχ ὅτι κακόν, ἀλλ’ ἧττον ἀγαθόν, εἴγε ἡ φύσις ἐν κινήσει ἐστίν), εὐθὺ ἀγαθόν, καμπύλον ἐναντίον, φῶς ἀγαθόν, σκότος κακόν, τετράγωνον ἀγαθόν, ἑτερόμηκες ἐναντίον ὡς μὴ ἰσόπλευρον. δέκα οὖν ὑπετίθεντο, ἐπεὶ τέλειος οὗτος ὑπάρχει ὁ ἀριθμός. εἰς ταῦτα οὖν ἀνῆγον πάντα τὰ ὄντα. ἱστορεῖ δὲ ὅτι καὶ Ἀλκμαίων ὁ Κροτωνιάτης τὸν αὐτὸν τρόπον τούτοις ἀπεφήνατο· εἰς γὰρ ἐναντίωσίν τινα ἕκαστον τῶν ὄντων ἀνάγειν ἐπειρᾶτο καὶ οὗτος, ὡς ἀρχῶν οὐσῶν τῶν ἐναντιώσεων. καὶ ἢ οὗτος παρὰ τῶν Πυθαγορείων παρέλαβεν ἢ οἱ Πυθαγόρειοι παρὰ τούτου· καὶ γὰρ κατέλαβεν ὁ Ἀλκμαίων γέροντα τὸν Πυθαγόραν. ἀπεφήνατο οὖν αὐτοῖς παραπλησίως, λέγων εἶναι δύο τὰ πολλὰ τῶν ὄντων, διότι τὰ ἐν γενέσει καὶ φθορᾷ ἐξ ἐναντίων συνίστανται· ὅθεν λέγων τὰς ἐναντιότητας οὐχ ὑπετίθετο διωρισμένας, ὥσπερ καὶ οὗτοι οἱ Πυθαγόρειοι, ἀλλὰ τὰς τυχούσας ἔλεγεν, οἷον λευκὸν μέλαν, γλυκὺ πικρόν, ἀγαθὸν κακόν, μικρὸν μέγα. ἀδιορίστως οὖν ἀπεφήνατο περὶ τῶν λοιπῶν ἐναντιώσεων· οὔτε γὰρ ποσόν τι αὐτῶν εἶπεν οὔτε ποιόν, ἀλλ’ ὅτι μόνον ἐναντία· οἱ δὲ Πυθαγόρειοι καὶ πόσαι καὶ τίνες αἱ ἐναντιώσεις ἀπεφήναντο. κοινὸν οὖν τῶν Πυθαγορείων, οἳ ταύτης τῆς δόξης ἐγένοντο, καὶ Ἀλκμαίωνος τὸ ἐναντίας λέγειν εἶναι τὰς ἀρχὰς τῶν ὄντων· πόσαι δὲ καὶ τίνες αὗται, τῶν Πυθαγορείων ἴδιον. ὥστε παρ’ ἀμφοτέρων τούτων τοσοῦτον ἔστι λαβεῖν, ὅτι τὰ ἐναντία ἀρχαὶ τῶν ὄντων, τὸ δὲ ὅσαι καὶ ποῖαι παρὰ τῶν ἑτέρων, ὡς εἴρηται. ἱστορεῖ δὲ ὅτι ἀρχὴν καὶ αἴτιον τὸν ἀριθμὸν ἔλεγον ὡς ὕλην, οὐχ ὡς ἄντικρυς μὲν ἀποφηναμένων αὐτῶν οὕτως (οὐδὲν γὰρ περὶ τούτου, ὥς φησιν, αὐτοὶ διεσάφησαν), ὡς δὲ ἑπόμενον αὐτοῖς ἐξ ὧν ἔλεγον·1 ἐκ γὰρ τούτων συγκεῖσθαι καὶ συνεστάναι φασὶ πάντα τὰ ὄντα. διό φησιν ἐοίκασι δὲ ὡς ἐν ὕλης εἴδει τὰ στοιχεῖα τάττειν· ἐκ τούτων γὰρ ὡς ἐνυπαρχόντων συνεστάναι καὶ πεπλάσθαι τὴν οὐσίαν. εὐλόγως δὲ ἐχρήσατο ἐπὶ τῆς τοιαύτης γενέσεως τῷ πεπλάσθαι· πλάσματι γὰρ ἔοικεν ἡ τοιαύτη γένεσις, οὐδὲν εὔλογον ἔχουσα. ὁ Ἀριστοτέλης τοίνυν πανταχοῦ σαφηνείας ἀντιποιεῖται τῶν δογμάτων καί φησιν ὅτι ἔδει ὑμᾶς διηρθρωμένως εἰπεῖν,2 ὅτι νῦν συμβολικῶς λέγονται, ὅτι οὕτως ἔδει ὑμᾶς εἰπεῖν ὡς ἐγὼ λέγω. διὸ οὐ λέγει αὐτοὺς εἰπεῖν ποιητικὸν αἴτιον, ὑλικὸν δέ, ἐπειδὴ εἰρήκασιν ἐκ τῶν ἀριθμῶν γίνεσθαι τὰ ἄλλα, τὸ δὲ ἐξ οὗ τὴν ὕλην δηλοῖ. τάχα δέ, ἀληθέστερον εἰπεῖν, διελέγχει αὐτοὺς ὡς μὴ καλῶς λέγοντας, εἰ καὶ μὴ δοκεῖ τῷ ἡμετέρῳ φιλοσόφῳ.3

“而这些同一些人中的另一些人则说原理有十个。” 毕达哥拉斯学派的另一些人假定善的事物有十个原理,恶的事物有十个原理;并不是说恶的事物在实体上存在,而是他把较劣的事物称为恶。例如,界限属于善的一边,无界属于相反的一边;奇数是善,偶数是相反;一是善,多数不美;右是美,左是相反;雄性是善,雌性是相反;静止是善(所以第一原因也是不动的),运动是相反(不是因为它是恶,而是因为较不善,如果自然确实处于运动之中);直是善,曲是相反;光是善,暗是恶;正方形是善,长方形由于非等边而是相反。因此他们假定了十,因为这个数是完全的。于是他们把所有存在者都归结为这些。 并且他记述道,克罗同的阿尔克迈翁也以与这些人相同的方式作了表述;因为他也试图将每一个存在者归结为某种对立,认为诸对立就是原理。而且或者此人是从毕达哥拉斯学派那里接受的,或者是毕达哥拉斯学派从此人那里接受的;因为阿尔克迈翁赶上了毕达哥拉斯的晚年。因此他以与他们相近的方式作了表述,说大多数存在者都是两个,因为处于生成与毁灭之中的事物是由对立物构成的;所以他在谈论诸对立时,并没有像这些毕达哥拉斯学派的人那样将它们假定为确定的,而是提及任意碰到的对立物,例如白与黑、甜与苦、善与恶、小与大。因此他就其余的对立作了无规定的表述;因为他既没有说明它们的数量,也没有说明它们的性质,而仅仅说明它们是对立的;而毕达哥拉斯学派则表述了对立有多少以及是哪些。因此,持有这种意见的毕达哥拉斯学派与阿尔克迈翁所共有的,是主张存在者的原理是对立的;但这些对立有多少以及是哪些,则是毕达哥拉斯学派所特有的。因此从这两者那里只能得出这么多,即对立面是存在者的原理,而究竟有多少以及是何种,则如前所说出自其中一方。 并且他记述道,他们把数作为质料称为原理和原因,并不是因为他们自己直截了当地这样表述(因为正如他所说,他们自己对此并未阐明任何东西),而是因为这是从他们所说的话中推导出来的;因为他们主张所有存在者都是由这些构成的并且组合而成的。因此他说“他们似乎是将元素作为在质料的形式中加以安置”;因为实体是由作为内在成分的这些所组合且塑造而成的。而他在谈及这样的生成时合情合理地使用了“被塑造”一词;因为这样的生成就像虚构一样,不包含任何合理之处。亚里士多德在任何地方都要求学说的明晰性,并说:“你们本应当清晰地表达,因为现在说得太具象征性了,你们本应当像我说的那样去说。”因此,他并没有说他们陈述了动力因,而是陈述了质料因,因为他们说过其他事物是由数产生的,而“由之构成”表明了质料。然而或许,说得更真确些,他是在驳斥他们表达得不妥当,即便在我们这位哲学家看来并非如此。

语法注3 条
  1. 1.46οὐχ ὡς ἄντικρυς μὲν ἀποφηναμένων αὐτῶν οὕτως ... ὡς δὲ ἑπόμενον αὐτοῖς ἐξ ὧν ἔλεγον

    οὐχ ὡς... ὡς δέ 构成的对比结构。前者 ἄντικρυς... ἀποφηναμένων αὐτῶν 是由 ὡς 引导的属格绝对结构,后者 ἑπόμενον 是中性单数宾格分词(作非人称的宾格独立结构,意为“作为从他们所说的话中推导出来的结果”)。这表明亚里士多德将他们的学说解释为质料因,并非基于其明文宣称,而是基于逻辑推论。

  2. 1.46ὁ Ἀριστοτέλης τοίνυν πανταχοῦ σαφηνείας ἀντιποιεῖται τῶν δογμάτων καί φησιν ὅτι ἔδει ὑμᾶς διηρθρωμένως εἰπεῖν

    动词 ἀντιποιεῖται 支配属格 σαφηνείας,而 τῶν δογμάτων 从属于 σαφηνείας(意为“要求/主张学说的明晰性”)。随后的 καί φησιν ὅτι 引导亚里士多德向早期哲学家设想的虚拟对话(ἔδει ὑμᾶς...)。接下来的 ὅτι νῦν συμβολικῶς λέγονται 与 ὅτι οὕτως ἔδει 中的 ὅτι 连用,体现了解释性与原因性从属从句在注解文体中的叠加推进。

  3. 1.46εἰ καὶ μὴ δοκεῖ τῷ ἡμετέρῳ φιλοσόφῳ

    让步从句(εἰ καί,“即便/即使”)。短语 τῷ ἡμετέρῳ φιλοσόφῳ(“我们这位哲学家”)是阿斯克勒庇俄斯对其导师赫尔米亚之子阿摩尼奥斯的尊称。句法上属于非人称动词 δοκεῖ 搭配与格的惯用结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:39.10-40.16